← 普罗科皮乌斯

秘史

§11.13-11.26

没收异端与萨玛利亚人财产及迫害

查士丁尼没收基督教异端派别的财产并强迫其改宗,导致各地屠杀、自杀与流亡频发,并在针对萨玛利亚人的法令下引发了大规模动乱与虚伪改宗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.13

ἐν ᾧ δὲ τὰ ἐκ τῶν στάσεών τε καὶ πολέμων κακὰ Ῥωμαίοις ἀνήγειρε καὶ ἐρρίπιζεν, ἓν τοῦτο βουλευσάμενος, αἵματος ἀνθρωπείου τὴν γῆν πολλαῖς μηχαναῖς ἔμπλεων γίνεσθαι καὶ χρήματα ληΐζεσθαι πλείω,1 φόνον καὶ ἄλλον τῶν ὑπηκόων ἐπενόει πολὺν τρόπῳ τοιῷδε.

当他煽动并助长因派系争斗与战争而降临于罗马人的灾难之际,他图谋的唯有一事——即通过多种手段使大地充斥人血,并掳掠更多的财富——于是他以如下方式又策划了一场对其臣民的大规模屠杀。

§11.14

Χριστιανῶν δόξαι ἀπόβλητοι πολλαί εἰσιν ἐν πάσῃ τῇ Ῥωμαίων ἀρχῇ, ἅσπερ αἱρέσεις καλεῖν νενομίκασι, Μοντανῶν τε καὶ Σαββατιανῶν καὶ ὅσαις ἄλλαις πλανᾶσθαι αἱ τῶν ἀνθρώπων εἰώθασι γνῶμαι.

在整个罗马帝国境内,有着许多被摒弃的基督徒派别主张,人们习惯将它们称为异端,如蒙塔努斯派、萨巴提乌斯派以及人类心智往往易于陷入迷途的其他诸派。

§11.15

τούτους ἅπαντας δόξαν τὴν παλαιὰν ἐκέλευε μετατίθεσθαι, ἄλλα τε ἀπειλήσας ἀπειθοῦσι πολλὰ καὶ τὰς οὐσίας ἐς τοὺς παῖδας ἢ ξυγγενεῖς μηκέτι παραπέμπειν οἷόν τε εἶναι.

他命令所有这些人放弃古老的信仰,并对违抗者施以多重惩罚进行威吓,尤其是他们不得再将财产传给子女或亲属。

§11.16

τούτων δὲ τὰ ἱερὰ τῶν αἱρετικῶν καλουμένων, καὶ διαφερόντως οἷσπερ ἡ τοῦ Ἀρείου ἤσκητο δόξα, πλοῦτόν τινα εἶχεν ἀκοῆς κρείττω.

这些所谓异端者的神殿,尤其是信奉阿里乌斯主张的那些,拥有超越耳闻的巨额财富。

§11.17

οὔτε γὰρ ἡ σύγκλητος βουλὴ ξύμπασα οὔτε τις ἄλλη μεγίστη μοῖρα τῆς Ῥωμαίων ἀρχῆς τά γε εἰς τὴν οὐσίαν εἰκάζεσθαι τούτοις δὴ τοῖς ἱεροῖς ἔσχε.2

因为无论整个元老院,还是罗马帝国任何最为显赫的阶层,在财产方面都无法与这些神殿相提并论。

§11.18

κειμήλιά τε γὰρ αὐτοῖς χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ ξυγκείμενα ἐκ λίθων ἐντίμων ἀμύθητά τε καὶ ἀναρίθμητα ἦν, οἰκίαι τε καὶ κῶμαι παμπληθεῖς, καὶ χώρα πολλὴ πανταχόθι τῆς γῆς, καὶ ὅση ἄλλη πλούτου ἰδέα ἐστί τε καὶ ὀνομάζεται ἐν πᾶσιν ἀνθρώποις ἅτε οὐδενὸς αὐτὰ τῶν πώποτε βεβασιλευκότων ὀχλήσαντος.

他们拥有数不尽且不可胜数的金银宝藏以及由贵重宝石构成的器皿,还有数不清的住宅和村庄、分布在世上各处的广袤土地,以及世人所拥有并命名的一切形式的财富,因为历代皇帝从未有人对之加以侵扰。

§11.19

πολλοί τε ἄνθρωποι, καὶ ταῦτα δόξης ὄντες ὀρθῆς, τῇ τῶν σφετέρων ἐπιτηδευμάτων προφάσει ἐνθένδε ἀεὶ τοῦ βίου τὰς ἀφορμὰς εἶχον.

许多人,即便自身持守正统信仰,也以提供各自劳务为名,始终从中获取谋生的资财。

§11.20

τούτων μὲν οὖν τῶν ἱερῶν πρῶτον τὰς οὐσίας δημοσιώσας Ἰουστινιανὸς βασιλεὺς ἀφείλετο ἐξαπιναίως τὰ χρήματα πάντα. ἐξ οὗ τοῖς πολλοῖς ἀποκεκλεῖσθαι τὸ λοιπὸν τοῦ βίου συνέβη.

因此,查士丁尼皇帝首先将这些神殿的财产充公,迅即将全部钱财掠夺一空。由此导致多数人往后的生计被彻底断绝。

§11.21

Πολλοὶ δὲ εὐθὺς πανταχόσε περιιόντες δόξης τῆς πατρίου τοὺς παραπίπτοντας ἠνάγκαζον μεταβάλλεσθαι.

