- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:13.16-13.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述查士丁尼背信弃义、因贪婪和受贿而践踏法律与审判,并将其不眠不休与极度节制的天赋体魄完全用于祸害和摧毁臣民。
ἐχθρὸς μὲν γὰρ ἀσφαλής τε καὶ ἄτρεπτος ἦν, ἐς δὲ τοὺς φίλους ἄγαν ἀβέβαιος. ὥστε ἀμέλει τῶν μέν οἱ ἐσπουδασμένων κατειργάσατο πλείστους, φίλος δὲ τῶν πώποτε μισουμένων οὐδενὶ γέγονεν.
因为他作敌人时坚定不移、难以撼动,对待朋友却极其反复无常。结果,他亲手毁灭了大多数曾受他器重的人,却从未与任何曾经被他憎恨的人修好。
οὓς δὲ μάλιστα1 γνωρίμους καὶ ἐπιτηδείους ἔδοξεν ἔχειν, τούτους τῇ ὁμόζυγι ἢ ἄλλῳ ὁτῳοῦν χαριζόμενος ἀπολουμένους2 οὐκ ἐς μακρὰν προὔδωκε, καίπερ εὖ εἰδὼς ὅτι δὴ τῆς ἐς αὐτὸν εὐνοίας ἕνεκα τεθνήξονται μόνης.
即使是那些看似与他最相熟稔、最受信任的亲信,为了讨好妻子或任何其他人,他也毫不迟延地将他们出卖给灭亡的命运,尽管他深知他们将完全是因为对他的一片忠心而丧命。
ἄπιστος γὰρ ἐν πᾶσι πλήν γε δὴ τῆς τε ἀπανθρωπίας καὶ φιλοχρηματίας διαφανῶς ἦν. ταύτης γὰρ αὐτὸν ἀποστῆσαι δυνατὸν οὐδενὶ γέγονεν.
他在一切事情上都显而易见地毫无信义,唯独在残忍不仁和贪婪聚敛上始终如一;因为没有任何人能够使他脱离这种贪欲。
ἀλλὰ καὶ ἐς ἃ πείθειν αὐτὸν ἡ γαμετὴ οὐκ εἶχε, χρημάτων αὐτῷ μεγάλων ἐλπίδας ἐκ τοῦ ἔργου ἐσομένων ἐμβαλομένη ἐς τὴν πρᾶξιν ἥνπερ ἐβούλετο οὔτι ἐθελούσιον τὸν ἄνδρα ἐφεῖλκε.
甚至在那些妻子原本无法说服他的事情上,只要她向他灌输行事之后将获得巨额钱财的指望,便能将本不情愿的丈夫硬生生拽入她所企图的行动之中。
κέρδους γὰρ οὐκ εὐπρεποῦς ἕνεκα καὶ νόμους τιθέναι καὶ αὖ πάλιν αὐτοὺς καθελεῖν οὐδαμῆ ἀπηξίου.
因为为了不义之财,他绝不耻于既制定法律又转而将其废除。
Ἐδίκαζέ τε οὐ κατὰ τοὺς νόμους, οὓς αὐτὸς ἔγραψεν, ἀλλ’ ἔνθα ἂν αὐτὸν μείζων τε ὀφθεῖσα καὶ μεγαλοπρεπεστέρα ἡ τῶν χρημάτων ὑπόσχεσις ἄγοι.
他断案亦不依据自己所颁布的法律,而是哪里的金钱许诺显得更为优厚和壮观,他便倒向哪里。
καὶ κατὰ μικρὸν γὰρ κλέπτοντι ἀφαιρεῖσθαι τὰς τῶν ὑπηκόων οὐσίας αἰσχύνην αὐτῷ φέρειν τινὰ οὐδαμῆ ᾤετο,3 ἡνίκα δὴ οὐχ ἁπαξάπαντα ἀφελέσθαι λόγῳ τινὶ εἶχεν ἢ ἔγκλημα ἐπενεγκὼν ἀπροσδόκητον, ἢ διαθήκης οὐ γεγενημένης προσχήματι.
当他无法通过某种名目——或是罗织突如其来的罪名,或是借口一份子虚乌有的遗嘱——一次性夺走一切时,即便以蚕食偷窃的方式剥夺臣民的产业,他也绝不认为这会给自己带来任何耻辱。
ἔμεινέ τε αὐτοῦ Ῥωμαίων ἄρχοντος, οὐ πίστις ἢ δόξα πρὸς θεὸν ἀσφαλὴς, οὐ νόμος ὀχυρὸς, οὐ πρᾶξις βεβαία, οὐ συμβόλαιον οὐδέν.
