- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:14.1-14.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普罗科匹乌斯斥责查士丁尼摒弃帝王威仪与正规职官体制,肆意干涉司法审判,并使法律与判决沦为明码标价的买卖。
Πραγμάτων γὰρ ἦν ἀωρία πολλὴ καὶ τῶν εἰωθότων οὐδὲν ἔμεινεν, ὧνπέρ μοι ὀλίγων ἐπιμνησθέντι σιωπῇ δοτέον τὰ λοιπὰ ξύμπαντα,1 ὡς μὴ ὁ λόγος ἀπέραντος εἴη.
因为国家政务陷入了极度的混乱,旧有的规矩荡然无存;在略述其中数端之后,我必须将余下的一切付诸沉默,免得叙述变得冗长无尽。
πρῶτα μὲν γὰρ οὐδὲν ἐς βασιλικὸν ἀξίωμα ἐπιτηδείως ἔχον οὔτε αὐτὸς εἶχεν οὔτε ξυμφυλάσσειν ἠξίου, ἀλλὰ τήν τε γλῶτταν καὶ τὸ σχῆμα καὶ τὴν διάνοιαν ἐβαρβάριζεν. ὅσα τε γράφεσθαι πρὸς αὐτοῦ βούλοιτο, οὐ τῷ τὴν κοιαίστωρος ἔχοντι τιμὴν, ᾗπερ εἰώθει, ἐπέστελλε διοικεῖσθαι, ἀλλ’ αὐτός τε τὰ πλεῖστα, καίπερ οὕτω τῆς γλώττης ἔχων,2 ἐκφέρειν ἠξίου καὶ τῶν παρατυχόντων πολὺς ὅμιλος, ὥστε τοὺς ἐνθένδε ἠδικημένους οὐκ ἔχειν ὅτῳ ἐπικαλοῖεν.
首先,对于合乎帝王威仪的品质,他自己既不具备,也不屑于维护,反而无论在言语、衣着还是思想上都粗鄙如蛮族。凡是他希望以其名义起草的政令,他并不像惯例那样责成持有司法长官头衔之人去办理,反而尽管自己的言辞如此不堪,却执意由自己亲自发布大半文书,而且大批偶然在场的人也同样执意发布,致使因此蒙受不义侵害的人无处申诉问责。
τοῖς δὲ ἀσηκρῆτις καλουμένοις οὐκ ἀπεκέκριτο τὸ ἀξίωμα ἐς τὸ τὰ βασιλέως ἀπόρρητα γράφειν, ἐφ’ ᾧπερ τὸ ἀνέκαθεν ἐτετάχατο, ἀλλὰ τά τε ἄλλα ἔγραφεν αὐτὸς ὡς εἰπεῖν ἅπαντα καὶ εἴ που διατάσσειν τοὺς διαιτῶντας ἐν πόλει δεήσειεν, ὅπη ποτὲ αὐτοῖς τὰ ἐς τὴν γνῶσιν ἰτέον εἴη.
此外,起草皇帝机密事务的职责也不再专属于被称为秘密秘书官的人,尽管他们自古以来正是为此而设立的;相反,其余几乎所有的公文都由他亲自撰写,甚至包括在需要指示城内法官应当如何进行裁决时的指令。
οὐ γὰρ εἴα τινὰ ἔν γε τῇ Ῥωμαίων ἀρχῇ γνώμῃ αὐτονόμῳ τὰς ψήφους διδόναι, ἀλλὰ αὐθαδιζόμενος ἀλογίστῳ τινὶ παρρησίᾳ κρίσεις τε αὐτὸς τὰς ἐσομένας ἐρρύθμιζεν ἀκοῆς λόγον πρός του τῶν διαφερομένων λαβὼν καὶ ἀνάδικα εὐθὺς ἀβασανίστως τὰ δεδικασμένα ἐποίει οὐ νόμῳ τινὶ ἢ δικαίῳ ἠγμένος, ἀλλ’ ἀπαρακαλύπτως αἰσχροκερδείᾳ ἡσσώμενος. δωροδοκῶν γὰρ ὁ βασιλεὺς οὐκ ᾐσχύνετο, πᾶσαν αὐτοῦ τὴν αἰδῶ τῆς ἀπληστίας ἀφελομένης.
因为他绝不容许罗马帝国境内的任何人在断案投票时拥有自主判断,反而以一种毫无理智的狂妄擅作威福,仅凭听取争执一方的道听途说便亲自定下未来的判决,且毫无查验便立即推翻已经审结的案子进行重审,他不受任何法律或正义的引导,而是公然屈服于卑劣的贪欲。因为皇帝受贿毫不脸红,贪得无厌已剥夺了他全部的羞耻之心。
Πολλάκις δὲ τά τε τῇ συγκλήτῳ βουλῇ καὶ τῷ αὐτοκράτορι δεδοκιμασμένα ἐς ἑτέραν τινὰ ἐτελεύτησε κρίσιν.
