- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:16.13-16.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥多拉依靠严密的密探网络将触犯自己的人秘密流放至帝国边陲,又以鸡奸的虚假罪名残忍处死得罪自己的巴西阿努斯,并试图以同样罪名陷害名士狄奥根尼斯;尽管其好友狄奥多罗斯惨遭严刑拷打却坚不吐实,最终狄奥根尼斯获判无罪。
τοιοῦτο γὰρ δέος ἐξ οὗ γεγόνασιν ἄνθρωποι ἐκ τυράννων οὐδενὸς γέγονεν, ἐπεὶ οὐδὲ λαθεῖν τινα τῶν προσκεκρουκότων οἷόν τε ἦν.
自有人类以来,从未有任何暴君造成过如此深重的恐惧,因为得罪她的人绝无可能逃过查察。
πλῆθος γὰρ κατασκόπων αὐτῇ τὰ λεγόμενα καὶ πρασσόμενα ἔν τε τῇ ἀγορᾷ καὶ ταῖς οἰκίαις ἐσήγγελλον.
成群的密探向她报告在集市和民居中所说所行的一切。
ἡνίκα τοίνυν τοῦ παραπεπτωκότος τὴν κόλασιν ἐκφέρεσθαι οὐδαμῆ ἤθελεν, ἐποίει τάδε.
因此,每当她决意不让触犯她的人所受的惩罚泄露出去时,便如此行事:
τὸν ἄνθρωπον μετακαλεσαμένη, ἤν τις τῶν λογίμων ἐτύγχανεν ὢν, μόνη τε αὐτὴ τῶν ὑπουργούντων τινὶ παραδοῦσα μόνῳ ἐπήγγελλεν εἰς τὰς ἐσχατιὰς αὐτὸν μετακομίσαι τῆς Ῥωμαίων ἀρχῆς.
她将那人召来——若他碰巧是一位显贵之人——她独自一人将他单独移交给手下仆从中的一人,命令他将其押解至罗马帝国的最边陲之地。
καὶ ὃς ἀωρὶ τῶν νυκτῶν κατακεκαλυμμένον αὐτὸν καὶ δεθέντα εἰς τὴν ναῦν ἐμβιβάσας καὶ σὺν αὐτῷ γεγονὼς, οὗ οἱ πρὸς τῆς γυναικὸς ἐπετέτακτο, ἐνταῦθα παρεδίδου λαθραιότερον τῷ ἐς ταύτην τὴν ὑπουργίαν ἱκανῶς ἔχοντι, φυλάσσειν τε ὡς ἀσφαλέστατα ἐπιστείλας τὸν ἄνθρωπον καὶ ἀπειπὼν μηδενὶ φράζειν, ἕως ἂν ἢ τὸν ταλαίπωρον ἡ βασιλὶς οἰκτίζηται ἢ χρόνον πολὺν τῇ ἐνταῦθα κακοπαθείᾳ δυσθανατήσας τε καὶ καταμαρανθεὶς τελευτήσειεν, ἀπηλλάσσετο.
于是这名仆从在夜深人静之时,将蒙着头、被捆绑的受害者押上一艘船,携他抵达那妇人所指定之处,在那里秘密将其转交予胜任此项差役之人;在吩咐此人务必竭尽严密看守这囚犯,并严禁向任何人吐露一字,直至皇后怜悯这可怜人,或者他在那里的折磨中久经痛苦煎熬、消瘦枯槁而死之后,这名仆从便径自离去。
Καὶ Βασιανὸν δέ τινα Πράσινον, οὐκ ἀφανῆ νέον ὄντα, αὐτῇ διαλοιδορησάμενον δι’ ὀργῆς ἔσχε. διὸ δὴ ὁ Βασιανὸς (οὐ γὰρ ἀνήκοος ταύτης δὴ τῆς ὀργῆς ἐγεγόνει) ἐς τοῦ ἀρχαγγέλου τὸν νεὼν φεύγει.
