← 普罗科皮乌斯

秘史

§14.11-14.23

奏闻官的越权与谄媚者利奥败坏司法

作者叙述了奏闻官与宫廷卫士的越权行径及司法制度的瓦解,并指出极度贪婪的谄媚者利奥正是最初唆使查士丁尼出卖司法判决以敛财的罪魁祸首。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.11

Τοῖς δὲ ῥεφερενδαρίοις καλουμένοις οὐκέτι ἀπέχρη ἀνενεγκεῖν εἰς τὸν βασιλέα τὰς τῶν ἱκετευόντων δεήσεις, ἐς δὲ τὰς ἀρχὰς ἀναγγεῖλαι μόνον, ᾗπερ εἰώθει, ὅ τι ἂν αὐτῷ ἀμφὶ τῷ ἱκέτῃ δοκῇ, ἀλλὰ ξυμφορήσαντες1 ἐκ πάντων ἀνθρώπων τὸν ἄδικον λόγον, φενακισμοῖς μὲν τὸν Ἰουστινιανὸν καὶ παραγωγαῖς τισιν ἐξηπάτων, τοῖς ταῦτα ἐπιτηδεύουσιν ὑποκείμενον φύσει.

此外,对于被称为奏闻官的人来说,仅仅像惯例那样将请愿者的诉求呈报给皇帝,并将皇帝就请愿者作出的裁定通报给官署,已经不再能使他们满足;相反,他们从各色人等那里搜集不义的说辞,通过诡计和种种欺诈蒙骗查士丁尼,而皇帝生性便极易受制于这类善弄手腕之人。

§14.12

ἔξω δὲ αὐτίκα γενόμενοι καὶ τῶν σφίσιν ὡμιληκότων τοὺς ἀντιδίκους καθείρξαντες χρήματα οὐδενὸς ἀμυνομένου ἀνεξελέγκτως ἐπράσσοντο ὅσα ἂν αὐτοῖς διαρκῆ εἴη.

他们随即走出殿外,将那些与自己有勾结之人的诉讼对手拘禁起来,在无人敢于抗辩的情况下,毫无查验地勒索足以满足自身欲望的大笔钱财。

§14.13

καὶ στρατιῶται οἱ τὴν ἐν Παλατίῳ φρουρὰν ἔχοντες ἐν τῇ βασιλείῳ στοᾷ παρὰ τοὺς διαιτῶντας γενόμενοι βιαίᾳ χειρὶ τὰς δίκας ἐσῆγον.

就连在宫廷当值的卫兵也来到皇室柱廊的仲裁官面前,以暴力强行介入诉讼。

§14.14

πάντες τε ὡς εἰπεῖν τὴν αὑτῶν ἐκλιπόντες τάξιν ὁδοὺς τότε κατ̓ ἐξουσίαν ἐβάδιζον ἀπόρους τε καὶ ἀστιβήτους σφίσι τὰ πρότερα οὔσας, καὶ τὰ πράγματα πλημμελῶς πάντα ἐφέρετο, οὐδὲ ὀνόματός τινος ἰδίου μεταλαχόντα, ἐῴκει τε ἡ πολιτεία βασιλίδι παιζόντων παιδίων.

几乎人人都弃置了自己的本分,借着专擅的权力肆意践踏以往对他们而言既不通畅又无人涉足的途径,一切事务都杂乱无章地运转,甚至失去了其固有的名称,整个国政宛如孩童在玩过家家当国王的游戏。

§14.15

ἀλλὰ τὰ μὲν ἄλλα μοι παριτέον, ὥσπερ τοῦδε ἀρχόμενος τοῦ λόγου ὑπεῖπον. λελέξεται δὲ ὅστις ἀνὴρ πρῶτος δικάζοντα δωροδοκεῖν τὸν βασιλέα τοῦτον ἀνέπεισε.

不过,正如我在开始这番论述时预先说明的那样,其余的事我必须略过;但我将讲述究竟是谁首先说服了这位皇帝在断案时收受贿赂。

§14.16

Λέων ἦν τις, Κίλιξ μὲν γένος, ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδακώς. οὗτος ὁ Λέων κράτιστος ἐγένετο κολάκων ἁπάντων, καὶ οἷος ταῖς τῶν ἀμαθῶν διανοίαις τὸ δόξαν ὑποβαλέσθαι.

有一个叫利奥的人,原籍奇里乞亚,极度沉溺于贪恋钱财。这个利奥成了所有阿谀奉承之徒中最登峰造极的人物,极擅长将自己的意向灌输进愚昧者的头脑中。

§14.17

πειθὼ γάρ οἵ τινα ξυναιρομένην ἐς τοῦ τυράννου τὴν ἀβελτερίαν ἐπὶ φθόρῳ τῶν ἀνθρώπων εἶχεν. οὗτος ἀνὴρ πρῶτος Ἰουστινιανὸν ἀναπείθει ἀπεμπολεῖν χρημάτων τὰς δίκας.