随即有许多人巡走四方,强迫所遇见的人改变祖传的信仰。

§11.22

ἅπερ ἐπεὶ ἀνθρώποις ἀγροίκοις οὐχ ὅσια ἔδοξεν εἶναι, τοῖς ταῦτα ἐπαγγέλλουσιν ἀντιστατεῖν ἅπαντες ἔγνωσαν.

由于这些举措在乡野村民看来实属不敬,所有人遂决定反抗那些颁布这些法令的人。

§11.23

πολλοὶ μὲν οὖν πρὸς τῶν στρατιωτῶν διεφθείροντο, πολλοὶ δὲ καὶ σφᾶς αὐτοὺς διεχρήσαντο εὐσεβεῖν μάλιστα ὑπὸ ἀβελτερίας οἰόμενοι, καὶ αὐτῶν ὁ μὲν πλεῖστος ὅμιλος γῆς τῆς πατρῴας ἐξιστάμενοι ἔφευγον, Μοντανοὶ δὲ, οἳ ἐν Φρυγίᾳ κατῴκηντο, σφᾶς αὐτοὺς ἐν ἱεροῖς τοῖς σφετέροις καθείρξαντες τούτους τε τοὺς νεὼς αὐτίκα ἐμπρήσαντες ξυνδιεφθάρησαν οὐδενὶ λόγῳ, πᾶσά τε ἀπ’ αὐτοῦ ἡ Ῥωμαίων ἀρχὴ φόνου τε ἦν καὶ φυγῆς ἔμπλεως.

于是,许多人被士兵诛灭,许多人亦因愚不可及地自以为极其虔敬而自寻短见,他们中的大多数群众则抛弃祖居之地沦为流亡者;居住在弗里吉亚的蒙塔努斯派人将自己关在神殿之中,随即纵火焚毁这些殿宇,毫无理智地一同葬身火海,整个罗马帝国由此充斥着杀戮与逃亡。

§11.24

Νόμου δὲ τοῦ τοιούτου καὶ ἀμφὶ τοῖς Σαμαρείταις αὐτίκα τεθέντος ταραχὴ ἄκριτος τὴν Παλαιστίνην κατέλαβεν.

当这类法令随即也针对萨玛利亚人颁布时,无休止的骚乱席卷了巴勒斯坦。

§11.25

ὅσοι μὲν οὖν ἔν τε Καισαρείᾳ τῇ ἐμῇ κὰν ταῖς ἄλλαις πόλεσιν ᾤκουν, παρὰ φαῦλον ἡγησάμενοι κακοπάθειάν τινα ὑπὲρ ἀνοήτου φέρεσθαι δόγματος, ὄνομα Χριστιανῶν τοῦ σφίσι παρόντος ἀνταλλαξάμενοι3 τῷ προσχήματι τούτῳ τὸν ἐκ τοῦ νόμου ἀποσείσασθαι κίνδυνον ἴσχυσαν.

凡居住在我的故乡凯撒里亚及其他城镇中的人,认为为了无谓的教义而遭受苦难乃是愚蠢之举,便以基督徒的名号换取现有的名号,借此托词得以摆脱源自法律的危险。

§11.26

καὶ αὐτῶν ὅσοις μέν τι λογισμοῦ καὶ ἐπιεικείας μετῆν, πιστοὶ εἶναι τὰ ἐς δόξαν τήνδε οὐδαμῆ ἀπηξίουν, οἱ μέντοι πλεῖστοι ὥσπερ ἀγανακτοῦντες, ὅτι δὴ οὐχ ἑκούσιοι, ἀλλὰ τῷ νόμῳ ἠναγκασμένοι δόγμα τὸ πάτριον μετεβάλοντο, αὐτίκα δὴ μάλα ἐπί τε Μανιχαίους καὶ τοὺς καλουμένους Πολυθέους ἀπέκλιναν.

他们中凡稍具理智与温和品性的人,丝毫不拒绝忠实于这一信仰;然而大多数人仿佛因自己并非自愿而是被迫顺从法律改变祖传教义而愤愤不平,便立即全然倒向了摩尼教徒以及所谓的多神教徒。

语法注3 条
  1. 11.13ἓν τοῦτο βουλευσάμενος, αἵματος ἀνθρωπείου τὴν γῆν πολλαῖς μηχαναῖς ἔμπλεων γίνεσθαι καὶ χρήματα ληΐζεσθαι πλείω

    ἓν τοῦτο 在此作为代词性前指,同格指代后文由两个不定词短语(γίνεσθαι 与 ληΐζεσθαι)构成的宾语从句。它作分词 βουλευσάμενος 的直接宾语,构成“企图此一件事,即……”的句法骨架。

  2. 11.17τά γε εἰς τὴν οὐσίαν εἰκάζεσθαι τούτοις δὴ τοῖς ἱεροῖς ἔσχε

    动词 ἔσχε 搭配被动不定词 εἰκάζεσθαι 表示能力或可能性(“能够被相比”)。主语为前面的 οὔτε ἡ σύγκλητος... οὔτε τις ἄλλη μεγίστη μοῖρα,与格 τούτοις τοῖς ἱεροῖς 表示比较对象,对格短语 τά γε εἰς τὴν οὐσίαν 则作限制性对格(“在财产方面”)。

  3. 11.25ὄνομα Χριστιανῶν τοῦ σφίσι παρόντος ἀνταλλαξάμενοι

    动词 ἀνταλλάσσομαι 遵循以属格表示代价或被交换之物、以对格表示换取之物的句法结构。在此,对格 ὄνομα Χριστιανῶν(基督徒的名号)是所获取的名号,而属格 τοῦ σφίσι παρόντος [ὀνόματος](他们现有的名号)则是被舍弃交换的对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:11.13-11.26