她还对一名属于绿党、声名显赫的青年巴西阿努斯深怀忿怒,因他曾辱骂过她。因此巴西阿努斯——由于他并非不知晓这股忿怒——逃入了总领天使的圣堂中避难。
ἡ δέ οἱ ἐπέστησεν αὐτίκα τὴν τῷ δήμῳ ἐφεστῶσαν ἀρχὴν, οὐδὲν μὲν τῆς λοιδορίας ἐπικαλεῖν ἐπαγγείλασα, ὅτι δὲ παιδεραστοίη ἐπενεγκοῦσα.
然而她立即派遣主管民众的官吏前去抓捕他,吩咐不得就辱骂一事提出任何指控,而是诬陷他犯有鸡奸之罪。
καὶ ἡ μὲν ἀρχὴ ἐκ τοῦ ἱεροῦ τὸν ἄνθρωπον ἀναστήσασα ᾐκίζετο ἀνυποίστῳ τινὶ κολάσει, ὁ δὲ δῆμος ἅπας ἐπεὶ ἐν τοιαύταις συμφοραῖς εἶδε σῶμα ἐλευθέριόν τε καὶ ἀνειμένῃ ἄνωθεν διαίτῃ ἐντραφὲν, ἀπήλγησάν τε τὸ πάθος εὐθὺς καὶ ξὺν οἰμωγῇ ἀνέκραγον οὐράνιον ὅσον1 ἐξαιτούμενοι τὸν νεανίαν.
那官吏便将此人从圣堂中拖出,施以不堪忍受的酷刑;全城市民眼见一位出身自由、自幼接受优渥生活滋养之躯遭受如此横祸,顿时为其悲惨遭遇深感痛切,号哭之声震彻云霄,齐声乞求赦免这名年轻人。
ἡ δὲ αὐτὸν ἔτι μᾶλλον κολάσασα καὶ τὸ αἰδοῖον ἀποτεμομένη διέφθειρεν ἀνεξελέγκτως, καὶ τὴν οὐσίαν ἐς τὸ δημόσιον ἀνεγράψατο.
然而她反而对他施加更严酷的刑罚,割去了他的生殖器官,未经任何合法查验便处死了他,并将其财产抄没充公。
οὕτως ἡνίκα ὀργῴη τὸ γύναιον τοῦτο, οὔτε ἱερὸν ὀχυρὸν ἐγεγόνει οὔτε νόμου του ἀπαγόρευσις οὔτε πόλεως ἀντιβόλησις ἐξελέσθαι τὸν παραπεπτωκότα ἱκανὴ ἐφαίνετο οὖσα, οὔτε ἄλλο αὐτῇ ἀπήντα τῶν πάντων οὐδέν.
因此,每当这凶残妇人狂怒之时,既无任何圣堂能提供庇护,亦无任何法律的禁令,甚至整座城市的哀求也无法拯救触犯她的人,世上的一切都无法阻止她。
καὶ Διογένην δέ τινα οἷα Πράσινον ὄντα δι’ ὀργῆς ἔχουσα, ἄνδρα ἀστεῖον καὶ ποθεινὸν ἅπασί τε καὶ αὐτῷ τῷ βασιλεῖ, οὐδέν τι ἧσσον γάμων ἀνδρείων2 συκοφαντεῖν ἐν σπουδῇ εἶχε.
此外,她因一名叫狄奥根尼斯的人属于绿党而对其深怀忿怒;此人谈吐文雅,深受众人乃至皇帝本人的喜爱,但她依然竭力诬告他犯有男子之间的苟合之罪。
δύο γοῦν ἀναπείσασα τῶν αὐτοῦ οἰκετῶν κατηγόρους τε καὶ μάρτυρας τῷ κεκτημένῳ ἐπέστησε.
