← 普罗科皮乌斯

秘史

§16.1-16.12

刺杀阿玛拉松塔与狄奥多拉的秘密清算

狄奥多拉因畏惧意欲投奔拜占庭的哥特女王阿玛拉松塔的美貌与才干,指使使节彼得将其刺杀;随后她又秘密将敢于抗衡自己的机要秘书普里斯库斯流放并强迫其出家,更将涉嫌与自己有私情的年轻仆人阿雷奥宾杜斯残酷拷打并使其彻底人间蒸发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

Ἡνίκα Ἀμαλασοῦνθα τῆς Γότθοις ἀπαλλαξείουσα διατριβῆς μεταμπίσχεσθαί τε τὸν βίον ἔγνω, καὶ τὴν ἐπὶ τὸ Βυζάντιον διενοεῖτο πορεύεσθαι,1 ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, λογισαμένη ἡ Θεοδώρα ὡς εὐπατρίδης τε ἡ γυνὴ καὶ βασιλὶς εἴη, καὶ ἰδεῖν μὲν εὐπρεπὴς ἄγαν, ἐπινοεῖν δὲ ὅ τι ἂν βούλοιτο γοργὸς μάλιστα, ὕποπτον δὲ αὐτῆς ποιησαμένη τό τε μεγαλοπρεπὲς καὶ διαφερόντως ἀρρενωπὸν, ἅμα δὲ καὶ τὸ τοῦ ἀνδρὸς ἐλαφρὸν δείσασα, οὐκ ἐπὶ μικροῖς τὴν ζηλοτυπίαν ἐξήνεγκεν, ἀλλ’ ἐνεδρεύειν τὴν γυναῖκα μέχρις ἐς θάνατον ἐν βουλῇ ἔσχεν.

当阿玛拉松塔意欲摆脱在哥特人中的寄居生活,决意改变自己的处境,并打算踏上前往拜占庭的行程时(正如我在先前的著作中所记述的那样),狄奥多拉考虑到这个女人出身显贵且是一位女王,相貌极其端丽,又极其敏于谋划所欲之事,并对她恢宏的气度与异乎寻常的男儿气魄深怀猜忌,同时也畏惧自己丈夫的轻浮多变,因而爆发了非同小可的嫉妒之心,决意设下陷阱将那女人置于死地。

§16.2

αὐτίκα τοίνυν ἀναπείθει τὸν ἄνδρα, Πέτρον μόνον αὐτὸν ἅτε πρεσβεύσοντα ἐς Ἰταλίαν πέμψαι.

于是她立即说服丈夫,只派彼得一人作为使节出使意大利。

§16.3

ᾧ δὴ στελλομένῳ βασιλεὺς μὲν ἐπέστελλεν ἅπερ μοι ἐν τοῖς ἐγκαίροις δεδιήγηται λόγοις, ἵνα δή μοι τῶν πεπραγμένων ἐκπύστους ποιεῖσθαι τὰς ἀληθείας δέει τῆς βασιλίδος ἀδύνατα ἦν.2

在他启程之际,皇帝固然给予了他我在适时的著作(战史)中所叙述的指令——在那里,由于对皇后的畏惧,我不可能将所行之事的真相公之于世。

§16.4

αὐτὴ δὲ τοῦτο ἐπήγγελλε μόνον, ὅτι τάχιστα τὴν γυναῖκα ἐξ ἀνθρώπων ἀφανιεῖν, ἐπ’ ἐλπίδος ὀχεῖσθαι μεγάλων ἀγαθῶν, ἢν τὰ ἐπηγγελμένα ποιοίη, καταστησαμένη τὸν ἄνθρωπον.3 καὶ ὃς ἐν Ἰταλίᾳ γενόμενος ʽοὐ γὰρ οἶδεν ἀνθρώπου φύσις ὀκνηρῶς ἐς ἄδικον φόνον ἰέναι, ἀρχῆς τινος ἴσως ἢ χρημάτων ἐν ἐλπίδι κειμένων μεγάλων’ οὐκ οἶδα ἥντινα Θευδάτῳ παραίνεσιν ποιησάμενος διαχρήσασθαι τὴν Ἀμαλασοῦνθαν ἀνέπεισε. καὶ ἀπ’ αὐτοῦ ἔς τε τὸ τοῦ μαγίστρου ἀξίωμα ἦλθε καὶ ἐπὶ πλεῖστον δυνάμεώς τε καὶ μάλιστα πάντων ἔχθους.

