- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:11.27-11.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了萨玛利亚农夫起义被镇压致使土地荒废、地主承受重税的经过,随后查士丁尼又对异教徒、男色者及占星术士进行严酷搜捕与财产没收,迫使大批臣民背井离乡。
οἱ δὲ γεωργοὶ ξύμπαντες ἀθρόοι γεγενημένοι ὅπλα ἀνταίρειν βασιλεῖ ἔγνωσαν, βασιλέα σφίσι τῶν τινα λῃστῶν προβεβλημένοι, Ἰουλιανὸν ὄνομα, Σαβάρου υἱόν.
然而,全体农夫结成群伙,决意拿起武器反抗皇帝,并推举了强盗中的一人为他们的君王,此人名叫尤利安,是萨巴鲁斯之子。
καὶ χρόνον μέν τινα τοῖς στρατιώταις ἐς χεῖρας ἐλθόντες ἀντεῖχον, ἔπειτα δὲ ἡττηθέντες τῇ μάχῃ διεφθάρησαν ξὺν τῷ ἡγεμόνι.
他们一度与士兵短兵相接,奋力抵抗,但随后在交战中溃败,与他们的首领一同被诛灭。
καὶ λέγονται μυριάδες ἀνθρώπων δέκα ἐν τῷ πόνῳ τούτῳ ἀπολωλέναι, καὶ χώρα ἡ πάσης γῆς ἀγαθὴ μάλιστα ἔρημος γεωργῶν ἀπ’ αὐτοῦ γέγονε.
据说有十万人在这场浩劫中丧生,原本全地最为肥沃的土地,由此沦为无农夫耕作的荒野。
τοῖς τε τῶν χωρίων κυρίοις Χριστιανοῖς οὖσι τὸ πρᾶγμα τοῦτο ἐς μέγα κακὸν ἐτελεύτησεν. ἀναγκαῖον γὰρ γέγονε σφίσιν οὐδὲν ἐνθένδε μετακομιζομένοις φόρον τὸν ἐπέτειον ἁδρόν τινα ὄντα ἐς τὸν ἅπαντα αἰῶνα βασιλεῖ φέρειν, ἐπεὶ οὐδεμιᾷ φειδοῖ ἡ τοῦ ἔργου τούτου ἐντροπὴ γέγονεν.1
对于那些身为基督徒的地主而言,此事最终演变成了一场大祸。因为尽管他们从中得不到任何收益,却不得不永久向皇帝缴纳每年沉重如故的赋税,盖因此项税赋的追缴毫无宽贷与怜悯。
Ἐντεῦθεν ἐπὶ τοὺς Ἕλληνας καλουμένους τὴν δίωξιν ἦγεν αἰκιζόμενός τε τὰ σώματα καὶ τὰ χρήματα ληϊζόμενος.
自此,他将迫害之手伸向了所谓的异教徒,摧残他们的肉体,掠夺他们的资财。
ἀλλὰ καὶ αὐτῶν ὅσοι τοῦ Χριστιανῶν ὀνόματος δῆθεν μεταλαχεῖν ἔγνωσαν τῷ λόγῳ τὰ παρόντα σφίσιν ἐκκρούοντες, οὗτοι δὴ οὐ πολλῷ ὕστερον ἐπὶ ταῖς σπονδαῖς καὶ θυσίαις καὶ ἄλλοις οὐχ ὁσίοις ἔργοις ἐκ τοῦ ἐπὶ πλεῖστον ἡλίσκοντο.
然而,即便在他们之中,那些企图虚应其事地受取基督徒名义、仅在言辞上敷衍以规避眼前灾祸的人,不久之后也绝大多数在奠祭、牺牲及其他不敬虔的行为中被当场拿获。
τὰ γὰρ ἀμφὶ τοῖς Χριστιανοῖς εἰργασμένα ἐν τοῖς ὄπισθέν μοι λόγοις λελέξεται.
至于他对基督徒所施行的暴行,我将在后文的叙述中详加交代。
Μετὰ δὲ καὶ τὸ παιδεραστεῖν νόμῳ ἀπεῖργεν, οὐ τὰ μετὰ τὸν νόμον διερευνώμενος, ἀλλὰ τοὺς πάλαι ποτὲ ταύτῃ δὴ τῇ νόσῳ ἁλόντας.
此后,他又立法禁绝男色,但他所追查的并非法令颁布之后的行为,而是过去某个时候曾染上这种恶疾的人。
ἐγίνετό τε ἡ ἐς αὐτοὺς ἐπιστροφὴ οὐδενὶ κόσμῳ, ἐπεὶ καὶ κατηγόρου χωρὶς ἐπράσσετο ἡ ἐς αὐτοὺς τίσις, ἑνός τε ἀνδρὸς ἢ παιδὸς λόγος, καὶ τούτου δούλου, ἂν οὕτω τύχοι, καὶ ἀκουσίου μαρτυρεῖν ἐπὶ τὸν κεκτημένον ἀναγκασθέντος, ἔδοξεν εἶναι ἀκριβὴς ἔλεγχος. τούς τε οὕτως ἁλισκομένους τὰ αἰδοῖα περιῃρημένους ἐπόμπευον.2 οὐκ ἐς πάντας μέντοι κατ’ ἀρχὰς τὸ κακὸν ἤγετο, ἀλλ’ ὅσοι ἢ Πράσινοι εἶναι ἢ μεγάλα περιβεβλῆσθαι χρήματα ἔδοξαν ἢ ἄλλο τι τοῖς τυραννοῦσι προσκεκρουκότες ἐτύγχανον.