在他统治罗马人期间,对神的坚定信仰或崇敬、巩固的法律、可靠的交易、任何契约,都荡然无存。
στελλομένων δὲ πρὸς αὐτοῦ τῶν οἱ ἐπιτηδείων ἐπί τινα πρᾶξιν, εἰ μὲν δὴ αὐτοῖς ἀπολωλεκέναι ξυνέβη τῶν σφίσι παραπεπτωκότων πολλοὺς καὶ χρημάτων τι ληΐσασθαι πλῆθος, οὗτοι δὴ εὐθὺς εὐδόκιμοι τῷ αὐτοκράτορι ἐδόκουν τε εἶναι καὶ ὀνομάζεσθαι ἅτε δὴ ἅπαντα ἐς τὸ ἀκριβὲς τὰ ἐπηγγελμένα ἐπιτελέσαντες· εἰ δὲ φειδοῖ τινι ἐς ἀνθρώπους χρησάμενοι παρ’ αὐτὸν ἵκοντο, δύσνους τε αὐτοῖς τὸ λοιπὸν καὶ πολέμιος ἦν.
当他的亲信被他派去执行某项差事时,如果他们碰巧毁灭了许多落入其手的人并劫掠了大量钱财,这些人便立刻被皇帝视为显赫之士并获此美名,因他们丝毫不差地完成了所有指令;但若他们带着对人类的一丝怜悯回到他面前,他从此便对他们心怀怨恨并视为死敌。
ἀπογνούς τε, ὥσπερ ἀρχαιότροπόν τινα τὴν τῶν ἀνδρῶν φύσιν, ἐς τὴν ὑπουργίαν οὐκέτι ἐκάλει. ὥστε καὶ πολλοὶ ἐν σπουδῇ ἐποιοῦντο ἐνδείκνυσθαι αὐτῷ ὡς πονηροὶ εἶεν, καίπερ σφίσι τῶν ἐπιτηδευμάτων οὐ ταύτῃ ἐχόντων.
他将这些人的品格视同迂腐守旧而予以嫌弃,不再召他们供职。以至于许多人甚至极力向他表明自己是邪恶之徒,尽管他们本来的行径并非如此。
ὑποσχόμενος δέ τισι πολλάκις καὶ ὅρκῳ ἢ γράμμασι τὴν ὑπόσχεσιν ὀχυρωτέραν πεποιημένος, εὐθὺς ἐθελούσιος ἐς λήθην ἀφῖκτο, δόξης τι φέρειν αὐτῷ τὸ ἔργον τοῦτο οἰόμενος.
他屡次对某些人作出许诺,并以誓言或文书使诺言更加确凿,事后却立即蓄意将其付诸遗忘,甚至自以为这种作为能为他带来某种荣耀。
καὶ ταῦτα ὁ Ἰουστινιανὸς οὐ μόνον ἐς τοὺς ὑπηκόους ἔπρασσεν, ἀλλὰ καὶ ἐς τῶν πολεμίων πολλοὺς, ὥσπερ μοι εἴρηται ἔμπροσθεν.
查士丁尼不仅对臣民如此行事,正如我此前所言,对许多敌人亦是如此。
Ἦν τε ἄυπνός τε ὡς ἐπὶ πλεῖστον εἰπεῖν καὶ σιτίοις μὲν ἢ ποτῷ κατακορὴς οὐδαμῆ γέγονεν, ἀλλὰ σχεδόν τι ἄκρῳ δακτύλῳ ἀπογευσάμενος ἀπηλλάσσετο.
此外,他可以说大体上处于不眠不休的状态,在饮食上从未有过饱足沉溺,往往只用指尖略微尝一点便抽身离席。
ὥσπερ γάρ τι αὐτῷ πάρεργον τῆς φύσεως αὐτὸν ἀγγαρευομένης τὰ τοιαῦτα ἐφαίνετο εἶναι,4 ἐπεὶ καὶ ἀπόσιτος ἡμέρας τε καὶ νύκτας δύο τὰ πολλὰ ἔμενεν, ἄλλως τε ἡνίκα ὁ πρὸ τῆς Πασχαλίας καλουμένης ἑορτῆς χρόνος ἐνταῦθα ἄγοι.
