← 普罗科皮乌斯

秘史

§17.1-17.15

处死卡利尼科斯与狄奥多拉强迫婚姻

本节记述了狄奥多拉处死总督卡利尼科斯、强行拘禁数百名妓女,以及逼迫两位出身贵族的寡妇姐妹下嫁卑贱之徒的专横暴政。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

Ἀλλὰ τοῦτο μὲν τῇδε ἐχώρησεν. ἐρρήθη δὲ ἀρχομένῳ μοι τοῦδε τοῦ λόγου καὶ ὅσα Βελισάριόν τε καὶ Φώτιον καὶ Βούζην αὐτῇ ἐργασθείη.1

这一事件便如此了结。此外,在本篇记述开端,她对贝利萨留、福提奥斯以及布泽斯所施加的种种暴行,亦已由我述及。

§17.2

στασιῶται δὲ Βένετοι δύο Κίλικες γένος Καλλινίκῳ τῷ Κιλικίας Δευτέρας ἄρχοντι σὺν θορύβῳ πολλῷ ἐπιστάντες χειρῶν ἀδίκων ἐπ’ αὐτὸν ἦρξαν, τόν τε αὐτοῦ ἱπποκόμον ἄγχιστά που ἑστῶτα καὶ ἀμύνειν τῷ κεκτημένῳ πειρώμενον ἔκτειναν, τοῦ τε ἄρχοντος καὶ τοῦ δήμου θεωμένου παντός.

两名属于蓝党的党徒,原籍基利家,伴随着巨大的喧闹扑向第二基利家行省的总督卡利尼科斯,对其大打出手,并在总督及全城民众的目睹下,杀害了他身旁正极力保护主人的马夫。

§17.3

καὶ ὁ μὲν τοὺς στασιώτας ἄλλων τε πολλῶν καὶ τοῦδε ἁλόντας τοῦ φόνου ἐν δίκῃ ἀνεῖλεν, ἡ δὲ μαθοῦσα καὶ ὅτι τοὺς Βενέτους προσποιεῖται ἐνδεικνυμένη, ἔτι αὐτὸν τὴν ἀρχὴν ἔχοντα ἐν τῷ τῶν φονέων τάφῳ ἀνεσκολόπισεν οὐδενὶ λόγῳ.

总督依法处决了这些因犯下诸多罪行以及此宗谋杀而定罪的党徒;然而她得知此事后,为了表明自己袒护蓝党,竟然趁总督尚未卸任之时,毫无道理地将他插在那些凶手的坟头处以尖桩刑。

§17.4

βασιλεὺς δὲ κλάειν τε καὶ ὀδύρεσθαι τὸν ἀπολωλότα σκηπτόμενος καθῆστο γρυλλίζων, πολλά τε τοῖς ἐς τὴν πρᾶξιν ὑπουργηκόσιν ἀνατεινάμενος οὐδὲν ἔδρασε, τὰ μέντοι χρήματα τοῦ τετελευτηκότος ληΐζεσθαι ὡς ἥκιστα ἀπηξίωσεν.

皇帝则假装为死者哭泣哀悼,坐在一旁嘟囔抱怨,虽对协助行凶之人多加恐吓,却未采取任何行动,唯独对掠夺死者的财产毫不推辞。

§17.5

Ἀλλὰ καὶ ὑπὲρ ἁμαρτάδων τῶν ἐς τὸ σῶμα κολάσεις τῇ Θεοδώρᾳ ἐπινοεῖν ἐπιμελὲς ἦν. πόρνας ἀμέλει πλέον ἢ πεντακοσίας ἀγείρασα ἐν ἀγορᾷ μέσῃ ἐς τριώβολον, ὅσον ἀποζῆν μισθαρνούσας, ἔς τε τὴν ἀντιπέρας ἤπειρον στείλασα ἐν τῷ καλουμένῳ Μετανοίᾳ μοναστηρίῳ καθεῖρξε τὸν βίον μεταμφιέσασθαι ἀναγκάζουσα.

不仅如此,为肉体之罪构想惩罚亦是狄奥多拉热心关照之事。例如,她将五百多名在集市正中以区区三奥波尔卖身糊口的娼妓聚集起来,押往对岸的大陆,监禁在名为“悔改”的修道院中,强迫她们改易生活方式。

§17.6

ὧν δή τινες ἐρρίπτουν αὑτὰς ἀφ’ ὑψηλοῦ νύκτωρ, ταύτῃ τε τῆς ἀκουσίου μεταβολῆς ἀπηλλάσσοντο.

其中一些妇人于夜间自高处纵身跃下,以此摆脱了这非出于自愿的改变。

§17.7

Δύο δὲ κόραι ἐν Βυζαντίῳ ἀδελφαὶ ἤτην, οὐκ ἐκ πατρός τε καὶ τριγονίας ὑπάτων μόνον, ἀλλ’ ἀνέκαθεν αἵματος τοῦ πρώτου ἔν γε τῇ συγκλήτῳ βουλῇ γεγονυῖαι.

在拜占庭曾有姐妹二人,她们不仅父祖三代皆为执政官,更是元老院中自古以来最高贵血统的后裔。

§17.8

ταύταις ἤδη ἐς γάμον ἐλθούσαις ἀπολωλότων τῶν ἀνδρῶν χήραις γεγονέναι ξυνέπεσεν. αὐτίκα δὲ ἄνδρας ἡ Θεοδώρα δύο ἀγελαίους τε καὶ βδελυροὺς ἀπολέξασα συνοικίζειν αὐταῖς ἐν σπουδῇ εἶχεν, ἐπικαλοῦσα μὴ σωφρόνως βιοῦν.