然而狄奥多拉自己只下达了一条命令:务必尽快将那个女人从人世间除掉;她使这人抱有极大的指望,若能照吩咐行事,便可获得丰厚的奖赏。 而此人抵达意大利后——因为在有望获得某种高官或巨额财富时,人的本性不知对实施不义的谋杀有何迟疑——不知对狄奥达哈德说了何种劝诱之言,便说服他杀害了阿玛拉松塔。由此,他不仅登上了事务长官的显位,获得了极大的权势,同时也招致了举世最深的痛恨。

§16.6

Τὰ μὲν οὖν κατὰ τὴν Ἀμαλασοῦνθαν ἐς τοῦτο ἐτελεύτα.

关于阿玛拉松塔的事端便以此告终。

§16.7

ἦν δέ τις Ἰουστινιανῷ ἐπιστολογράφος, Πρίσκος ὀνόματι, ἄγαν πονηρὸς μὲν καὶ Παφλαγὼν καὶ πρέπων τῷ προστάτῃ τὸν τρόπον ἀρέσκειν, λίαν δὲ πρὸς αὐτὸν εὐνοϊκῶς ἔχων καὶ πρὸς αὐτοῦ τυγχάνειν τῶν ὁμοίων οἰόμενος· διὸ δὴ καὶ χρημάτων μεγάλων κύριος οὐκ ἐν δίκῃ τάχιστα γέγονε.

查士丁尼有一名机要秘书,名叫普里斯库斯,是个极其邪恶的帕夫拉戈尼亚人,其品性恰好投合其主子;他对〔查士丁尼〕极其顺从,并自以为能从主子那里获得同等的恩宠,因此他也极其迅速地通过不义手段聚敛了巨额财富。

§16.8

τοῦτον δὴ ἅτε ὀφρυάζοντά τε καί οἱ ἀντιτείνειν πειρώμενον ἡ Θεοδώρα ἐς τὸν ἄνδρα διέβαλε.

因见此人傲慢自大并试图与自己对抗,狄奥多拉便在丈夫面前大肆中伤他。

§16.9

καὶ τὰ μὲν πρῶτα οὐδὲν ἤνυσεν, οὐ πολλῷ δὲ ὕστερον αὐτὴ μὲν τὸν ἄνθρωπον χειμῶνος μέσου εἰς ναῦν ἐμβιβάσασα ὅπῃ ἐβούλετο ἔπεμψε καὶ ἀποθρίξασα ἱερέα οὔτι ἑκούσιον ἠνάγκασεν εἶναι.

起初她一无所获,但不久之后,她亲自在隆冬时节将那人押上一艘船,遣送到她所中意的地方,并剃光了他的头发,强迫他完全违背心愿地成为一名教士。

§16.10

αὐτὸς δὲ δόκησιν παρεχόμενος ὅτι δὴ τῶν ποιουμένων οὐδὲν εἰδείη Πρίσκον μὲν οὐ διηρευνᾶτο ὅπῃ γῆς εἴη οὐδὲ ἐν μνήμῃ τὸ λοιπὸν εἶχεν, ἀλλὰ σιωπῇ ὥσπερ ληθάργῳ ἁλοὺς καθῆστο, τὰ μέντοι χρήματα ὀλίγων οἱ ἀπολελειμμένων ἐληίσατο πάντα. ὑποψίας δὲ συμπεσούσης αὐτῇ ἐρωτολήπτῳ εἶναι4 εἰς τῶν οἰκετῶν ἕνα, Ἀρεόβινδον ὄνομα, βάρβαρον μὲν γένος, εὐπρεπῆ δὲ καὶ νεανίαν, ὅνπερ ταμίαν αὐτὴ καταστησαμένη ἐτύγχανεν, ἀπολύσασθαι βουλομένη τὸ ἔγκλημα, καίπερ, ὥς φασι, τοῦ ἀνθρώπου δαιμονίως ἐρῶσα, ἐν μὲν τῷ παρόντι πικρότατα αὐτὸν ἀπ’ οὐδεμιᾶς αἰτίας αἰκίζεσθαι ἔγνω, τὸ δὲ λοιπὸν οὐδέν τι ἀμφ’ αὐτῷ ἔγνωμεν, οὐδέ τις αὐτὸν ἄχρι νῦν εἶδεν.

