← 普罗科皮乌斯

秘史

§12.1-12.16

查士丁尼夫妇侵吞贵族财产与恶魔行径

查士丁尼与狄奥多拉通过阴谋纵火、伪造遗嘱书信及阻挠赎金,侵吞贵族与富豪的家产,并在尼卡暴动后对元老院议员的财富实行大规模洗劫。作者指斥两人是化作人形的索命恶魔,合力招致了前所未有的人类浩劫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

Ἦν τις ἐν Βυζαντίῳ Ζήνων ὄνομα, ἐκείνου Ἀνθεμίου υἱωνὸς, ὅσπερ ἐν τῇ ἑσπερίᾳ τὴν βασιλείαν τὰ πρότερα ἔσχε. τοῦτον δὴ ἐξεπίτηδες ἄρχοντα ἐπ̓ Αἰγύπτου καταστησάμενοι ἔστελλον.

在拜占庭有一人名叫芝诺,是此前曾统治西方的那位安特米乌斯的孙子。他们故意委任他为埃及的总督,并将他派遣出去。

§12.2

ἀλλ’ ὁ μὲν χρημάτων τὸ πλοῖον τῶν τιμιωτάτων ἐμπλησάμενος τὰ ἐς τὴν ἀναγωγὴν διέθετο· ἦσαν γὰρ αὐτῷ σταθμός τε ἀργύρου ἀναρίθμητος καὶ χρυσώματα μαργάροις τε καὶ σμαράγδοις καλλωπισθέντα καὶ λίθοις ἄλλοις τοιούτοις ἐντίμοις· οἱ δὲ τινας ἀναπείσαντες τῶν οἱ πιστοτάτων εἶναι δοκούντων τὰ μὲν χρήματα ἐνθένδε ὅτι τάχιστα ἐκφορήσαντες, πῦρ δὲ ἐν κοίλῃ νηὶ ἐμβεβλημένοι τῷ Ζήνωνι ἀπαγγέλλειν ἐκέλευον ἀπὸ ταὐτομάτου τήν τε φλόγα ἐν τῷ πλοίῳ ξυνενηνέχθαι καὶ διολωλέναι τὰ χρήματα.

然而,芝诺将最珍贵的财宝装满船舶,正在筹备启航事宜;盖因他拥有无数重磅白银,以及镶嵌着珍珠、绿宝石和其他此类贵重宝石的金器。然而他们暗中收买了被视为芝诺最忠信的心腹数人,从船上以最快速度搬空了财物,随后在底舱纵火,并命这些人向芝诺报告称船上自发失火,资财已荡然无存。

§12.3

χρόνῳ δὲ ὕστερον Ζήνωνι μὲν ἐξαπιναίως ἀπογενέσθαι ξυνέπεσεν, αὐτοὶ δὲ κύριοι τῆς οὐσίας εὐθὺς ἅτε κληρονόμοι γεγόνασι. διαθήκην γάρ τινα προὔφερον, ἥνπερ οὐ παρ’ ἐκείνου ξυγκεῖσθαι διατεθρύλληται.

不久之后,芝诺暴卒,他们便以继承人的身份立即成了其产业的主人;因为他们拿出了一份遗嘱,而坊间广为传言该遗嘱绝非由芝诺本人所立。

§12.5

Καὶ Τατιανοῦ τε καὶ Δημοσθένους καὶ τῆς Ἱλαρᾶς τρόπῳ τῷ ὁμοίῳ σφᾶς αὐτοὺς κληρονόμους πεποίηνται, οἵπερ τά τε ἄλλα καὶ τὸ ἀξίωμα πρῶτοι ἔν γε Ῥωμαίων τῇ βουλῇ ἦσαν. τινῶν δὲ οὐ διαθήκας, ἀλλ̓ ἐπιστολὰς διεσκευασμένοι τὴν οὐσίαν ἔσχον.

他们又以同样的手法,将自己确立为塔提安努斯、德摩斯梯尼和希拉拉的继承人,这些人在各方面以及门第威望上均名列罗马元老院之首。对于另一些人,他们占有其产业所伪造的不是遗嘱,而是书信。

§12.6

οὕτω γὰρ Διονυσίου τε κληρονόμοι γεγόνασιν, ὃς ἐν Λιβάνῳ ᾤκει, καὶ Ἰωάννου τοῦ Βασιλείου παιδὸς, ὃς δὴ ἐπιφανέστατος μὲν Ἐδεσσηνῶν ἐγεγόνει πάντων, βίᾳ δὲ πρὸς Βελισαρίου ἐν ὁμήρων λόγῳ ἐκδέδοται τοῖς Πέρσαις, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.

