← 普罗科皮乌斯

秘史

§15.1-15.20

皇后狄奥多拉的冷酷专权与对臣下的压迫

作者揭露了狄奥多拉冷酷顽固的心性、奢靡怠惰的生活以及专断朝政的恶行,将其难以接近的威势与查士丁尼的随和相对比,并指责两人共同的贪婪、嗜杀与虚伪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

Ὁ μὲν οὖν Ἰουστινιανὸς τοιοῦτός τις ἦν. Θεοδώρα δὲ ἐν τῷ βεβαίῳ τῆς ἀπανθρωπίας ἐνδελεχέστατα ἐπεπήγει τὴν γνώμην.1

查士丁尼便是这样的一个人;而狄奥多拉则在冷酷无情的坚定心性中,极为顽固地固执己见。

§15.2

ἄλλῳ μὲν γὰρ ἀναπεισθεῖσα ἢ ἀναγκασθεῖσα εἰργάζετο οὐδὲν πώποτε, αὐτὴ δὲ τὰ δόξαντα ἐπετέλει αὐθαδιαζομένη δυνάμει τῇ πάσῃ, οὐδενὸς ἐξαιτεῖσθαι τὸν παραπεπτωκότα τολμῶντος.

因为她从未因受到他人的劝说或强迫而行事,而是任性专断,倾尽全力贯彻自己的决定,无人敢为触怒她的人求情。

§15.3

οὐδὲ γὰρ χρόνου μῆκος, οὐ κολάσεως πλησμονὴ, οὐχ ἱκετείας τις μηχανὴ, οὐ θανάτου ἀπειλὴ, ὅτι δὴ ἐξ οὐρανοῦ πεσεῖται τῷ παντὶ γένει ἐπίδοξος οὖσα,2 καταθέσθαι αὐτήν τι τῆς ὀργῆς ἔπειθε.

因为无论是岁月的久远、刑罚的过量、任何祈求的手段,还是注定要从天而降降临在全人类头上的死亡威胁,都不能说服她平息哪怕一丝怒火。

§15.4

καὶ συλλήβδην Θεοδώραν τῷ προσκεκρουκότι καταλλαγεῖσαν οὐδείς ποτε εἶδεν οὐδὲ ἐξ ἀνθρώπων ἀφανισθέντι, ἀλλὰ τοῦ τετελευτηκότος ὁ παῖς διαδεξάμενος τὸ τῆς βασιλίδος ἔχθος ὥσπερ ἄλλο τι τοῦ πατρὸς ἐς τριγένειαν παρέπεμπεν.

简而言之,从未有人见过狄奥多拉与触犯过她的人达成和解,甚至在那人从人世间消逝之后也是如此;相反,死者的儿子继承了皇后的仇恨,就像继承父亲的其他遗产一样将其传至第三代。

§15.5

ὁ γὰρ θυμὸς αὐτῇ κινεῖσθαι μὲν εἰς ἀνθρώπων φθορὰν ἑτοιμότατος ἦν, ἐς δὲ τὸ λωφῆσαι ἀμήχανος.

因为她的怒火在动念毁灭人类方面极为敏捷,但在平息方面却完全无能为力。

§15.6

Τὸ μέντοι σῶμα ἐθεράπευε μειζόνως μὲν ἢ κατὰ τὴν χρείαν, ἐλασσόνως δὲ ἢ κατὰ τὴν αὐτῆς ἐπιθυμίαν.

然而,她调理保养自己的身体超出了实际需要,却又逊于她自己的欲望所求。

§15.7

ταχύτατα μὲν γὰρ ἐς τὸ βαλανεῖον, ἐς τὸ ἀκρατίζεσθαι ἐνθένδε ἐχώρει.

因为她极快地前去沐浴,随后便去用清晨的早点。

§15.8

ἀκρατισαμένη δὲ ἡσυχίαν ἦγεν. ἀριστῶσα μέντοι καὶ δεῖπνον αἱρουμένη ἐς πᾶσαν ἰδέαν ἐδωδίμων τε καὶ ποτῶν ἤρχετο, ὕπνοι τε αὐτῆς ἀεὶ μακρότατοι ἀντελαμβάνοντο, ἡμερινοὶ μὲν ἄχρι πρώτων νυκτῶν, νυκτερινοὶ δὲ ἄχρις ἡλίου ἀνίσχοντος.

