- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:17.16-17.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥多拉秘密处决了寻访至君士坦丁堡的私生子约翰,袒护通奸妇女并残酷迫害无辜丈夫以致风化败坏,更凭一己之意独断掌控官吏铨选与臣民婚配。
Ἐτύγχανε δὲ ὑπό του κυήσασα τῶν ἐραστῶν, ἡνίκα ἔτι ἐπὶ σκηνῆς ἦν, τοῦ δὲ κακοῦ ὀψὲ τοῦ καιροῦ αἰσθομένη πάντα μὲν ἐς τὸ ἀμβλύσκειν, ὥσπερ εἰώθει, ἐποίει, ἄωρον δὲ ἀποκτιννύναι τὸ βρέφος οὐδεμιᾷ μηχανῇ εἶχεν, ἐπεὶ οὐ πολλῷ ἀπελέλειπτο τοῦ ἀνθρωποειδὲς γεγονέναι.
当她还在舞台上时,曾因情夫之一而受孕;但她察觉这桩祸事为时已晚,虽如往常一样穷尽一切手段企图堕胎,却因胎儿已近人形,绝无任何办法将其提早扼杀。
διὸ δὴ ἐπεὶ οὐδὲν προὐχώρει, τῆς πείρας ἀφεμένη τίκτειν ἠνάγκαστο. ὁρῶν δὲ αὐτὴν ὁ τοῦ τεχθέντος πατὴρ ἀπορουμένην τε καὶ ἀσχάλλουσαν, ὅτι μήτηρ γενομένη τῷ σώματι ὁμοίως ἐργάζεσθαι οὐκέτι ἂν δυνατὴ εἴη,1 ἐπεὶ καὶ ἀληθῶς δὴ ὑπῄσθετο ὡς διαχρήσεται τὸ παιδίον, ἀνείλετό τε καὶ Ἰωάννην ἐπονομάσας, ἐπεὶ ἄρσεν ἦν, ἐς τὴν Ἀραβίαν ἐς ἥνπερ ὥρμητο ἀπιὼν ᾤχετο.
因此,在一切手段皆无效之后,她只得放弃尝试,被迫产下婴儿。新生儿的父亲见她愁眉不展、烦躁不安,深知她一旦为人母便无法再如以往那般以肉体谋生,又切实料到她会除掉这孩子,便将婴儿收抱起来,因是男婴而为他取名约翰,随后动身前往他本要去的阿拉伯,一走了之。
ἐπεὶ δὲ αὐτὸς μὲν τελευτᾶν ἔμελλεν, Ἰωάννης δὲ ἤδη μειράκιον ἦν, τὸν πάντα λόγον αὐτῷ ἀμφὶ τῇ μητρὶ ὁ πατὴρ ἔφρασε.
当这位父亲将死之时,约翰已成长为一名青年,父亲便将关于母亲的全部实情告知了他。
καὶ ὃς ἅπαντα ἐπὶ τῷ πατρὶ ἐξ ἀνθρώπων ἀφανισθέντι τὰ νόμιμα ποιήσας, χρόνῳ τινὶ ὕστερον ἐς Βυζάντιον ἦλθε καὶ τοῖς παρὰ τὴν μητέρα τὰς εἰσόδους ἀεὶ ποιουμένοις τὸ πρᾶγμα ἀγγέλλει.
约翰在为亡父料理了一切丧礼仪式之后,过了一段时间来到拜占庭,将此事禀报给那些常能晋见母亲的近侍。
οἱ δὲ οὐδὲν ἀπὸ τοῦ ἀνθρωπείου τρόπου αὐτὴν λογιεῖσθαι ὑποτοπήσαντες ἐπαγγέλλουσι τῇ μητρὶ ὅτι δὴ αὐτῆς Ἰωάννης ὁ υἱὸς ἥκοι.
这些人猜想她绝不会动任何违背人之常情的念头,便向母亲通报其子约翰已经前来的消息。
δείσασα δὲ ἡ γυνὴ μὴ ἐς τὸν ἄνδρα ἔκπυστος ὁ λόγος γένηται, τὸν παῖδά οἱ ἐς ὄψιν ἐκέλευεν ἥκειν.
那女人唯恐此事泄露给丈夫知晓,遂命该青年到她面前来。
ἐπεί τε εἶδε παραγενόμενον, τῶν οἰκείων τινὶ ἐνεχείρισεν, ᾧπερ ἀεὶ τὰ τοιαῦτα ἐπέχειν εἰώθει. καὶ τρόπῳ μὲν ὅτῳ ὁ ταλαίπωρος ἐξ ἀνθρώπων ἠφάνισται οὐκ ἔχω εἰπεῖν, οὐδεὶς δὲ αὐτὸν ἄχρι δεῦρο ἰδεῖν οὐδὲ ἀπογενομένης τῆς βασιλίδος ἔσχε.
当她见到他来到,便将其交给了自己的一名心腹奴仆——此人是她平日专门指派处理此类阴暗勾当的。至于那不幸的青年究竟以何种方式被从人间抹除,我不得而知,但直到今日,甚至在皇后死后,亦再无人能得见其踪影。
Τότε καὶ ταῖς γυναιξὶ σχεδόν τι ἁπάσαις τὸν τρόπον διεφθάρθαι ξυνέβη. ἐξήμαρτον γὰρ ἐς τοὺς ἄνδρας ἐξουσίᾳ τῇ πάσῃ, οὐ φέροντος αὐταῖς κίνδυνόν τινα ἢ βλάβην τοῦ ἔργου, ἐπεὶ καὶ ὅσαι μοιχείας ἁλοῖεν, αὗται κακῶν ἀπαθεῖς ἔμενον, παρὰ δὲ τὴν βασιλίδα αὐτίκα ἰοῦσαι ἀντίστροφοί τε γενόμεναι καὶ δίκην οὐ γεγονότων ἐγκλημάτων ἀντιλαχοῦσαι τοὺς ἄνδρας ὑπῆγον.
