- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:15.21-15.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥多拉操纵法庭实施残酷迫害并包庇私党,指使宦官将一位显赫贵族的讨债诉求变成滑稽戏加以羞辱,并在海滨行宫的奢靡居留中令随从备受艰辛。
ἐγκλημάτων τε ἠκούετο πλῆθος καὶ καταλύσεως πέρι τῶν καθεστώτων δικαστήριον ἦν, καὶ δικασταὶ ξυνελέγοντο πρὸς αὐτῆς ἀγειρόμενοι, οἳ δὴ ἔμελλον διαμαχέσασθαι πρὸς ἀλλήλους, ὅστις ἂν αὐτῶν μᾶλλον τῶν ἄλλων ἀρέσκειν τῇ ἐς τὴν γνῶσιν ἀπανθρωπίᾳ τῇ βασιλίδι τὸ βούλημα ἱκανὸς γένοιτο.1 οὕτω τε τοῦ παραπεπτωκότος τὴν μὲν οὐσίαν αὐτίκα ἐς τὸ δημόσιον ἀνάγραπτον ἐποίει, πικρότατα δὲ αὐτὸν αἰκισαμένη, καίπερ ἴσως εὐπατρίδην τὸ ἀνέκαθεν ὄντα, ἢ φυγῇ ζημιοῦν ἢ θανάτῳ οὐδαμῆ ἀπηξίου.
无数的指控被呈递上来,关于倾覆现有体制的法庭设立起来;法官们由她召集而聚集在一起,他们注定要彼此争竞,看谁能以判决中的残忍手段更好地迎合皇后的心意。于是,她立即将失势者的财产查抄充公,在对其实施极其残酷的拷打之后,即使此人世代出身贵族,她也绝不吝惜对其处以流放或死刑。
ἢν δέ γε τῶν αὐτῇ ἐσπουδασμένων τινὶ ἐπὶ φόνοις ἀδίκοις ἢ ἑτέρῳ τῳ τῶν μεγίστων ἀδικημάτων ἁλῶναι ξυμβαίνῃ, διασύρουσα καὶ χλευάζουσα τὴν τῶν κατηγόρων ὁρμὴν σιωπᾶν τὰ προσπεσόντα οὔτι ἐθελουσίους ἠνάγκαζεν.
然而,若是她所青睐的某个人因非法的谋杀或其他任何最严重的罪行而被定罪,她便会嘲弄并讥笑控告者的热情,迫使他们完全违背本愿地对所发生的事情保持沉默。
Ἀλλὰ καὶ τῶν πραγμάτων τὰ σπουδαιότατα εἰς γελωτοποιίαν μεταβάλλειν, ὅταν αὐτῇ δοκῇ, ὥσπερ ἐν σκηνῇ καὶ θεάτρῳ ἔργον πεποίηται.
不仅如此,她还养成了一种习惯,只要她高兴,便将最严肃的事务变成笑柄,宛如舞台和剧场中的戏剧一般。
καί ποτε τις τῶν πατρικίων γέρων τε καὶ χρόνον πολὺν ἐν ἀρχῇ γεγονὼς, οὗπερ ἐγὼ τὸ ὄνομα ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι, ὡς μὴ ἀπέραντον τὴν ἐς αὐτὸν ὕβριν ποιήσωμαι, τῶν αὐτῇ ὑπηρετούντων τινὰ ὀφείλοντά οἱ χρήματα μεγάλα εἰσπράξασθαι οὐχ οἷός τε ὢν ἐσῆλθε παρ’ αὐτὴν, τόν τε συμβαλόντα αἰτιασόμενος καὶ δεηθησόμενος αὐτῷ βοηθῆσαι τὰ δίκαια.
曾经有一位年纪很大且长期担任高官的贵族——我虽然对他的名字了如指掌,却绝不提及,以免使加诸他身上的侮辱变得无休无止——因为无法从服侍她的一个奴仆那里讨回欠他的一大笔钱,便来到她面前,打算控告这个借债者,并恳求她主持公道施以援手。
ὅπερ ἡ Θεοδώρα προμαθοῦσα τοῖς εὐνούχοις ἐπέστελλεν, ἐπειδὰν ὁ πατρίκιος πρὸς αὐτὴν ἵκοιτο, κυκλώσασθαι μὲν αὐτὸν ἅπαντας, ἐπακούειν δὲ αὐτῇ φθεγγομένῃ, ὑπειποῦσα ὅ τι αὐτοὺς ἀντιφθέγγεσθαι δεῖ.
