← 普罗科皮乌斯

秘史

§12.17-12.32

查士丁尼的恶魔血统与宫中异象

普罗科匹乌斯记叙了查士丁尼乃恶魔交感所生之子,并列举了宫中目睹其身首分离与面部变形等异象,以及修士见闻与预示他和狄奥多拉魔魅渊源的传闻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.17

σεισμοῖς τε γὰρ καὶ λοιμοῖς καὶ ὑδάτων ποταμίων ἐπιρροαῖς ὑπὸ τὸν χρόνον τοῦτον πλεῖστα διολωλέναι τετύχηκεν, ὥς μοι αὐτίκα λελέξεται. οὕτως οὐκ ἀνθρωπείῳ, ἀλλ’ ἑτέρῳ σθένει τὰ δεινὰ ἔπρασσον.

事实上,在此时期,因地震、瘟疫和河流泛滥而丧生者不计其数,正如我稍后便将叙述的那样。因此,他们绝非凭借凡人的力量,而是凭借另一种力量施展了这些骇人之事。

§12.18

Λέγουσι δὲ αὐτοῦ καὶ τὴν μητέρα φάναι τῶν ἐπιτηδείων τισὶν ὡς οὐ Σαββατίου τοῦ αὐτῆς ἀνδρὸς οὐδὲ ἀνθρώπων τινὸς υἱὸς εἴη.

人们还说,连他的母亲也曾对某些亲信之人透露,他既非其夫萨巴提乌斯之子,亦非任何凡人之子。

§12.19

ἡνίκα γὰρ αὐτὸν κύειν ἔμελλεν, ἐπιφοιτᾶν αὐτῇ δαιμόνιον οὐχ ὁρώμενον, ἀλλ’ αἴσθησίν τινα ὅτι δὴ πάρεστιν αὐτῇ παρασχὸν ἅτε ἄνδρα γυναικὶ πλησιάσαντα, καθάπερ ἐν ὀνείρῳ ἀφανισθῆναι.

盖因在她即将怀上他时,曾有一个隐形的恶魔降临于她,却让她真切地感知到其与她同在,如男子亲近女子一般接近了她,随后便如梦幻般消失无踪。

§12.20

Τινὲς δὲ τῶν αὐτῷ παρόντων τε πόρρω που τῶν νυκτῶν καὶ ξυγγινομένων ἐν Παλατίῳ δηλονότι, οἷσπερ ἐν καθαρῷ ἡ ψυχὴ ἦν, φάντασμά τι θεάσασθαι δαιμόνιον ἄηθες σφίσιν ἀντ’ αὐτοῦ ἔδοξαν.

此外,某些深夜在王宫内侍奉于侧并与他交谈的人——显然是那些灵魂纯洁之人——自以为看到了一个陌生的魔性幻影取代了他的身形。

§12.21

ὁ μὲν γὰρ ἔφασκεν ἄφνω μὲν αὐτὸν θρόνου τοῦ βασιλείου ἐξαναστάντα περιπάτους ἐνταῦθα ποιεῖν· συχνὸν γὰρ καθῆσθαι οὐδαμῆ εἴθιστο· τῆς δὲ κεφαλῆς ἐν τῷ παραυτίκα τῷ Ἰουστινιανῷ ἀφανισθείσης τὸ ἄλλο οἱ σῶμα τούτους δὴ τοὺς μακροὺς διαύλους ποιεῖν δοκεῖν, αὐτόν τε ἅτε οἱ τῶν ὀμμάτων περὶ τὴν θέαν ὡς ἥκιστα ὑγιαινόντων, ἀσχάλλοντα καὶ διαπορούμενον ἐπὶ πλεῖστον ἑστάναι.1

其中一人曾宣称,皇帝忽然从王座上起身并在那里踱步——因为他绝无久坐的习惯——就在那一刻,查士丁尼的头颅忽然消失,只留下其余的身躯似乎在沿着长长的殿廊来回走动;而此人自以为双目之视力极不正常,满心惶惑惊恐地伫立良久。

§12.22

ὕστερον μέντοι τῆς κεφαλῆς τῷ σώματι ἐπανηκούσης τὰ τέως λειπόμενα οἴεσθαι παρὰ δόξαν ἀναπιμπλάναι. ἄλλος δὲ παρεστάναι οἱ καθημένῳ ἔφη, ἐκ δὲ τοῦ αἰφνιδίου τὸ πρόσωπόν οἱ κρέατι ἀσήμῳ ἰδεῖν ἐμφερὲς2 γεγονός· οὔτε γὰρ ὀφρῦς οὔτε ὀφθαλμοὺς ἐπὶ χώρας τῆς αὐτῶν ὄντας οὔτε ἄλλο τι τὸ παράπαν ἔφερε γνώρισμα· χρόνου μέντοι αὐτῷ τὸ σχῆμα τῆς ὄψεως ἐπανῆκον ἰδεῖν. ταῦτα οὐκ αὐτὸς θεασάμενος γράφω, ἀλλὰ τῶν τότε θεάσασθαι ἰσχυριζομένων ἀκούσας.

