← 普罗科皮乌斯

秘史

§13.1-13.15

查士丁尼的伪善性情与残酷迫害

本段记述查士丁尼伪善的性情:他以温和谦逊的外表掩盖残酷的杀戮与财产没收,借宗教虔诚之名迫害异端和无辜臣民,且心智轻浮,极易听信阿谀奉承。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

Ἀλλὰ ταῦτα μὲν οὕτω δὴ δόξης τοῖς πλείστοις εἶχεν. Ἰουστινιανὸς δὲ τοιοῦτος μὲν ἦν τὸ ἄλλο ἦθος οἷος δεδήλωται, εὐπρόσιτον δὲ παρεῖχεν αὑτὸν καὶ πρᾷον τοῖς ἐντυγχάνουσιν, οὐδενί τε τῶν πάντων ἀποκεκλεῖσθαι τῆς εἰς αὐτὸν εἰσόδου συνέβαινεν, ἀλλὰ καὶ τοῖς οὐκ ἐν κόσμῳ παρ’ αὐτῷ ἑστῶσιν ἢ φθεγγομένοις οὐδεπώποτε χαλεπῶς ἔσχεν.

然而,世间大多数人确实持有这样的看法。查士丁尼在其他品格方面一如前述,但他对晋见之人表现得平易近人、温和敦厚,绝无任何人被阻于谒见之门外;不仅如此,即便有人在他面前举止失当或出言不逊,他也从未动怒。

§13.2

οὐ μέντοι διὰ ταῦτα ἠρυθρία τινὰ τῶν πρὸς αὐτοῦ ἀπολουμένων.1 οὐ μὴν οὐδὲ ὀργῆς πώποτε ἢ ἀκροχολίας τι ὑποφαίνων ἐς τοὺς προσκεκρουκότας ἔνδηλος γέγονεν, ἀλλὰ πρᾷος μὲν τῷ προσώπῳ, καθειμέναις δὲ ταῖς ὀφρύσιν, ὑφειμένῃ δὲ τῇ φωνῇ ἐκέλευε μυριάδας μὲν διαφθεῖραι μηδὲν ἠδικηκότων ἀνθρώπων, πόλεις δὲ καθελεῖν, χρήματά τε ἀνάγραπτα ἐς τὸ δημόσιον πάντα ποιεῖσθαι.

然而,他并未因此对任何死于其手的人产生半点怜惜或愧赧。他甚至从未对冒犯自己的人表露出丝毫愤怒或暴躁的迹象;相反,他面容祥和,眉梢微垂,声音轻柔地下达命令,处决成千上万未犯任何过错之人,夷平城池,并将所有资财抄没入官库。

§13.3

εἴκασεν ἄν τις ἐκ τοῦδε τοῦ ἤθους προβατίου γνώμην τὸν ἄνθρωπον ἔχειν. ἢν μέντοι τις αὐτὸν ἱλεούμενος τοὺς παραπεπτωκότας ἱκεσίοις λιταῖς παραιτεῖσθαι πειρῷτο, ἐνταῦθα ἠγριωμένος τε καὶ σεσηρὼς μεστοῦσθαι ἐδόκει, ὡς μή τινι τῶν οἱ ἐπιτηδείων δοκούντων εἶναι ἐξαιτεῖσθαι ἐν ἐλπίδι τὸ λοιπὸν εἴη.

从这种举止来看,人们本会以为此人怀有一颗羔羊般的心肠。然而,若有人试图向他求情,以哀痛的祈请为触犯法网者开脱,他便顿时凶相毕露,龇牙咧嘴,满腔怒火喷薄而出,以致被视为其亲信之人也绝无可能抱有任何求情获赦的指望。

§13.4

Δόξαν δὲ βέβαιον ἀμφὶ τῷ Χριστῷ ἔχειν ἐδόκει, ἀλλὰ καὶ τοῦτο ἐπὶ φθόρῳ τῶν κατηκόων. τοῖς τε γὰρ ἱερεῦσιν ἀδεέστερον τοὺς πέλας ξυνεχώρει βιάζεσθαι καὶ ληϊζομένοις τὰ τῶν ὁμόρων συνέχαιρεν, εὐσεβεῖν ταύτῃ ἀμφὶ τὸ θεῖον οἰόμενος.