于是她收买了此人的两名家奴,指使他们作为告发者和证人来指控其主人。
τοῦ δὲ οὐ κρύβδην ἐξεταζομένου καὶ λαθραιότατα, ᾗπερ εἰώθει, ἀλλ’ ἐν δημοσίῳ, δικαστῶν ᾑρημένων πολλῶν τε καὶ οὐκ ἀδόξων, διὰ τὴν Διογένους δόξαν, ἐπεὶ οὐκ ἐδόκουν ἀκριβολογουμένοις τοῖς δικασταῖς οἱ τῶν οἰκετῶν λόγοι ἀξιόχρεῳ ἐς τὴν κρίσιν εἶναι, ἄλλως τε καὶ παιδαρίων ὄντων, Θεόδωρον τῶν Διογένει ἀναγκαίων τινὰ ἐν τοῖς εἰωθόσιν οἰκιδίοις καθεῖρξεν.3
然而,由于狄奥根尼斯声名显赫,此案并未如往常那样在暗中极其隐秘地审讯,而是公开审理,并遴选了多位身份显赫的法官;当严格查验案情的法官们认为两名奴隶的话不足以作为判决的依据(尤其是因为他们尚属稚童)时,她便将狄奥根尼斯的一位密友狄奥多罗斯囚禁在她惯用的小密室中。
ἐνταῦθα πολλαῖς μὲν θωπείαις, πολλοῖς δὲ τὸν ἄνθρωπον αἰκισμοῖς περιῆλθεν. ἐπεί τέ οἱ οὐδὲν προὐχώρει, νευρὰν βοείαν ἐς τοῦ ἀνθρώπου τὴν κεφαλὴν ἀμφὶ τὰ ὦτα περιελίξαντας τὴν νευρὰν στρέφειν τε καὶ σφίγγειν ἐκέλευε.
在那里,她用诸般诱哄与百般酷刑折磨此人。当眼见一无所获时,她便命令众人用一根牛筋绳绕住此人双耳周围的头部,紧紧绞拧勒压。
καὶ τοὺς μέν οἱ ὀφθαλμοὺς Θεόδωρος ἐκπεπηδηκέναι τὴν οἰκείαν λιπόντας χώραν ὑπώπτευεν, οὐδὲν μέντοι τῶν οὐ γεγονότων ἀναπλάσσειν ἔγνω.
尽管狄奥多罗斯觉得自己的双眼已脱出原位迸裂出来,他却坚决不肯捏造任何子虚乌有之事。
διὸ δὴ οἱ μὲν δικασταὶ ἅτε ἀμαρτυρήτου δίκης Διογένους ἀπέγνωσαν, ἡ δὲ πόλις ἑορτὴν ἀπ’ αὐτοῦ πανδημεὶ ἦγεν.
因此,法官们以证据不足为由宣判狄奥根尼斯无罪,整座城市遂为此举行了全城性的盛大庆典。
- 16.20οὐράνιον ὅσον
成语性的副词性宾格短语,意为“如升天般高”“极其”。关系代词 ὅσον 与中性形容词 οὐράνιον 结合,修饰动词 ἀνέκραγον,夸张地形容民众哀号与请愿声之巨大。
- 16.23γάμων ἀνδρείων
由动词 συκοφαντεῖν(诬告、诽谤)所支配的罪名属格(罪过属格)。字面意为“男性的结合/婚媾”,委婉指称同性性行为或鸡奸罪名,与前文针对巴西阿努斯的指控(παιδεραστοίη)相呼应。
- 16.25τοῦ δὲ οὐ κρύβδην ἐξεταζομένου ... καθεῖρξεν
整个句子的主语为承前的狄奥多拉(未明写),主要动词为句末的 καθεῖρξεν。句首的 τοῦ δὲ οὐ κρύβδην ἐξεταζομένου 为属格绝对结构(τοῦ 可指案件本身或狄奥根尼斯),其后插入了叙述法官审理经过的原因从句(ἐπεὶ οὐκ ἐδόκουν ... εἶναι),造成主语及主要动词之间的长距离分隔。