对他们的追究毫无秩序与法度,因为对他们的惩处甚至无需原告,凡一男子或少年之言——若碰巧是个奴隶,且是被迫违心指控其主人者——便被视为确凿的证据。凡如此定罪的人,都被割去生殖器游街示众。不过,起初这一灾祸并未殃及所有人,而是针对那些被认为属于绿党、或拥有巨资、或在其他方面触怒统治者的人。
Καὶ μὴν καὶ τοῖς μετεωρολόγοις χαλεπῶς εἶχον. διὸ δὴ αὐτοὺς ἡ ἐπὶ τοῖς κλέπταις τεταγμένη ἀρχὴ ᾐκίζετό τε ἀπ’ οὐδεμιᾶς ἄλλης αἰτίας καὶ ξαίνουσα κατὰ τοῦ νώτου πολλὰς3 ἐπὶ καμήλων φερομένους ἐπόμπευεν ἀνὰ πᾶσαν τὴν πόλιν γέροντάς τε καὶ ἄλλως ἐπιεικεῖς ὄντας, ἄλλο αὐτοῖς ἐπικαλεῖν οὐδὲν ἔχουσα, πλήν γε δὴ ὅτι σοφοὶ τὰ περὶ τοὺς ἀστέρας ἐν τοιούτῳ χώρῳ ἐβούλοντο εἶναι. ἔφευγον τοίνυν ἀνθρώπων διηνεκὲς πολὺς ὅμιλος οὐκ ἐς βαρβάρους μόνον, ἀλλὰ καὶ ἐς τοὺς μακρὰν ᾠκισμένους Ῥωμαίους, ἦν τε ἰδεῖν ἐν χώρᾳ τε ἀεὶ καὶ πόλει ἑκάστῃ τοὺς πλείστους ξένους.
此外,他们对待占星学家亦极为苛酷。因此,执掌盗贼缉捕的官吏无端对他们施以酷刑,重挞其背脊,并将这些年长且在其他方面本属温和良善的人置于骆驼之上游街示众,穿行于全城各处,而未能对他们提出任何指控,唯因他们竟妄图在这样的国度中通晓星象之学。于是,大批百姓持续不断地逃亡,不仅逃往蛮族之地,亦逃向远方定居的罗马人那里,以致在各乡村与市镇中,随时可见极多流离失所的异乡客。
τοῦ γὰρ διαλαθεῖν ἕνεκα γῆς τῆς πατρῴας τὴν ἀλλοτρίαν ἠλλάξαντο εὐπετῶς ἕκαστοι, ὥσπερ τῆς πατρίδος αὐτοῖς ὑπὸ πολεμίων ἁλούσης. τὸν μὲν οὖν πλοῦτον τῶν εὐδαιμόνων εἶναι δοκούντων ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ μετά γε τοὺς ἐκ τῆς συγκλήτου βουλῆς, τρόποις οἷσπερ εἴρηται Ἰουστινιανός τε καὶ Θεοδώρα ληϊσάμενοι ἔσχον.
因为为了避人耳目,每个人都情愿背井离乡、流落异邦,宛如他们的祖国已被敌人攻陷一般。就这样,查士丁尼与狄奥多拉凭借上述手段,掠夺并据有了拜占庭乃至各城市中除元老院议员之外被视为殷实富户的所有财产。
ὅπως δὲ καὶ τοὺς ἐκ βουλῆς ἀφαιρεῖσθαι τὰ χρήματα ξύμπαντα ἴσχυσαν, αὐτίκα δηλώσω.
至于他们究竟如何得以剥夺元老院议员的全部财产,我随即将在下文予以揭示。
- 11.30ἐπεὶ οὐδεμιᾷ φειδοῖ ἡ τοῦ ἔργου τούτου ἐντροπὴ γέγονεν
名词 ἐντροπή 本义为“回顾”,引申为“关注”、“留意”或“督办”,在此语境中指对税务征收此事(τοῦ ἔργου τούτου)的督促与执行。οὐδεμιᾷ φειδοῖ 为方式与格(“毫无宽贷地”)。整句表明尽管庄园荒芜绝收(οὐδὲν ἐνθένδε μετακομιζομένοις),催征赋税的官吏仍未给予任何减免或容情。
- 11.36τούς τε οὕτως ἁλισκομένους τὰ αἰδοῖα περιῃρημένους ἐπόμπευον
περιῃρημένους 是动词 περιαιρέω(剥除、割除)的完成时被动分词,支配宾格名词 τὰ αἰδοῖα(生殖器)。此结构为被动语态中保留的“关系宾格”(限制宾格),意为“被切除了生殖器”。主要动词 ἐπόμπευον(游街示众)的直接宾语是 τοὺς οὕτως ἁλισκομένους(如此被定罪捕获的人)。
- 11.37ξαίνουσα κατὰ τοῦ νώτου πολλὰς
动词 ξαίνω 本义为“梳理羊毛”,转义为“撕裂”、“毒打”。阴性复数宾格形容词 πολλὰς 省略了施加肉刑时的习用阴性名词 πληγάς(鞭挞、抽打)。与介词短语 κατὰ τοῦ νώτου(朝着背部)连用,表示“在他们的背上狠抽了许多鞭”。