狄奥多拉预先得知了此事,便吩咐宦官们:一旦这位贵族来到她面前,所有人都要围住他,聆听她发话,并预先向他们授意应当如何齐声回应。
ἐπεὶ δὲ ὁ πατρίκιος ἐς τὴν γυναικωνῖτιν ἦλθε, προσεκύνησε μὲν ὥσπερ αὐτὴν προσκυνεῖν εἴθιστο, δεδακρυμένῳ δὲ ἐοικὼς “ὦ δέσποινα”, ἔφη, “χαλεπὸν πατρικίῳ ἀνδρὶ χρημάτων δεῖσθαι.
当这位贵族进入后宫内殿时,他按照惯例向她行俯伏之礼,宛如泪流满面般说道:“女主啊,一位贵族缺乏金钱是一件痛苦的事。
ἃ γὰρ τοῖς ἄλλοις συγγνώμην τε καὶ ἔλεον φέρει, ταῦτα ἐς ὕβριν τῷδε ξυμβαίνει τῷ ἀξιώματι ἀποκεκρίσθαι.
因为能为他人带来宽恕和怜悯的事,落到这个尊严的阶层头上,却成了奇耻大辱。
ἄλλῳ μὲν γὰρ ὁτῳοῦν ἀπορουμένῳ τὰ ἔσχατα πάρεστιν αὐτὸ τοῦτο εἰπόντι τοῖς χρήσταις ὄχλου τοῦ ἐνθένδε εὐθὺς ἀπηλλάχθαι, πατρίκιος δὲ ἀνὴρ οὐκ ἔχων ὅθεν ἂν ἐκτῖσαι τοῖς χρήσταις τὰ ὀφλήματα ἱκανὸς εἴη μάλιστα μὲν τοῦτο ἂν εἰπεῖν αἰσχυνθείη, εἰπὼν δὲ οὐκ ἄν ποτε πείσαι ὡς οὐχ οἷόν τε ὂν τῷδε πενίαν τῷ τάγματι ξυνοικίζεσθαι.
因为任何其他陷入极度匮乏的人,只需向债权人说明实情,便可立即摆脱来自彼处的纠缠;然而一个没有能力偿还债款的贵族,首先会以此言为耻,即使说了出来,也绝不能让人信服,因为人们认为贫困绝不可能与这一阶层并存。
ἢν δέ γε καὶ πείσῃ, τὰ πάντων αὐτῷ αἴσχιστά τε καὶ ἀνιαρότατα πεπονθέναι ξυμβήσεται.
即便他真能说服对方,他也将遭受世上最可耻、最痛苦的折磨。
οὐκοῦν, ὦ δέσποινα, εἰσί μοι χρῆσται, οἱ μὲν δανείσαντες τὰ σφέτερα αὐτῶν, οἱ δὲ παρ’ ἐμοῦ δεδανεισμένοι.2
因此,女主啊,我有往来的交易者,一些是将自己的钱财借予我的,另一些则是从我这里借款的。
καὶ τοὺς μὲν δανείσαντας ἐνδελεχέστατα ἐγκειμένους οὐχ οἷός τέ εἰμι αἰδοῖ τοῦ ἀξιώματος ἀποκρούσασθαι, οἱ δέ γε ὀφείλοντες, οὐ γὰρ πατρίκιοι τυγχάνουσιν ὄντες, εἰς σκήψεις τινὰς ἀπανθρώπους χωροῦσιν.
对于那些不断严加催逼的放贷者,出于这一身分的体面,我无法将他们回绝;而那些欠我钱的人——因为他们并非贵族——便诉诸无情的借口。
ἀντιβολῶ τοίνυν καὶ ἱκετεύω καὶ δέομαι βοηθῆσαί τέ μοι τὰ δίκαια καὶ τῶν παρόντων ἀπαλλάξαι κακῶν.” ὁ μὲν ταῦτα εἶπεν. ἡ δὲ γυνὴ ἀπεκρίνατο ἐμμελῶς, “πατρίκιε ὁ δεῖνα”, καὶ ὁ τῶν εὐνούχων χορὸς ὑπολαβὼν ἀντεφθέγξατο, “μεγάλην κήλην ἔχεις”. αὖθις δὲ τοῦ ἀνθρώπου ἱκετεύσαντός τε καὶ ῥῆσίν τινα ἐμφερῆ τοῖς ἔμπροσθεν εἰρημένοις εἰπόντος κατὰ ταὐτὰ πάλιν ἥ τε γυνὴ ἀπεκρίνατο καὶ ὁ χορὸς ἀντεφθέγξατο, ἕως ἂν ἀπειπὼν ὁ ταλαίπωρος προσεκύνησέ τε ᾗπερ εἰώθει καὶ ἀπιὼν οἴκαδε ᾤχετο.3
因此,我恳求、祈求并请求您主持公道相助,救我脱离眼前的困境。”他说了这些话;然而那女人却拿腔拿调地应道:“某某贵族殿下”,宦官组成的合唱队随即接过话头齐声唱和:“你生了好大一个疝气!”那人再次哀求,并发表了一段与先前所说相似的言辞,那女人又以同样的方式作答,合唱队也齐声回应,直到那个可怜的人终于放弃,像往常一样行了俯伏之礼,退下回家去了。
ἐν προαστείοις δὲ τοῖς ἐπιθαλαττίοις τὸ πλεῖστον τοῦ ἔτους καὶ οὐχ ἥκιστα ἐν τῷ ἐπικαλουμένῳ Ἡρίῳ διατριβὴν εἶχε, καὶ ἀπ’ αὐτοῦ τῶν ἑπομένων ὁ πολὺς ὅμιλος κακοπαθείᾳ πολλῇ εἴχετο.