用毕早点,她便安歇;但在进午餐和晚餐时,她尽情享用各类美酒佳肴,并且总是沉睡极长时间:白昼的睡眠持续至初夜,夜晚的睡眠则持续至日出。

§15.9

εἰς πᾶσάν τε οὕτως ἀκρασίας ἐκπεπτωκυῖα τρίβον ἐς τόσον ἡμέρας καιρὸν ἅπασαν διοικεῖσθαι ἠξίου τὴν Ῥωμαίων ἀρχήν.

在一天中如此漫长的辰光里这般堕入放纵无度的所有途径,她却自以为可以治理整个罗马帝国。

§15.10

καὶ ἤν τῳ ἐπιστείλειε πρᾶξίν τινα ὁ βασιλεὺς οὐκ αὐτῆς γνώμῃ, ἐς τοῦτο τύχης περιειστήκει τούτῳ δὴ τῷ ἀνθρώπῳ τὰ πράγματα, ὥστε οὐ πολλῷ ὕστερον τῆς τε τιμῆς παραλυθῆναι ξὺν ὕβρει μεγάλῃ καὶ ἀπολωλέναι θανάτῳ αἰσχίστῳ.

倘若皇帝违背她的意图向某人委派了某项事务,这个人的处境便会落入这般的命运:不久之后便遭受奇耻大辱被剥夺官职,并以极可耻的方式惨死。

§15.11

Τῷ μὲν οὖν Ἰουστινιανῷ ἅπαντα πράσσειν ῥᾴδιον ἦν, οὐχ ὅσον τῷ τῆς διανοίας εὐκόλῳ, ἀλλ’ ὅτι καὶ ἄυπνος ἦν ἐπὶ πλεῖστον, ὥσπερ εἴρηται, καὶ εὐπρόσοδος πάντων μάλιστα.

对于查士丁尼来说,处理一切政务固然容易,这不仅是因为他性情随和,还因为正如前文所述,他极少睡眠,且比所有人都要容易接近。

§15.12

πολλὴ γὰρ ἀνθρώποις ἐξουσία ἐγίνετο, καίτοι ἀδόξοις τε καὶ ἀφανέσι παντάπασιν οὖσιν, οὐχ ὅτι ἐντυχεῖν τῷ τυράννῳ τούτῳ, ἀλλὰ καὶ3 κοινολογεῖσθαι καὶ ἐξ ἀπορρήτων συγγίνεσθαι.

因为人们哪怕完全微贱无名,也拥有极大的特权,不仅可以觐见这位僭主,甚至可以与他亲密交谈并密谈私议。

§15.13

παρὰ δὲ τὴν βασιλίδα οὐδὲ τῶν ἀρχόντων τινὶ ὅτι μὴ χρόνῳ τε καὶ πόνῳ πολλῷ εἰσιτητὰ ἦν, ἀλλὰ προσήδρευον μὲν ἐς ἀεὶ ἅπαντες ἀνδραποδώδη τινὰ προσεδρείαν4 ἐν δωματίῳ στενῷ τε καὶ πνιγηρῷ τὸν ἅπαντα χρόνον. κίνδυνος γὰρ ἀπολελεῖφθαι τῶν ἀρχόντων τινὶ ἀνύποιστος ἦν.

然而在皇后面前,甚至没有任何官员能够入内,除非耗费巨大的时间与辛劳;相反,他们所有人整日都在狭窄闷热的房间里,维系着某种形同奴隶的长期守候。因为任何官员若敢缺席,都将面临无法承受的危险。

§15.14

ἵσταντο δὲ διηνεκὲς ἐπ’ ἄκρων δακτύλων, αὐτὸς καθυπέρτερον ἕκαστος τῶν πέλας διατεινόμενος τὸ πρόσωπον ἔχειν, ὅπως αὐτὸν ἔνδοθεν ἐξιόντες εὐνοῦχοι ὁρῷεν.

他们整日踮着脚尖站立,每个人都极力把脸抬得比身旁的人更高,以便从殿内出来的宦官能够看到自己。

§15.15

ἐκαλοῦντο δὲ αὐτῶν τινες μόλις τε καὶ ἡμέραις πολλαῖς ὕστερον, ἐσιόντες δὲ παρ’ αὐτὴν ξὺν δέει πολλῷ ὅτι τάχιστα ἀπηλλάσσοντο, προσκυνήσαντες μόνον καὶ ταρσοῦ ἑκατέρου ποδὸς ἄκρῳ χείλει ἁψάμενοι.