然而随后,当头颅重归身躯时,他发觉先前缺失的部分竟出人意料地恢复如初。另一人则说,自己曾立于坐着的皇帝身旁,骤然间看见皇帝的面孔变得犹如一块无状的肉块;因为既不见眉毛,亦不见眼睛留在原处,全然没有任何辨识特征;然而过了片刻,他看见皇帝的面容轮廓再度重现。这些事情并非我亲眼所见而记录,而是听闻自当年坚称亲眼目睹之人的口述。

§12.24

Λέγουσι δὲ καὶ μοναχόν τινα τῷ θεῷ ἐς τὰ μάλιστα φίλον πρὸς τῶν αὐτῷ γῆν τὴν ἔρημον ξυνοικούντων ἀναπεισθέντα σταλῆναι μὲν ἐς Βυζάντιον τοῖς ἄγχιστα σφίσιν ἐνῳκημένοις ἐπαμυνοῦντα, βιαζομένοις τε καὶ ἀδικουμένοις ἀνύποιστα, ἐνταῦθα δὲ ἀφικόμενον αὐτίκα εἰσόδου τῆς παρὰ τὸν βασιλέα τυχεῖν·

据说还有一位极蒙上帝恩宠的修士,受到与他同在荒漠修道的同伴们劝请,被派往拜占庭,以救助那些与他们邻近、正遭受难以忍受之强暴与不义侵害的人们;他抵埠后,立即获得了晋见皇帝的机会。

§12.25

μέλλοντα δὲ εἴσω παρ’ αὐτὸν γενέσθαι, ἀμεῖψαι μὲν τὸν ἐκείνῃ οὐδὸν θατέρῳ τοῖν ποδοῖν, ἐξαπιναίως δὲ ἀναποδίζοντα ὀπίσω ἰέναι.

然而,当他正要步入内殿去到皇帝面前时,一只脚方才迈过门槛,便骤然缩步倒退。

§12.26

εὐνοῦχον μὲν οὖν τὸν εἰσαγωγέα καὶ τοὺς τῇδε παρόντας πολλὰ τὸν ἄνθρωπον λιπαρεῖν ἐπίπροσθεν βαίνειν, τὸν δὲ οὐδέν τι ἀποκρινάμενον, ἀλλὰ καὶ παραπλῆγι ἐοικότα ἐνθένδε ἀπαλλαγῆναι ἐς τὸ δωμάτιον, οὗ δὴ κατέλυε, γεγονότα· τῶν τέ οἱ ἑπομένων ἀναπυνθανομένων ὅτου ἕνεκα ταῦτα ποιοίη, φάναι λέγουσιν αὐτὸν ἄντικρυς ὡς τῶν δαιμόνων τὸν ἄρχοντα ἐν τῷ Παλατίῳ ἐπὶ τοῦ θρόνου καθήμενον ἴδοι, ᾧ δὴ ξυγγενέσθαι ἤ τι παρ’ αὐτοῦ αἰτεῖσθαι οὐκ ἂν ἀξιοίη.

负责引见的宦官及在场诸人竭力劝促此人前行,但他一概不予理会,反而宛如疯癫一般径直离开那里,回到了自己下榻的寓所;随行之人追问他为何如此,据说他直言不讳地宣称,自己看见恶魔的统领端坐于王宫宝座之上,与此等之辈晤面或向其祈求任何事物,是他无论如何不可应允的。

§12.27

πῶς δὲ οὐκ ἔμελλεν ὅδε ὁ ἀνὴρ δαίμων τις ἀλιτήριος εἶναι, ὅς γε ποτοῦ ἢ σιτίων ἢ ὕπνου εἰς κόρον οὐδέποτε ἦλθεν, ἀλλ’ ἀμηγέπη τῶν παρατεθέντων ἀπογευσάμενος ἀωρὶ νύκτωρ περιήρχετο τὰ βασίλεια, καίπερ ἐς τὰ ἀφροδίσια δαιμονίως ἐσπουδακώς.

这个男人又怎能不是一个凶险的恶煞?他对饮食和睡眠从未有过餍足之时,不过略尝几口端上来的食物,便在深夜不合时宜的时分巡游宫禁,尽管他对男女私情有着魔鬼般的狂热。

§12.28

Λέγουσι δὲ καὶ τῶν Θεοδώρας ἐραστῶν τινες, ἡνίκα ἐπὶ τῆς σκηνῆς ἦν, νύκτωρ τι αὐτοῖς ἐπισκῆψαν δαιμόνιον ἐξελάσαι τοῦ δωματίου, ἵνα δὴ σὺν αὐτῇ ἐνυκτέρευον· ὀρχηστρὶς δέ τις Μακεδονία ὄνομα ἐγεγόνει τοῖς ἐν Ἀντιοχεῦσι Βενέτοις, δύναμιν περιβεβλημένη πολλήν.