因为他拥有一种能够迎合僭主的愚蠢的煽惑力,足以给人类带来毁灭。正是此人首先劝诱查士丁尼用金钱出卖司法审判。

§14.18

ἐπειδή τε κλέπτειν ὅδε ὁ ἀνὴρ τρόπῳ τῷ εἰρημένῳ ἔγνω, οὐκέτι ἀνίει, ἀλλ’ ὁδῷ προϊὸν τὸ κακὸν τοῦτο ἐπὶ μέγα ἐχώρει, ὅστις τε δίκην λαχεῖν ἄδικον τῶν τινι ἐπιεικῶν ἐν σπουδῇ εἶχεν, εὐθὺς παρὰ τὸν Λέοντα ᾔει, καὶ μοῖραν τῶν ἀντιλεγομένων τινὰ ὁμολογήσας τῷ τε τυράννῳ καὶ αὐτῷ κείσεσθαι, αὐτίκα νενικηκὼς, οὐ δέον, ἀπηλλάσσετο ἐκ τοῦ Παλατίου.

而一旦这个人体会到了用上述方式窃取钱财的甜头,便再也不肯收手;这一恶行循序渐进,愈演愈烈,凡是急于向某位忠良之士提起不公诉讼的人,都会径直前去寻找利奥,在答应将争执物的一份留给僭主和他自己之后,便立刻作为胜诉者不正当地离开了皇宫。

§14.19

καὶ Λέων μὲν χρήματα ἐνθένδε περιβαλέσθαι μεγάλα κομιδῆ ἴσχυσε, χώρας τε πολλῆς κύριος γέγονε, Ῥωμαίοις δὲ τὴν πολιτείαν αἰτιώτατος γέγονεν ἐς γόνυ ἐλθεῖν.

利奥由此得以聚敛了极其庞大的财富,成了大片地产的主人,但他却是使罗马人的国家屈膝崩溃的最大元凶。

§14.20

ἦν τε οὐδὲν τοῖς ξυμβεβηκόσιν ὀχύρωμα, οὐ νόμος, οὐχ ὅρκος, οὐ γράμματα, οὐ ποινὴ ξυγκειμένη, οὐκ ἄλλο τῶν πάντων οὐδὲν, ὅτι μὴ Λέοντι καὶ βασιλεῖ χρήματα προέσθαι.2

对于订立契约的人而言,没有任何东西可以作为保障,无论是法律、誓言、文契、约定的罚金,还是世间任何别的事物,除非向利奥和皇帝奉献金钱。

§14.21

οὐ μὴν οὐδὲ τοῦτο ἐν τῷ βεβαίῳ τῆς γνώμης τῆς τοῦ Λέοντος ἔμενεν, ἀλλὰ μισθαρνεῖν καὶ πρὸς τῶν ἐναντίων ἠξίου.

然而,甚至连这一点也无法在利奥心意的坚定中长久保持,他反而认为从对立一方那里赚取报酬也是理所当然的。

§14.22

κλέπτων γὰρ ἀεὶ ἐφ’ ἑκάτερα τῶν ἐπ’ αὐτῷ προστεθαρρηκότων ὀλιγωρεῖν τε καὶ ἀπ’ ἐναντίας ἰέναι οὐδαμῆ αἰσχύνην ὑπώπτευεν εἶναι.

因为他总是在两头通吃行窃,对于漠视那些信赖自己的人并倒向敌对一方,他丝毫未察觉有何羞耻可言。

§14.23

οὐδὲν γὰρ αἰσχρὸν, εἰ μόνον τὸ κερδαίνειν προσῇ, ἐδόξαζέν οἱ αὐτῷ ἐπαμφοτερίζοντι3 ἔσεσθαι.

因为他认为,只要能从中谋利,脚踏两只船的自己绝不会遭遇任何可耻之事。

语法注3 条
  1. 14.11Τοῖς δὲ ῥεφερενδαρίοις ... ξυμφορήσαντες

    句子开头因无人称动词 ἀπέχρη 而使用与格 Τοῖς δὲ ῥεφερενδαρίοις καλουμένοις,但在连词 ἀλλά 之后出现了破格语法(anacoluthon),句式转为以主格复数分词 ξυμφορήσαντες 和限定动词 ἐξηπάτων 为核心,奏闻官直接充当主语。

  2. 14.20ὅτι μὴ Λέοντι καὶ βασιλεῖ χρήματα προέσθαι

    短语 ὅτι μή 是表示“除……之外”的习惯用法,呼应前文的否定表达 οὐδὲν ... ὀχύρωμα。不定式 προέσθαι 作为实际补足成分说明唯一的例外,即除“向……送钱”之外别无保障。

  3. 14.23ἐπαμφοτερίζοντι

    与格分词 ἐπαμφοτερίζοντι 与代词 οἱ αὐτῷ 保持一致,意为“脚踏两只船”或“持两端态度”。在动词 ἐδόξαζεν 统领下,它充当判断与利益相关的与格,表示对他这个“两面逢迎之人自身而言”并无任何可耻之处。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:14.11-14.23