二人此前出嫁,适逢丈夫亡故而沦为寡妇。狄奥多拉随即挑选了两个粗鄙可憎的男子,指控她们生活不检点,竭力要将她们与这两人婚配。

§17.9

ὅπερ ἵνα μὴ γένηται δείσασαι, ἐς τὸ τῆς Σοφίας ἱερὸν φεύγουσιν, ἔς τε τὸν θεῖον λουτρῶνα ἐλθοῦσαι τῆς ἐνταῦθα κολυμβήθρας ἀπρὶξ εἴχοντο.

她们惧怕此事发生,便逃入圣索菲亚大教堂,走进神圣的洗礼堂,死死抱住那里的洗礼盆不放。

§17.10

ἀλλὰ τοσαύτην αὐταῖς ἀνάγκην τε καὶ κακοπάθειαν προσετρίψατο ἡ βασίλισσα ὥστε αὐταῖς ἀπαλλαξειούσαις τῶν ἐνθένδε κακῶν τὸν γάμον αὐτῶν ἀνταλλάξασθαι ἐν σπουδῇ γέγονεν.2 οὕτως αὐτῇ ἄχραντος οὐδεὶς ἢ ἄσυλος μεμένηκε χῶρος.

然而皇后向她们施加了如此沉重的强迫与磨难,以致她们为了摆脱眼前的苦厄,迫切希望以顺从这桩婚事来换取解脱。在她面前,竟无任何地方得以保持纯洁或享有庇护。

§17.11

αὗται μὲν οὖν ἀνδράσι πτωχοῖς τε καὶ ἀπερριμμένοις πολλῷ ἀπὸ τῆς σφετέρας ἀξίας ἀκούσιαι ξυνῳκίσθησαν, καίπερ εὐπατριδῶν σφίσι παρόντων μνηστήρων.

于是,尽管有门当户对的高贵求婚者在旁,她们仍被迫下嫁给远低于自身门第的贫寒落魄之徒。

§17.12

ἡ δὲ μήτηρ αὐταῖς χήρα καὶ αὐτὴ γεγονυῖα οὔτε ἀνοιμῶξαι οὔτε ἀποκλαῦσαι τολμῶσα τὸ πάθος παρῆν τῇ ἐγγύῃ. ὕστερον δὲ ἀφοσιουμένη ἡ Θεοδώρα τὸ μίασμα, δημοσίαις αὐτὰς παρηγορῆσαι ξυμφοραῖς ἔγνω.3

她们的母亲同样身为寡妇,甚至不敢为这飞来横祸放声哀嚎或痛哭,只得出席了订婚仪式。事后,狄奥多拉仿佛为了洗刷这项污名,竟决定以公共灾难来安慰她们。

§17.14

ἄρχοντα γὰρ ἑκάτερον κατεστήσατο. καὶ ταῖς μὲν κόραις παραψυχὴ οὐδ’ ὣς γέγονε, πάθη δὲ ἀνήκεστα καὶ ἀνύποιστα τοῖς ὑπηκόοις σχεδόν τι ἅπασι πρὸς τῶν ἀνδρῶν τούτων ξυνηνέχθη παθεῖν, ἅπερ μοι ἐν τοῖς ὄπισθεν λόγοις λελέξεται.

因为她将这两个男人分别任命为行省长官。对两位年轻贵妇而言,即便如此亦未获得丝毫宽慰;然而几乎所有治下臣民却因这些男子而遭受了不可救药且难以忍受的祸患,对此我将在后续的篇章中详加叙述。

§17.15

Θεοδώρᾳ γὰρ οὔτε ἀρχῆς οὔτε πολιτείας ἀξίωσις οὔτε τι ἄλλο ἐπιμελὲς ἦν, εἰ τὸ βούλημα περανεῖται μόνον.

盖因狄奥多拉既不在意官爵的尊严,亦不顾及国家的体统或任何其他事情,只要自己的意愿得以达成即可。

语法注3 条
  1. 17.1ἐρρήθη δὲ ἀρχομένῳ μοι τοῦδε τοῦ λόγου καὶ ὅσα Βελισάριόν τε καὶ Φώτιον καὶ Βούζην αὐτῇ ἐργασθείη.

    此句为动词 ἐργάζομαι 接双宾格(人+事物,意为“对某人做出某事”)在被动语态中的变体。在被动希求法 ἐργασθείη(代表间接引语或过去视角的间接叙述)中,表示事物的宾格转为关系分句主语 ὅσα,而表示承受者的名词(Βελισάριόν τε καὶ Φώτιον καὶ Βούζην)仍保留宾格形式。αὐτῇ 为与被动语态连用的施事者与格。

  2. 17.10ἀπαλλαξειούσαις τῶν ἐνθένδε κακῶν τὸν γάμον αὐτῶν ἀνταλλάξασθαι ἐν σπουδῇ γέγονεν.

    ἀπαλλαξειούσαις 为意愿动词(desiderative verb)ἀπαλλαξείω(渴望摆脱)的现在分词阴性与格复数,与无人称与格句式 ἐν σπουδῇ γέγονεν 中的逻辑主语 αὐταῖς 一致。中动不定词 ἀνταλλάξασθαι 以宾格 τὸν γάμον 为宾语,意为“为了摆脱眼前的灾祸(τῶν ἐνθένδε κακῶν)而交换接受这桩婚姻,成了她们急切渴望之事”。

  3. 17.13δημοσίαις αὐτὰς παρηγορῆσαι ξυμφοραῖς ἔγνω.

    δημοσίαις ... ξυμφοραῖς 作与不定词 παρηγορῆσαι(安慰、抚慰)连用的手段/方式与格。在语法上通常充当抚慰之物的恩惠位置上,普罗柯比反讽式地置入了“公共灾难”(即任命这两个粗鄙的丈夫担任总督祸害百姓),构成了强烈的讽刺修辞(irony)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:17.1-17.15