彼时,几乎所有妇女的操行都随之堕落。盖因她们的行为绝不会给自己带来任何危险或损害,于是她们便肆无忌惮地背叛丈夫;即便那些通奸当场被获者,亦能安然无恙,她们径直奔向皇后,反咬一口,以莫须有的罪名提起反诉,将丈夫押上法庭。
περιῆν τε αὐτοῖς ἀνεξελέγκτοις οὖσι2 τὴν μὲν προῖκα ἐν διπλασίῳ ἀποτιννύναι, μεμαστιγωμένοις δὲ ἐκ τοῦ ἐπὶ πλεῖστον ἐς τὸ δεσμωτήριον ἀπαχθῆναι, καὶ αὖ πάλιν τὰς μοιχευτρίας ἐπιδεῖν κεκομψευμένας τε καὶ πρὸς τῶν μοιχῶν ἀδεέστερον λαγνευομένας. τῶν δὲ μοιχῶν πολλοὶ ἀπ’ αὐτοῦ τοῦ ἔργου καὶ τιμῆς ἔτυχον.
于是丈夫们在未经定罪的情况下,反倒落得退还双倍嫁妆、大多在遭受鞭笞后被押入监牢的下场;甚至还得眼睁睁看着奸妇们盛装打扮,毫无顾忌地与情夫公开淫乱。许多奸夫甚至仅凭此种行径便荣获官衔。
διόπερ οἱ πλεῖστοι τὸ λοιπὸν πάσχοντες πρὸς τῶν γυναικῶν ἀνόσια ἔργα ἀσμενέστατα ἀμαστίγωτοι σιωπῇ ἔμενον, τὴν παρρησίαν αὐταῖς τῷ μὴ πεφωρᾶσθαι δοκεῖν3 ἐνδιδόντες.
因此,大多数丈夫此后即便遭受妻子悖逆伦常的对待,亦极乐意忍气吞声以求免遭鞭笞,假装未曾撞破奸情,任由她们肆意妄为。
Αὕτη ἅπαντα πρυτανεύειν αὐτογνωμονοῦσα τὰ ἐν τῇ πολιτείᾳ ἠξίου. τάς τε γὰρ ἀρχὰς καὶ ἱερωσύνας ἐχειροτόνει, ἐκεῖνο μόνον διερευνωμένη καὶ φυλασσομένη ἐνδελεχέστατα, μὴ καλὸς ἢ ἀγαθός τις ὁ τὸ ἀξίωμα μετιὼν εἴη, καὶ οὐχ οἷός τέ οἱ ἐσόμενος ἐς τὰ ἐπαγγελλόμενα ὑπουργήσειν.
她自恃独断专行,企图统揽国政的一切安排。盖因她亲自铨选官爵与神职,唯独极其审慎地探查并防范一事:即谋求官职者绝不可是品行端正、高尚之士,以免其无法听命顺从她所吩咐的差遣。
καὶ τοὺς γάμους ἅπαντας τῇ θείᾳ ἐξουσίᾳ τινὶ διῳκεῖτο, τοῦ τε γαμεῖν πρότερον οὐδεμίαν ἄνθρωποι ἐγγύην ἑκουσίαν πεποίηνται.
此外,她宛如执掌某种神圣威权般操控一切婚配,人们在婚娶之前再无法订立任何出于自愿的婚约。
γυνὴ γὰρ ἑκάστῳ ἐξαπιναίως ἐγίνετο, οὐχ ὅτι δὴ αὐτὸν ἤρεσκεν, ὅπερ κἀν τοῖς βαρβάροις εἰώθει, ἀλλ̓ ὅτι βουλομένῃ τῇ Θεοδώρᾳ εἴη.
盖因每个人突然有了妻子,绝非因他中意——此事即便在蛮族中亦属常情——而全凭狄奥多拉本人的意志行事。
- 17.17ὅτι μήτηρ γενομένη τῷ σώματι ὁμοίως ἐργάζεσθαι οὐκέτι ἂν δυνατὴ εἴη
在引述间接原因的 ὅτι 从句中使用了潜在祈愿语气(ἄν 加上 εἴη)。τῷ σώματι 为方式或关系与格(“以肉体”),指代她作为名妓与女伶维生的营生。
- 17.25περιῆν τε αὐτοῖς ἀνεξελέγκτοις οὖσι
非人称动词 περιῆν 搭配与格代词(αὐτοῖς)及一系列并列不定词(ἀποτιννύναι、ἀπαχθῆναι、ἐπιδεῖν),意为“落得……下场 / 其结果是……”。分词短语 ἀνεξελέγκτοις οὖσι 与 αὐτοῖς 一致,作让步或描写性与格修饰(“即使未经证实有罪 / 在未被定罪的情况下”)。
- 17.26τῷ μὴ πεφωρᾶσθαι δοκεῖν
由冠词化不定词与格(τῷ ... δοκεῖν)构成的手段状语(“藉由显得 / 假装……”)。δοκεῖν 支配的完成时被动不定词 πεφωρᾶσθαι(“被当场捕获”)以妻子们为其隐含义位主语,全句意为“通过假装未曾抓到她们现行”。
