← 普罗科皮乌斯

秘史

§11.1-11.12

查士丁尼改易法制与激化蛮族纷争

记述查士丁尼登基后为图虚名彻底颠覆既有法律与官制,并出于对掠夺与杀戮的无尽渴求挑动蛮族争端,反以金钱引来连绵不绝的侵掠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

Ἐπειδὴ οὖν Ἰουστινιανὸς τὴν βασιλείαν παρέλαβε, συγχεῖν ἅπαντα εὐθὺς ἴσχυσεν. ἃ γὰρ ἔμπροσθεν νόμῳ ἀπορρηθέντα ἐτύγχανεν, ἐς τὴν πολιτείαν εἰσῆγε, τά τε ὄντα καὶ ξυνειθισμένα καθελὼν ξύμπαντα, ὥσπερ ἐπὶ τούτῳ κεκομισμένος τὸ τῆς βασιλείας σχῆμα,1 ἐφ̓ ᾧ ἅπαντα μεταλλάσσοι ἐφ’ ἕτερον σχῆμα.

因此,当查士丁尼接掌皇位后,立即得以使一切陷入混乱。因为他将先前法律所禁止的事项引入国家体制中,废除了一切既有和习俗的规范,仿佛他获得帝位的形态,正是为了将一切转变为另一种形态。

§11.2

ἀρχάς τε γὰρ τὰς μὲν οὔσας ἀνῄρει, τὰς δὲ οὐκ οὔσας ἐφίστη τοῖς πράγμασι· τούς τε νόμους καὶ τῶν στρατιωτῶν τοὺς καταλόγους ταὐτὸ τοῦτο ἐποίει, οὐ τῷ δικαίῳ εἴκων οὐδὲ τῷ ξυμφόρῳ ἐς τοῦτο ἠγμένος, ἀλλ’ ὅπως δὴ ἅπαντα νεώτερά τε καὶ αὐτοῦ ἐπώνυμα εἴη. ἢν δέ τι καὶ μεταβαλεῖν ἐν τῷ παραυτίκα ἥκιστα ἴσχυσεν, ἀλλὰ τούτῳ γε τὴν ἐπωνυμίαν τὴν αὑτοῦ ἔθετο.

他废除了既有的官职,将原本不存在的官职强加于国政之上;对法律以及军队名册他也如法炮制,既不是顺从正义,也不是被国家利益所引导,而仅仅是为了让所有事物都焕然一新并冠以自己的名字。即使有些事物在当时完全无法更动,他也至少将自己的名号加诸其上。

§11.3

Χρημάτων δὲ ἁρπαγῆς ἢ φόνου ἀνθρώπων κόρος αὐτὸν οὐδεὶς ἔλαβε πώποτε, ἀλλ’ οἰκίας μὲν παμπληθεῖς ληϊσάμενος εὐδαιμόνων ἀνδρῶν ἑτέρας ἐζήτει, προέμενος εὐθὺς τῶν βαρβάρων τισὶν, ἢ ἀνοήτοις οἰκοδομίαις λείας τῆς προτέρας τὰ χρήματα.

强夺财产或屠杀人类,从未使他感到厌足;他掠夺了无数富户的家宅之后,又去搜寻其他目标,随即将前番劫掠所得的财富散尽给某些蛮族,或是耗费在愚蠢的营建工程上。

§11.4

καὶ μυρίους δὲ ἴσως λόγῳ οὐδενὶ ἀνελὼν ἐς πλειόνων ἄλλων ἐπιβουλὴν αὐτίκα μάλα καθίστατο.