而且,常常有元老院和皇帝已经共同批准的事务,最终却落得个截然不同的判决。
ἡ μὲν γὰρ βουλὴ ὥσπερ ἐν εἰκόνι ἐκάθητο, οὔτε τῆς ψήφου οὔτε τοῦ καλοῦ κυρία οὖσα, σχήματος δὲ μόνου καὶ νόμου ξυνειλεγμένη παλαιοῦ εἵνεκα, ἐπεὶ οὐδὲ φωνὴν ἀφεῖναί τινα ὁτῳοῦν τῶν ἐνταῦθα ξυνειλεγμένων τὸ παράπαν ἐξῆν, ἀλλ’ ὅ τε βασιλεὺς καὶ ἡ σύνοικος ἐκ τοῦ ἐπὶ πλεῖστον διαλαγχάνειν μὲν ἀλλήλοιν τῶν διαφερομένων ἐσκήπτοντο,3 ἐνίκα δὲ τὰ ἐν σφίσιν αὐτοῖς ὑπὲρ τούτων ξυγκείμενα.
因为元老院坐在那里宛如画中幻影,既无表决之权,亦无主持公道之力,其召集纯粹是为了具文形式与古代旧制,集会于此的人全然不准发出半点声息;相反,皇帝与他的配偶多半只是佯装把争讼双方分归彼此,最终胜出的却始终是他们私下里就此达成的协议。
ἢν δέ τῳ δόξειεν οὐκ ἐν ἀσφαλεῖ εἶναι παρανενομηκότι νενικηκέναι, ὅδε καὶ ἄλλο τι χρυσίον τῷ βασιλεῖ τούτῳ προέμενος νόμον εὐθὺς διεπράττετο ἀπ’ ἐναντίας ἁπάντων ἐλθόντα τῶν πρόσθεν κειμένων.
如果某个通过违法手段获胜的人发觉自己的胜局并不稳妥,只要向这位皇帝奉上更多的黄金,便能立刻促成一部与此前所立一切法律背道而驰的新法。
ἢν δὲ καί τις ἕτερος τοῦτον δὴ τὸν νόμον τὸν ἀπολωλότα ἐπιζητοίη, αὖθις αὐτὸν μετακαλεῖν τε καὶ ἀντικαθιστάναι αὐτοκράτωρ οὐδαμῆ ἀπηξίου, οὐδέν τε ἐν τῷ τῆς δυνάμεως βεβαίῳ εἱστήκει, ἀλλ’ ἐπλανᾶτο περιφερομένη πανταχόσε ἡ τῆς δίκης ῥοπὴ ὅπη ἂν αὐτὴν βαρήσας ὁ πλείων χρυσὸς ἀνθέλκειν ἰσχύοι ἔκειτό τε ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς καὶ ταῦτα ἐκ Παλατίου καὶ προὐτίθετο οὐ δικαστικῆς μόνον, ἀλλὰ καὶ νομοθετικῆς πωλητήρια.4
而若有其他人转而寻求恢复那部被废止的旧法,皇帝也绝不推辞重新召回并予以恢复;世间万物毫无权威的稳定可言,正义的天平随处漂移晃荡,全凭更沉重的黄金将它拉向哪一方;公然在广场市集之上,且恰恰来自宫廷,不仅公开设摊兜售司法判决,甚至连立法本身也成了明码标价的买卖。
- 14.1ὧνπέρ μοι ὀλίγων ἐπιμνησθέντι σιωπῇ δοτέον τὰ λοιπὰ ξύμπαντα
动形容词 δοτέον 采取无人称用法,支配动作主体与格 μοι 及其一致的分词 ὀλίγων ἐπιμνησθέντι,而 τὰ λοιπὰ ξύμπαντα 作宾格宾语,意为“在提及其中少数几端之后,我必须将余下的一切付诸沉默”。
- 14.3καίπερ οὕτω τῆς γλώττης ἔχων
此处为 ἔχω + 副词(οὕτω)+ 关涉属格(τῆς γλώττης)构成的惯用表达,意为“尽管在言语表达上处于如此的状态”,与前文的 ἐβαρβάριζεν 相互呼应,指皇帝粗鄙的语言修养。
- 14.8διαλαγχάνειν μὲν ἀλλήλοιν τῶν διαφερομένων ἐσκήπτοντο
动词 διαλαγχάνω(分摊、瓜分)支配属格 τῶν διαφερομένων(诉讼当事人)以及双数相互与格 ἀλλήλοιν(彼此之间),表示皇帝与皇后佯装各自代表争讼双方中的一方。
- 14.10προὐτίθετο οὐ δικαστικῆς μόνον, ἀλλὰ καὶ νομοθετικῆς πωλητήρια
中性复数名词 πωλητήρια(货摊、售卖处)作为单数动词 ἔκειτο 与 προὐτίθετο 的主语。属格 δικαστικῆς 与 νομοθετικῆς 省略了女性名词(如 ψήφου 或 τέχνης),作定语修饰,构成“不仅兜售司法判决、甚至兜售立法的买卖摊位”之意。