狄奥多拉当年的几位情人亦说,在她登台献艺的时期,曾有恶魔于夜间扑向他们,将他们赶出与她共度良宵的闺房。在安条克的蓝党之中,曾有一名叫马其顿尼亚的女舞者,坐拥极大的权势。

§12.29

γράμματα γὰρ Ἰουστινιανῷ γράφουσα ἔτι τοῦ Ἰουστίνου διοικουμένῳ τὴν βασιλείαν, οὓς ἂν βούλοιτο τῶν ἐν τοῖς ἑῴοις λογίμων ἀνῄρει οὐδενὶ πόνῳ, καὶ αὐτῶν τὰ χρήματα ἐποίει ἀνάγραπτα ἐς τὸ δημόσιον γίνεσθαι.

盖因在查士丁仍在掌理帝国之际,她若给查士丁尼修书一封,便能毫不费力地处死任何她想除去的东方显贵,并令其财产被抄没入官库。

§12.30

ταύτην τὴν Μακεδονίαν φασὶν ἐξ Αἰγύπτου τε καὶ Λιβύης ποτὲ ἥκουσαν τὴν Θεοδώραν ἀσπαζομένην, ἐπειδὴ λίαν δυσφορουμένην τε αὐτὴν καὶ ἀσχάλλουσαν εἶδεν οἷς δὴ περιύβριστό τε πρὸς τοῦ Ἑκηβολίου καὶ χρήματά οἱ ἐν τῇ ὁδῷ ταύτῃ ἀπολώλει, πολλὰ παρηγορεῖν τε καὶ παραθρασύνειν τὴν ἄνθρωπον ἅτε τῆς τύχης οἵας τε οὔσης καὶ αὖθις αὐτῇ χορηγοῦ γενέσθαι χρημάτων μεγάλων.

据说这位马其顿尼亚,在狄奥多拉有一次自埃及与利比亚归来时前去迎接她;见她因遭到赫克波利乌斯的百般凌辱以及在途中损失财资而深陷极度愤懑与痛苦之中,便百般安慰开解,给她壮胆,言称命运女神完全有能力再次赐予她滔天的财富。

§12.31

τότε λέγουσι τὴν Θεοδώραν εἰπεῖν ὡς καὶ ὄναρ αὐτῇ ἐπισκῆψαν τὴν νύκτα ἐκείνην πλούτου ἕνεκα μηδεμίαν κελεύσαι ποιεῖσθαι φροντίδα. ἐπειδὰν γὰρ εἰς Βυζάντιον ἵκοιτο, τῷ τῶν δαιμόνων ἄρχοντι ἐς εὐνὴν ἥξειν,3 τούτῳ τε ἅτε γαμετὴν γυναῖκα ξυνοικήσεσθαι μηχανῇ πάσῃ, καὶ ἀπ’ αὐτοῦ κυρίαν αὐτὴν πάντων χρημάτων γενήσεσθαι.

据说狄奥多拉当时答道,就在那一夜亦有梦兆降临于她,吩咐她无须为资财之事烦忧;因为一旦她抵达拜占庭,便将登上恶魔首领的卧榻,并想方设法作为结发妻子与他同居,且凭借他成为天下所有财富的主人。

语法注3 条
  1. 12.21αὐτόν τε ἅτε οἱ τῶν ὀμμάτων περὶ τὴν θέαν ὡς ἥκιστα ὑγιαινόντων, ἀσχάλλοντα καὶ διαπορούμενον ἐπὶ πλεῖστον ἑστάναι

    依附于主句动词 ἔφασκεν 的“宾格加不定式”结构。不定式 ἑστάναι 的逻辑主语为宾格代词 αὐτόν,在语境中指目击者本人而非查士丁尼,其修饰分词 ἀσχάλλοντα καὶ διαπορούμενον 亦以同等宾格与其呼应。其间嵌入了由 ἅτε 引导的独立属格结构(οἱ τῶν ὀμμάτων... ὑγιαινόντων,“仿佛其双目在视力上极不健全”)。

  2. 12.23κρέατι ἀσήμῳ ἰδεῖν ἐμφερὲς

    不定式 ἰδεῖν 是从属于主句动词 ἔφη 的间接引语不定式(与前文的 παρεστάναι 及后文的 ἰδεῖν 并列),因超置(hyperbaton)而嵌于 κρέατι ἀσήμῳ 与 ἐμφερές 之间,支配宾格 τὸ πρόσωπον 及补足分词 γεγονός(ἐμφερές 作其表语形容词)。κρέατι ἀσήμῳ(“没有特征的肉块”)则是 ἐμφερές 所要求的与格补足语。

  3. 12.32ἐπειδὰν γὰρ εἰς Βυζάντιον ἵκοιτο, τῷ τῶν δαιμόνων ἄρχοντι ἐς εὐνὴν ἥξειν

    直接引语中带有连接法的条件时间从句(ἐπειδὰν ... ἵκωμαι),由于间接引语转述(由 λέγουσι ... εἰπεῖν 引导)而变为转述希求法(ἵκοιτο)。连词 ἐπειδάν 通常要求连接法,但在间接引语的情态交替中,ἄν 被保留并与希求法连用。主句则使用将来时不定式 ἥξειν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:12.17-12.32