在毫无缘由地消灭了或许数以万计的人之后,他便立刻着手谋害更多的人。

§11.5

εἰρήνης τοίνυν Ῥωμαίοις οὔσης ἐς πάντας ἀνθρώπους οὐκ ἔχων ὅστις γένηται τῶν φόνων ἐπιθυμίᾳ2 πάντας βαρβάρους πρός ἀλλήλους ξυνέκρουε, τῶν δὲ Οὔννων τοὺς ἡγουμένους ἐξ αἰτίας οὐδεμιᾶς μετακαλῶν χρήματα μεγάλα σφίσιν ἀτόπῳ φιλοτιμίᾳ προΐετο, φιλίας ἐνέχυρα δῆθεν τῷ λόγῳ ταῦτα ποιούμενος· ὅπερ αὐτὸν ἐρρήθη καὶ ὑπὸ τὸν χρόνον τῆς Ἰουστίνου βασιλείας πεποιηκέναι.

于是,当罗马人与普天下之人皆处于和平之时,他因杀戮的欲望而不知自处,便挑动所有蛮族互相冲突;他无缘无故召见匈人首领,出于荒唐的虚荣向他们散发巨资,口头上假托以此作为友好的抵押——据说在查士丁统治时期,他也曾行过此事。

§11.6

οἱ δὲ καὶ χρήματα κεκομισμένοι τῶν ξυναρχόντων τινὰς ξὺν τοῖς ἑπομένοις τοῖς αὐτῶν ἔπεμπον, καταθέειν ἐξ ἐπιδρομῆς γῆν τὴν βασιλέως κελεύοντες, ὅπως καὶ αὐτοὶ τὴν εἰρήνην ἀπεμπολεῖν τῷ ταύτην ὠνεῖσθαι λόγῳ οὐδενὶ βουλομένῳ3 δυνατοὶ εἶεν.

而那些收到钱财的人,则派遣同僚首领中的某些人率领其随从,命他们突袭扫荡皇帝的土地,以便他们也能将和平出卖给这位毫无道理地想要购买和平的人。

§11.7

καὶ οἱ μὲν αὐτίκα ἠνδραπόδιζόν τε τὴν Ῥωμαίων ἀρχὴν καὶ οὐδέν τι ἧσσον ἔμμισθοι πρὸς τοῦ βασιλέως ἐγίνοντο· ἕτεροι δὲ μετ’ ἐκείνους εὐθὺς ἐς τὸ ληΐζεσθαι τοὺς ταλαιπώρους Ῥωμαίους καθίσταντο, καὶ μετὰ τὴν λείαν ἆθλα τῆς ἐφόδου τὴν βασιλέως φιλοτιμίαν ἐδέχοντο.

这些人旋即奴役罗马帝国的臣民,却照样领受皇帝的报酬;在他们之后,其他人立即接着掠夺可怜的罗马人,并在劫掠之后因这次进犯而收受皇帝的厚赐作为奖赏。

§11.8

οὕτω τε ἅπαντες ξυλλήβδην εἰπεῖν οὐδένα ἀνιέντες καιρὸν ἐκ περιτροπῆς ἦγόν τε καὶ ἔφερον ἁπαξάπαντα.

总而言之,所有人就这样绝不错过任何时机,轮番洗劫并掠走了一切。

§11.9

ἀρχόντων γάρ εἰσι τοῖς βαρβάροις τούτοις ξυμμορίαι πολλαὶ καὶ περιήρχετο πόλεμος τὴν μὲν αἰτίαν ἐκ φιλοτιμίας ἀλογίστου λαβὼν, τὸ δὲ πέρας εὑρέσθαι οὐδαμῆ ἔχων, ἀλλ’ ἐφ’ ἑαυτὸν ἀνακυκλούμενος τὸν πάντα αἰῶνα. διὸ δὴ χῶρος μέν τις ἢ ὄρος ἢ σπήλαιον ἢ ἄλλο τι τῆς Ῥωμαίων γῆς ὑπὸ τὸν χρόνον τοῦτον ἀδῄωτον οὐδαμῆ ἔμεινε, χώραις δὲ πολλαῖς πλέον ἢ πεντάκις ἁλῶναι συνέβη.