他表面上似乎对基督怀有坚定的信仰,但这也成了祸害臣民的渊薮。因为他准许教士们肆无忌惮地侵凌邻舍,并在他们劫掠四邻资财时与之同喜,自以为这便是在神圣事务上恪守虔敬。

§13.5

δίκας τε τοιαύτας δικάζων τὰ ὅσια ποιεῖν ᾤετο, ἤν τις ἱερῶν λόγῳ τῶν τι οὐ προσηκόντων ἁρπάσας νενικηκώς τε ἀπιὼν οἴχοιτο. τὸ γὰρ δίκαιον ἐν τῷ περιεῖναι τοὺς ἱερέας τῶν ἐναντίων ᾤετο εἶναι.

当他做出此类判决时,若有人托借神圣事务之名强夺不义之财,随后胜诉而去,他便以为自己行了圣洁之事。因为他认定正义正在于教士压倒其对手。

§13.6

καὶ αὐτὸς δὲ κτώμενος ἐξ οὐ προσηκόντων τὰς τῶν περιόντων ἢ τετελευτηκότων οὐσίας, καὶ ταύτας τῶν τινι νεῶν εὐθὺς ἀνατιθεὶς τῷ τῆς εὐσεβείας ἐφιλοτιμεῖτο παραπετάσματι, ὡς μὴ ἐς τοὺς βιασθέντας ἡ τούτων αὖθις ἐπανίοι κτῆσις. ἀλλὰ καὶ φόνων ἀριθμὸν ἄκριτον διὰ ταῦτα εἰργάζετο. ἐς μίαν γὰρ ἀμφὶ τῷ Χριστῷ δόξαν συναγαγεῖν ἅπαντας ἐν σπουδῇ ἔχων λόγῳ οὐδενὶ τοὺς ἄλλους ἀνθρώπους διέφθειρε, καὶ ταῦτα ἐν τῷ τῆς εὐσεβείας προσχήματι πράσσων· οὐ γάρ οἱ ἐδόκει φόνος ἀνθρώπων εἶναι, ἤν γε μὴ τῆς αὐτοῦ δόξης οἱ τελευτῶντες τύχοιεν ὄντες.

而他自己通过不义手段攫取生者或死者的产业后,立即将其捐赠给某些教堂,以虔敬作为遮羞布来标榜自豪,以使这些产业的物权绝不再度归还给被剥夺之人。不仅如此,他因这些缘由制造了无数的杀戮;盖因他急于将所有人归入关于基督的单一教条之下,便毫无理性根据地毁灭异己之人,而且是以虔敬为幌子行此暴行;因为在他看来,只要死者并非恰好信仰其同一教条,便算不得杀人害命。

§13.8

οὕτως ἦν αὐτῷ κατεσπουδασμένος ὁ τῶν ἀνθρώπων ἐς ἀεὶ φθόρος, ἐπινοῶν τε ξὺν τῇ γαμετῇ οὔποτε ἀνίει τὰς ἐς τοῦτον φερούσας αἰτίας.

如此这般,持续毁灭人类成了他全力以赴的事业,他与妻子同谋深算,从未停歇制造通向这一目标的各种借口。

§13.9

ἄμφω γὰρ τώδε τὼ ἀνθρώπω τὰς μὲν ἐπιθυμίας ἐκ τοῦ ἐπὶ πλεῖστον ἀδελφὰς εἶχον, οὗ δὲ αὐτοῖς καὶ διαλλάσσειν τὸν τρόπον ξυνέβη, πονηρὸς μὲν ἑκάτερος ἦν, τὰ μέντοι ἐναντιώτατα ἐνδεικνύμενοι τοὺς ὑπηκόους διέφθειρον.

盖因这两个人在欲望上大体上同气相求,而当他们的性格偶尔产生差异时,二人虽同属邪恶,却以截然相反的表现摧毁着他们的臣民。

§13.10

ὁ μὲν γὰρ κονιορτοῦ τὰ ἐς τὴν γνώμην κουφότερος ἦν, ὑποκείμενος τοῖς ἀεὶ παράγειν ὅποι ποτ̓ ἐδόκει βουλομένοις αὐτὸν, ἢν μὴ τὸ πρᾶγμα ἐς φιλανθρωπίαν ἢ ἀκερδίαν ἄγοι, θῶπάς τε λόγους ἐνδελεχέστατα προσιέμενος.