皇帝本人则装出一副对所发生的一切一无所知的神态,既不追查普里斯库斯流落何方,此后也绝口不提他,而是如同陷入昏睡般默然端坐;然而他却洗劫了那人的全部财产,只留给他极少的一部分。 此外,当狄奥多拉遭人怀疑迷恋上自己的一名仆从——此人名叫阿雷奥宾杜斯,出身蛮族,却是一位英俊的青年,恰好由她亲自任命为管家——为了洗清这一罪名,尽管据说她对那人爱得发狂,她仍决定在当时毫无缘由地对他施以极其残酷的拷打;此后我们便对其一无所知,直至今日也未曾有人见过他。

§16.12

ἢν γάρ τι τῶν πρασσομένων ἀποκρύπτεσθαι αὐτῇ βουλομένῃ εἴη,5 τοῦτο δὴ ἄρρητόν τε καὶ ἀμνημόνευτον ἅπασιν ἔμεινε, καὶ οὔτε τῷ ἐπισταμένῳ ἀγγεῖλαι τῶν τινι ἀναγκαίων ἔτι ἐξῆν οὔτε τῷ μανθάνειν βουλομένῳ πυνθάνεσθαι, κἂν πάνυ τις περίεργος ἦν.

因为倘若她希望将所作所为中的任何事隐匿起来,此事对所有人而言便成了不可言说、不可追忆之事;无论知情者要告知至亲之人,还是想要得知者去打听探询,即便某人极其好奇,也绝不再被允许了。

语法注5 条
  1. 16.1τὴν ἐπὶ τὸ Βυζάντιον διενοεῖτο πορεύεσθαι

    阴性宾格冠词 τὴν 修饰省略的名词 ὁδόν(道路、行程),与 πορεύεσθαι 构成表示移动的内宾格结构,意为“踏上前往拜占庭的道路”。

  2. 16.3ἵνα δή μοι τῶν πεπραγμένων ἐκπύστους ποιεῖσθαι τὰς ἀληθείας δέει τῆς βασιλίδος ἀδύνατα ἦν

    这里的连词 ἵνα 并非引导目的状语从句(“为了”),而是作关系副词,相当于 ἐν οἷς(“在其中”),先行词是前面的 ἐν τοῖς ἐγκαίροις λόγοις(即公开出版的《战史》)。中性复数 ἀδύνατα ἦν 作非人称谓语,以不定式短语为其主语。

  3. 16.4ἐπ’ ἐλπίδος ὀχεῖσθαι μεγάλων ἀγαθῶν, ἢν τὰ ἐπηγγελμένα ποιοίη, καταστησαμένη τὸν ἄνθρωπον

    短语 ἐπ’ ἐλπίδος ὀχεῖσθαι(字面意为“驾着希望”,即“抱有希望”)由分词 καταστησαμένη 统辖,意为“使该人处于……的指望中”。条件从句 ἢν ... ποιοίη 属于间接引语中的过去引述,原生连接法被转为希求法。

  4. 16.11ὑποψίας δὲ συμπεσούσης αὐτῇ ἐρωτολήπτῳ εἶναι

    属格独立结构(ὑποψίας συμπεσούσης)后接解释性的不定式 εἶναι 结构,表语形容词 ἐρωτολήπτῳ 受与格主体 αὐτῇ 的吸引而同样变为与格,意为“当起疑认为她陷入热恋时”。

  5. 16.12ἢν γάρ τι τῶν πρασσομένων ἀποκρύπτεσθαι αὐτῇ βουλομένῃ εἴη

    这是一个习惯句型,与格分词 αὐτῇ βουλομένῃ 与系动词 εἴη 结合(即 βουλομένῳ τινί ἐστι 结构,意为“若符合某人的意愿”),其真正的主语是被动不定式短语 τι τῶν πρασσομένων ἀποκρύπτεσθαι(“所行之事中的某事被隐匿”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:16.1-16.12