他们当中的某些人历经多日后才艰难地受到召见;他们满怀恐惧地进入她面前,仅行俯伏之礼并用唇尖触碰她双足的脚背,便尽可能迅速地退下。

§15.16

φθέγγεσθαι γὰρ ἢ αἰτεῖσθαί τι μὴ ἐκείνης ἐγκελευομένης οὐδεμία παρρησία ἐγίνετο. ἐς δουλοπρέπειαν γὰρ ἡ πολιτεία ἦλθε, δουλοδιδάσκαλον αὐτὴν ἔχουσα.

因为若非她亲自命令,绝无任何开口发言或提出请求的自由。国家陷入了奴性的顺从,以她为调教奴隶的教师。

§15.17

οὕτω τε Ῥωμαίοις τὰ πράγματα διεφθείρετο τοῦ μὲν τυράννου τῷ ἄγαν εὐήθει δοκοῦντι εἶναι, Θεοδώρας δὲ τῷ χαλεπῷ καὶ λίαν δυσκόλῳ. ἐν μὲν γὰρ τῷ εὐήθει τὸ ἀβέβαιον ἦν, ἐν δὲ τῷ δυσκόλῳ τὸ ἄπρακτον.

罗马人的政务就这样被败坏了,一方面是由于这位僭主显得过于愚直,另一方面则是由于狄奥多拉的严苛与极度乖戾。因为在愚直中包含着动荡不居,在乖戾中则包含着无法成事。

§15.19

Ἐν τοῖς μὲν οὖν τῆς τε γνώμης αὐτοῖς καὶ τῆς διαίτης τὸ διαλλάσσον ἐφαίνετο, κοινὰ δὲ ἦν αὐτοῖς ἥ τε φιλοχρηματία καὶ ἡ τῶν φόνων ἐπιθυμία καὶ τὸ μηδενὶ ἀληθίζεσθαι.

因此,他们在意志倾向和生活方式上虽显现出差异,但在贪财、嗜杀以及绝不向任何人吐露真言这一点上,他们是完全一致的。

§15.20

ἄμφω γὰρ ἐπιτηδείως ἐς τὰ μάλιστα ψεύδεσθαι εἶχον, καὶ ἢν μέν τις τῶν Θεοδώρᾳ προσκεκρουκότων ἁμαρτάνειν λέγοιτό τι βραχύ τε καὶ λόγου οὐδαμῆ ἄξιον, αἰτίας εὐθὺς ἀναπλάσσουσα τῷ ἀνθρώπῳ οὐδὲν προσηκούσας, ἐς μέγα τι κακοῦ τὸ πρᾶγμα ᾖρεν.

因为两人都极其擅长撒谎;若有触犯狄奥多拉之人被传出犯下了微小且完全微不足道的过错,她便会立即给那人捏造出毫不相干的罪名,将事情演化为一场巨大的灾难。

语法注4 条
  1. 15.1ἐπεπήγει τὴν γνώμην

    动词 ἐπεπήγει 系 πήγνυμι 的过去完成时主动形态,具不及物含义(“固定”);宾格 τὴν γνώμην 则作限制宾格(关系宾格),表示“在意志/心性方面”,整句意为“把她的心意极顽固地固定在……之中”。

  2. 15.3ὅτι δὴ ἐξ οὐρανοῦ πεσεῖται τῷ παντὶ γένει ἐπίδοξος οὖσα

    分词短语 ἐπίδοξος οὖσα 修饰并补充前文的 θανάτου ἀπειλή(“死亡的威胁”),而 ὅτι 引出的从句(“注定将从天而降落于全人类”)则充当说明其预期具体内容的名词性从句。

  3. 15.12οὐχ ὅτι ἐντυχεῖν τῷ τυράννῳ τούτῳ, ἀλλὰ καὶ

    成语性结构 οὐχ ὅτι ... ἀλλὰ καί ... 相当于“不仅……而且……”(对应拉丁语 non modo ... sed etiam),用以连接不定词 ἐντυχεῖν 与 κοινολογεῖσθαι / συγγίνεσθαι。

  4. 15.13ἀνδραποδώδη τινὰ προσεδρείαν

    作为先行谓语动词 προσήδρευον 的同族宾格(cognate accusative),通过同根词的回响强化了官员们形同奴隶般持久守候的屈辱状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:15.1-15.20