她一年中的大部分时间都在海滨的郊外别苑度过,尤其是在被称为赫利翁的地方,因此大批随从陷入了巨大的苦难之中。
τῶν τε ἀναγκαίων γὰρ ἐσπάνιζον καὶ θαλαττίοις ὡμίλουν κινδύνοις, ἄλλως τε καὶ χειμῶνος, ἂν οὕτω τύχῃ, ἐπιπεσόντος, ἢ τοῦ κήτους ἐνταῦθά ποι ἐπισκήψαντος.
因为他们缺乏生活必需品,还要面临海上的危险,尤其是在碰巧暴风雨降临,或是海怪在那一带出没的时候。
ἀλλ’ αὐτοὶ τὰ πάντων ἀνθρώπων κακὰ οὐδὲν πρᾶγμα ᾤοντο εἶναι, ὅσον ἤν γε μόνον αὐτοῖς τρυφᾶν ἐξείη.
然而,他们〔皇帝夫妇〕自己却把全人类的灾难视同儿戏,只要他们自己能够沉溺于奢靡之中即可。
ὁποῖος δὲ ὁ Θεοδώρας πρὸς τοὺς προσκεκρουκότας ἐφαίνετο τρόπος, αὐτίκα δηλώσω, ὀλίγων δηλονότι ἐπιμνησθεὶς, ὡς μὴ ἀτελεύτητα πονεῖν δόξαιμι.
至于狄奥多拉对待触犯她的人究竟表现出何种性情,我随即就会加以阐明;当然只列举少数几件事,免得我显得在从事无休止的劳作。
- 15.21ἀρέσκειν τῇ ἐς τὴν γνῶσιν ἀπανθρωπίᾳ τῇ βασιλίδι τὸ βούλημα ἱκανὸς γένοιτο
不定式 ἀρέσκειν 支配与格补足语 τῇ βασιλίδι(“迎合皇后”)。τῇ ἐς τὴν γνῶσιν ἀπανθρωπίᾳ 是表示手段或原因的与格(“以判决中的残忍”)。τὸ βούλημα 为关系对格(限制对格)或同源/内在对格,表示“在心愿/意向方面”,全句骨干意为“他们之中谁更能凭借判决中的残忍手段迎合皇后的心愿”。
- 15.31εἰσί μοι χρῆσται, οἱ μὲν δανείσαντες τὰ σφέτερα αὐτῶν, οἱ δὲ παρ’ ἐμοῦ δεδανεισμένοι
名词 χρῆσται 通常指“债权人/债主”,但在此处用作更广泛的“借贷交易方”,随后通过两个分词短语作同位语细分说明:主动分词 δανείσαντες 指把自身财产借出的人(即债权人),而中动/被动态分词 δεδανεισμένοι 则指从他那里借款的人(即债务人),以此形成对举,陈述其两头受困的处境。
- 15.35ἕως ἂν ἀπειπὼν ὁ ταλαίπωρος προσεκύνησέ τε ᾗπερ εἰώθει καὶ ἀπιὼν οἴκαδε ᾤχετο
连词 ἕως ἄν 后面接了直陈式过去时动词(不定过去时 προσεκύνησε 与未完成过去时 ᾤχετο)。在古典雅典希腊语中,ἕως ἄν 通常与虚拟式连用表示未来的极限,但在晚期希腊语历史叙事中,它可以保留 ἄν 并带直陈式过去时,以表达实际达到的过去既成事实与终局(“直到那可怜的人最终放弃……”)。