因为这类事情对他而言,似乎只是自然强行役使他的一种附带之务;他常常连续两天两夜绝食,尤其是在被称为复活节的节日到来之前的那段时期。
τότε γὰρ πολλάκις ἡμέραιν δυοῖν, ὥσπερ εἴρηται, γεγονὼς ἄσιτος ὕδατί τε βραχεῖ ἀποζῆν ἐπηξίου καὶ βοτάναις ἀγρίαις τισὶν, ὥραν τε, ἂν οὕτω τύχοι, καταδαρθὼν μίαν, εἶτα περιπάτους ἀεὶ ποιούμενος τὸν ἄλλον κατέτριβε χρόνον. καίτοι εἰ τοῦτον αὐτὸν καιρὸν ἐς πράξεις δαπανᾶν ἀγαθὰς ἤθελεν, ἐπὶ μέγα ἄν τι εὐδαιμονίας ἐκεχωρήκει τὰ πράγματα.5
那时,正如前述,他屡屡两天不进饮食,只肯靠少许水和一些野菜度日;若碰巧入睡,也不过睡上一小时,其余时间则始终在走动中消磨度过。然而,假若他愿意将这同样的时间花费在善行上,国家的局势本会走向极大的繁荣昌盛。
νῦν δὲ τῇ φύσεως ἰσχύϊ ἐπὶ τῷ Ῥωμαίων πονηρῷ χρώμενος ξύμπασαν αὐτῶν τὴν πολιτείαν ἐς τὸ ἔδαφος καθελεῖν ἴσχυσεν. ἐγρηγορέναι τε γὰρ διηνεκὲς καὶ ταλαιπωρεῖν καὶ πονεῖσθαι οὐκ ἄλλου του ἕνεκα ἔργον πεποίηται ἢ ὥστε κομπωδεστέρας ἀεὶ καθ’ ἑκάστην τοῖς ὑπηκόοις ἐπιτεχνᾶσθαι τὰς συμφοράς.
但事实上,他将这种天生的强健体魄用于祸害罗马人,得以将他们的整个城邦彻底夷为平地。因为他之所以始终保持清醒、忍受劳苦、辛勤操劳,全无其他目的,只为了日复一日地为臣民设计更为深重的灾难。
ἦν γὰρ ὅπερ εἴρηται, διαφερόντως ὀξὺς ἐπινοῆσαί τε καὶ ταχὺς ἀποτελέσαι ἀνόσια ἔργα, ὥστε αὐτῷ καὶ τὰ τῆς φύσεως ἀγαθὰ ἐπὶ λύμῃ τῶν ὑπηκόων ἀποκεκρίσθαι ξυνέβαινε.
正如前文所述,他极其敏于谋划又迅于完成悖逆不义之举,以致连他的天赋才能也沦为了专为戕害臣民而生的器具。
- 13.17μάλιστα
此处作副词 μάλιστα 解(“最”、“尤其”),修饰其后的 γνωρίμους καὶ ἐπιτηδείους。
- 13.17ἀπολουμένους
与 προὔδωκε(“出卖”、“背叛”)的宾语 τούτους 一致的将来分词(或表示即临宿命的表语性分词),表示将他们“作为注定灭亡之人”出卖放弃。
- 13.22κατὰ μικρὸν γὰρ κλέπτοντι ἀφαιρεῖσθαι τὰς τῶν ὑπηκόων οὐσίας αἰσχύνην αὐτῷ φέρειν τινὰ οὐδαμῆ ᾤετο
主语为查士丁尼(ᾤετο)。在不定式结构中,分词 κλέπτοντι 与不定式 ἀφαιρεῖσθαι 的逻辑主语兼与格代词 αὐτῷ 格一致。αἰσχύνην φέρειν 意为“带来羞耻”。
- 13.29ὥσπερ γάρ τι αὐτῷ πάρεργον τῆς φύσεως αὐτὸν ἀγγαρευομένης τὰ τοιαῦτα ἐφαίνετο εἶναι
中性复数主格 τὰ τοιαῦτα(“这类事情”,指饮食等)为单数动词 ἐφαίνετο 的主语,πάρεργον(“附带之务”)充当 εἶναι 的表语。τῆς φύσεως αὐτὸν ἀγγαρευομένης(“自然强行役使他的”)为修饰 πάρεργον 的属格短语(或属格绝对结构)。
- 13.31ἐπὶ μέγα ἄν τι εὐδαιμονίας ἐκεχωρήκει τὰ πράγματα
承接前文 εἰ... ἤθελεν(未完成过去时)的与过去事实相反的条件句主句。过去完成时直陈式 ἐκεχωρήκει 连用 ἄν,表达反事实的结果(“政局本已达到了极大程度的繁荣”)。