他们便是依此方式成为了居住在黎巴嫩的狄奥尼修斯,以及巴西利乌斯之子约翰的继承人;这约翰本是全埃德萨城中最显赫的人物,却被贝利撒留以人质之名强行交付给波斯人,正如我在前文所述。

§12.7

τοῦτον γὰρ τὸν Ἰωάννην ὁ μὲν Χοσρόης οὐκέτι ἠφίει, ἐπικαλῶν Ῥωμαίοις ἠλογηκέναι τὰ ξυγκείμενα πάντα, ἐφ’ οἷς αὐτῷ πρὸς Βελισαρίου δοθεὶς ἐτύγχανεν ἀποδίδοσθαι μέντοι ἅτε δορυάλωτον γεγονότα ἠξίου.

库斯老不肯再释放这位约翰,指责罗马人践踏了贝利撒留将约翰交予他时所立的一切协议;但他表示愿意将约翰作为战俘准予赎回。

§12.8

ἡ δὲ τοῦ ἀνδρὸς μάμμη (περιοῦσα γὰρ ἔτι ἐτύγχανε) τὰ λύτρα παρεχομένη οὐχ ἧσσον ἢ δισχιλίας λίτρας ἀργύρου τὸν υἱωνὸν ὠνήσεσθαι ἐπίδοξος ἦν.

而此人的祖母——因她当时尚在人世——筹措了赎金,不下于两千磅白银,有望赎回她的孙子。

§12.9

ἀλλ’ ἐπεὶ τὰ λύτρα ταῦτα ἐς Δάρας ἦλθε, μαθὼν ὁ βασιλεὺς τὸ συμβόλαιον γενέσθαι οὐκ εἴα, ὡς μὴ ἐς τοὺς βαρβάρους, εἰπὼν, ὁ Ῥωμαίων κομίζηται πλοῦτος. οὐ πολλῷ δὲ ὕστερον τῷ μὲν Ἰωάννῃ νοσήσαντι ξυνέβη ἐξ ἀνθρώπων ἀφανισθῆναι, ὁ δὲ τὴν πόλιν ἐπιτροπεύων ἐπιστολὴν ἀναπλάσας τινὰ ἔφη πρὸς αὐτὸν ἅτε φίλον οὐ πολλῷ ἔμπροσθεν τὸν Ἰωάννην γράψαι ὥς οἱ αὐτῷ βουλομένῳ εἰη1 εἰς τὸν βασιλέα τὴν οὐσίαν ἐλθεῖν.

然而当这笔赎金运抵达拉时,皇帝获悉此事,竟不准这项交易完成,宣称绝不能让罗马人的财富流入蛮族之手。 不久之后,约翰染病辞世;而管理该城的官吏伪造了一封信,声称约翰死前不久曾作为友人写信给他,表示其本人心愿是让其产业归于皇帝。

§12.11

πάντων δὲ τῶν ἄλλων τὰ ὀνόματα καταλέγειν οὐκ ἂν δυναίμην ὧνπερ αὐτόματοι κληρονόμοι γεγένηνται.

至于他们擅自充当其继承人的所有其他人,其姓名我实难一一枚举。

§12.12

Ἀλλὰ μέχρι μὲν οὖν ἡ τοῦ Νίκα καλουμένη στάσις ἐγένετο, κατὰ μίαν διαλέγεσθαι τὰς τῶν εὐδαιμόνων οὐσίας ἠξίουν· ἐπεὶ δὲ ταύτην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, γενέσθαι ξυνέβη, τότε δὴ ἀθρόας σχεδόν τι εἰπεῖν ἁπάντων τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς τὰς οὐσίας δημοσιώσαντες, τὰ μὲν ἔπιπλα πάντα καὶ τῶν χωρίων ὅσα κάλλιστα ἦν ᾗπερ ἐβούλοντο διεχείρισαν, ἀπολέξαντες δὲ τὰ φόρου πικροῦ τε καὶ βαρυτάτου ὑποτελῆ ὄντα, φιλανθρωπίας προσχήματι τοῖς πάλαι κεκτημένοις ἀπέδοντο.

在所谓的“尼卡”暴动发生之前,他们尚且满足于逐一搜刮富豪的家产;但正如我在前文所述,当这场暴动爆发后,他们几乎将全数元老院议员的产业全盘没收,任意处置了所有家具器皿和最上等的庄园地产,却挑选出那些负有苛刻且极沉重税赋的产业,假借仁爱之名转赐给原来的所有者。

§12.13

διὸ δὴ πρός τε τῶν φορολόγων ἀγχόμενοι καὶ ἀποκναιόμενοι τόκοις ὀφλημάτων ἀειρρύτοις τισὶ δυσθανατοῦντες ἀκούσιοι διεβίωσαν.