因为这些蛮族中有着众多首领的帮派,源于非理性虚荣的战火周而复始,完全找不到止境,而是在所有岁月中不断循环自身。因此,在此期间罗马土地上的任何地方、山岳、洞穴或任何其他事物,绝无不遭蹂躏者,许多地区甚至遭遇了五次以上的陷落。

§11.11

καὶ ταῦτα μέντοι καὶ ὅσα πρὸς Μήδων τε καὶ Σαρακηνῶν καὶ Σκλαβηνῶν καὶ Ἀντῶν καὶ τῶν ἄλλων βαρβάρων ξυνηνέχθη γενέσθαι ἐν τοῖς ἔμπροσθέν μοι δεδιήγηται λόγοις· ἀλλ’ ὅπερ τοῦδε ἀρχόμενος τοῦ λόγου ὑπεῖπον, τὴν αἰτίαν τῶν ξυμπεπτωκότων ἐνταῦθά μοι ἦν ἀναγκαῖον εἰπεῖν.

这些事以及在波斯人、萨拉森人、斯拉夫人、安特人和其他蛮族手中所发生的变故,已在我的前述著作中被详尽记述;然而正如我在本部著作开篇时所预先说明的,在此我必须阐明所发生之事的根源。

§11.12

Καὶ Χοσρόῃ μὲν κεντηναρίων πλῆθος ὑπὲρ τῆς εἰρήνης προέμενος, αὐτογνωμονήσας δὲ οὐδενὶ λόγῳ αἰτιώτατος τοῦ λελύσθαι τὰς σπονδὰς γέγονεν, Ἀλαμούνδαρόν τε καὶ Οὔννους τοὺς Πέρσαις ἐνσπόνδους σπουδάζων τε καὶ διατεινόμενος ἑταιρίζεσθαι, ὅπερ μοι ἐν λόγοις τοῖς ὑπὲρ αὐτῶν οὐκ ἀπαρακαλύπτως εἰρῆσθαι δοκεῖ.4

他虽曾为了和平向库斯老输送大量黄金,却自作主张、毫无理据地成了条约瓦解的罪魁祸首,因为他竭力拉拢与波斯人订有条约的阿拉蒙达罗斯以及匈人——而在我论述他们的文字中,对此事的阐述在我看来并非没有遮掩。

语法注4 条
  1. 11.1ὥσπερ ἐπὶ τούτῳ κεκομισμένος τὸ τῆς βασιλείας σχῆμα, ἐφ̓ ᾧ ἅπαντα μεταλλάσσοι ἐφ’ ἕτερον σχῆμα

    连词 ἐφ' ᾧ 引出带有目的或条件含义的从句,后接希求语气动词 μεταλλάσσοι,与主句中的代词短语 ἐπὶ τούτῳ(“正是为了这一目的”)遥相呼应。文中两次使用 σχῆμα 构成了修辞上的双关与对照。

  2. 11.5οὐκ ἔχων ὅστις γένηται τῶν φόνων ἐπιθυμίᾳ

    短语 οὐκ ἔχων ὅστις γένηται 为表示沉思或无所适从的惯用表达,意为“不知该如何自处”;伴随的原因与格 τῶν φόνων ἐπιθυμίᾳ(“由于对杀戮的渴望”)说明其根源,形象地描绘了皇帝在和平时期杀戮欲无处宣泄的狂乱心态。

  3. 11.6τῷ ταύτην ὠνεῖσθαι λόγῳ οὐδενὶ βουλομένῳ

    分词短语 τῷ... βουλομένῳ 作与格间接宾语,由动词 ἀπεμπολεῖν(出卖)支配,意为“向那个意图……的人”。其间的 ταύτην ὠνεῖσθαι 为 βουλομένῳ 的不定式补足语,状语性与格短语 λόγῳ οὐδενὶ(“毫无道理地”)修饰 ὠνεῖσθαι。

  4. 11.12οὐκ ἀπαρακαλύπτως εἰρῆσθαι δοκεῖ

    由 οὐκ 与 ἀπαρακαλύπτως(“毫无遮掩地”、“公然地”)构成的双重否定(缓饰法),意为“在我看来并非毫无掩饰地被陈述”,暗指作者在公开出版的前作中被迫含蓄隐晦,直至本书才直陈实情。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:11.1-11.12