因为皇帝的心智比尘埃还要轻浮,只要事情不导向仁慈或无利可图,他便完全听凭那些随时想牵引他去任何地方的人摆布,并无休止地接纳奉承阿谀之词。

§13.11

ἔπειθον γὰρ αὐτὸν οἱ κολακεύοντες οὐδενὶ πόνῳ ὅτι μετέωρος ἀρθείη καὶ ἀεροβατοίη.

因为谄媚者毫不费力就能让他相信,自己已经被高高托起、御风凌空。

§13.12

Καί ποτε αὐτῷ παρεδρεύων Τριβωνιανὸς ἔφη περιδεὴς ἀτεχνῶς εἶναι μή ποτε αὐτὸν ὑπὸ εὐσεβείας ἐς τὸν οὐρανὸν ἀναληφθεὶς λάθοι.2 τοιούτους δὲ τοὺς ἐπαίνους ἤτοι σκώμματα ἐν τῷ τῆς διανοίας ἐποιεῖτο βεβαίῳ.3

有一次,特里波尼安在御前陪坐时甚至声称,自己着实极度惊恐,唯恐皇帝因其至极的虔敬而蓦然被接引升天,令他措手不及、痛失圣容。而查士丁尼却将此类赞誉——或者不如说是嘲讽——深信不疑地视作心中的确凿事实。

§13.13

ἀλλὰ καί του θαυμάσας, ἂν οὕτω τύχοι, τὴν ἀρετὴν, ὀλίγῳ ὕστερον ἅτε πονηρῷ ἐλοιδορεῖτο. καὶ κακίσας τῶν τινα ὑπηκόων αὖθις αὐτοῦ ἐπαινέτης ἐγίνετο λόγῳ, ἐξ οὐδεμιᾶς μεταβεβλημένος αἰτίας.

然而,即便他偶然赞许某人的美德,稍后也会如对待恶棍般对其百般辱骂;而斥责了某位臣民之后,旋即又毫无缘由地在言辞上成为其赞颂者。

§13.14

τὰ γὰρ τῆς γνώμης αὐτῷ ἐξ ἐναντίας ᾔει ὧν τε αὐτὸς ἔλεγε καὶ ἐβούλετο ἔνδηλος εἶναι.

因为他内心的真正念头,与他自己口中所言以及他希冀向人显露的形象完全背道而驰。

§13.15

ὅπως μέντοι ὁ τρόπος αὐτῷ τὰ ἐς φιλίαν τε καὶ ἔχθος εἶχεν, ὑπεῖπον ἤδη, τοῖς τῷ ἀνθρώπῳ ἐκ τοῦ ἐπὶ πλεῖστον εἰργασμένοις τεκμηριώσας.

至于他在友谊与仇恨上的性情究竟如何,我已在前面结合该人大部分所作所为提供的证据作了陈述。

语法注3 条
  1. 13.2οὐ μέντοι διὰ ταῦτα ἠρυθρία τινὰ τῶν πρὸς αὐτοῦ ἀπολουμένων

    动词 ἠρυθρία(ἐρυθριάω 的未完成过去时)本来是不及物动词“脸红、感到羞惭”,此处及物化并带宾格 τινά 作为直接宾语,意为“在某人面前感到愧疚/迟疑手软”。随后的 πρὸς αὐτοῦ ἀπολουμένων 为实质化分词短语,指“即将死于其手的人”,πρός 搭配属格表示被动语态的行为主体。

  2. 13.12μή ποτε αὐτὸν ὑπὸ εὐσεβείας ἐς τὸν οὐρανὸν ἀναληφθεὶς λάθοι

    在 μή ποτε 引出的惧怕从句中,主格分词 ἀναληφθείς(指查士丁尼)与 λάθοι 的隐含主语一致,构成经典的 λανθάνω + 主格分词结构。宾格代词 αὐτόν 是 λάθοι 的直接宾语,指代说话者特里波尼安本人,整个短语表达“唯恐查士丁尼被接引升天,而不被他[特里波尼安]察觉/从他眼前不意消逝”。

  3. 13.12ἐν τῷ τῆς διανοίας ἐποιεῖτο βεβαίῳ

    中性实质化形容词 τὸ βέβαιον 与属格 τῆς διανοίας 结合,意为“心智的确信/定见”。配合惯用表达 ποιεῖσθαί τι ἔν τινι(将某事置于/视作……),全句意指查士丁尼将这些奉承(抑或嘲讽)在心中当作毫无疑问的真理来全盘接受。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:13.1-13.15