于是,这些人被征税官逼迫勒索,又被债务那永无休止的利息销蚀殆尽,在非其所愿的慢性煎熬中度过苟延残喘的残生。

§12.14

διὸ δὴ ἐμοί τε καὶ τοῖς πολλοῖς ἡμῶν οὐδεπώποτε ἔδοξαν οὗτοι ἄνθρωποι εἶναι, ἀλλὰ δαίμονες παλαμναῖοί τινες καὶ ὥσπερ οἱ ποιηταὶ λέγουσι βροτολοιγὼ ἤστην,2 οἳ δὴ ἐπὶ κοινῆς βουλευσάμενοι ὅπως ἅπαντα ἀνθρώπεια γένη τε καὶ ἔργα ὡς ῥᾷστα καὶ τάχιστα διαφθείρειν ἱκανοὶ εἶεν, ἀνθρώπειόν τε ἠμπίσχοντο σχῆμα καὶ ἀνθρωποδαίμονες γεγενημένοι τῷ τρόπῳ τούτῳ ξύμπασαν τὴν οἰκουμένην κατέσεισαν.

正因如此,在我以及我们大多数人看来,这两人绝非凡人,而是某种凶残的复仇恶灵,恰如诗人们所称的“灭绝人类的二恶煞”;他们同谋共计,图谋如何能最轻而易举且最迅速地消灭整个人类族类与业绩,披上人形,化作人面魔怪,以此方式震荡了整个文明世界。

§12.15

τεκμηριώσαι δ’ ἄν τις τὸ τοιοῦτο πολλοῖς τε ἄλλοις καὶ τῇ τῶν πεπραγμένων δυνάμει. τὰ γὰρ δαιμόνια τῶν ἀνθρωπείων ξυμβαίνει πολλῷ τῷ διαλλάσσοντι διακεκρίσθαι.

任何人皆可由诸多证据以及他们行事的威力来证实这一点;盖因恶魔之事与凡人之事,向来有着判若云泥的差别。

§12.16

πολλῶν ἀμέλει γεγονότων ἐκ τοῦ παντὸς αἰῶνος ἀνθρώπων τύχῃ ἢ φύσει φοβερῶν ἐς τὰ μάλιστα, οἱ μὲν πόλεις, οἱ δὲ χώρας, ἢ ἄλλο τι τοιοῦτο καθ’ αὑτοὺς ἔσφηλαν, ὄλεθρον δὲ ξυμπάντων ἀνθρώπων ξυμφοράς τε γῆς τῆς οἰκουμένης ἁπάσης οὐδεὶς ὅτι μὴ οὗτοι ἄνθρωποι ἐργάζεσθαι ἱκανῶς ἔσχον,3 ὧν δὴ καὶ ἡ τύχη ὑπούργει τῇ γνώμῃ συγκατεργαζομένη τῶν ἀνθρώπων διαφθοράν

自古以来固然出现过许多因机遇或天性而极度可怕的人物,他们或摧毁城池,或颠覆邦域,或单凭一己之力造成类似祸患;然而,要造成整个人类的灭绝以及整个文明世界的灾难,除了这两个人之外再无凡人能做到,甚至连命运也为他们的意图效力,协力促成人类的毁灭。

语法注3 条
  1. 12.10ὥς οἱ αὐτῷ βουλομένῳ εἰη

    此处使用了希腊语惯用表达 βουλομένῳ ἐστί τινι(“依某人之愿”、“某人欣然同意”),与格代词 οἱ(指代约翰自身)与同格分词 βουλομένῳ 结合,在间接引语的历史时态序列中变为希求法 εἴη。

  2. 12.14βροτολοιγὼ ἤστην

    此处由源自荷马史诗中战神阿瑞斯的称号 βροτολοιγός(“残害凡人者”)的双数主格形式 βροτολοιγώ,以及动词 εἰμί 的过去未完成时第三人称双数形式 ἤστην 构成。在古典散文中刻意采用罕见的双数形式,将查士丁尼与狄奥多拉两人描摹为祸国殃民的一双恶煞。

  3. 12.16οὐδεὶς ὅτι μὴ οὗτοι ἄνθρωποι ἐργάζεσθαι ἱκανῶς ἔσχον

    短语 ὅτι μή 是表示“除……之外”(except)的惯用法。语法主语虽为单数代词 οὐδείς(“无人”),但谓语动词 ἔσχον 却因紧随其后的同位/限定成分 οὗτοι ἄνθρωποι(“唯独这两个人”)在语义上的吸引,依意合(constructio ad sensum)采用了复数形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:12.1-12.16