← 普罗科皮乌斯

秘史

§10.12-10.23

查士丁尼与狄奥多拉伪装对立与暗中勾结

作者总结了对狄奥多拉戏院旧事的记述,转而揭露查士丁尼与狄奥多拉如何在宗教、赛车党派和诉讼纷争中表面伪装对立、暗中同谋勾结,通过分化臣民来掠夺财富并巩固其僭主统治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.12

τῶν δὲ δὴ αὐτῇ βεβιωμένων ἐν τῇ θυμέλῃ τὰ μὲν πλεῖστα λέγοντι οὐκ ἂν ὁ πᾶς αἰὼν ἐπαρκέσαι,1 ὀλίγα δὲ ἄττα ἐν τοῖς ἔμπροσθεν λόγοις ἀπολεξάμενος τοῦ τῆς γυναικὸς τρόπου τοῖς ἐπιγενησομένοις ὅλην ἂν πεποιῆσθαι τὴν δήλωσιν ἱκανὸς εἴην.

至于她在戏院中的生活,即便用一生的时间叙述,也无法说尽其中的绝大部分;然而,我在前文的记述中采选了少数几件事,便应当足以向后世之人完全展现这个女人的品性。

§10.13

νῦν δὲ αὐτῆς καὶ τἀνδρὸς τὰ πεπραγμένα ἐν ὀλίγῳ δηλωτέον ἡμῖν, ἐπεὶ οὐδέ τι ἀλλήλοιν χωρὶς ἐς τὴν δίαιταν ἐπραξάτην.

但现在,我们必须简略阐明她与她丈夫的所作所为,因为在生活方式上,他们没有一件事是彼此分开行事的。

§10.14

χρόνον μὲν γὰρ πολὺν ἔδοξαν ἅπασι ταῖς τε γνώμαις ἀεὶ καὶ τοῖς ἐπιτηδεύμασι καταντικρὺ ἀλλήλοιν ἰέναι, ὕστερον μέντοι ἐξεπίτηδες αὐτοῖν ξυμπεπλάσθαι ἡ δόκησις αὕτη ἐγνώσθη, τοῦ μὴ ξυμφρονήσαντας τοὺς κατηκόους σφίσιν ἐπαναστῆναι, ἀλλὰ διεστάναι τὰς γνώμας ἐπ̓ αὐτοὺς ἅπασι.2

事实上,在很长一段时间里,众人都以为他们在见解和行事作风上始终针锋相对;然而后来人们得知,这种表象是他们二人刻意伪造的,目的在于防止臣民因同心协力而向他们起事,反倒让所有人在面对他们时意见分歧。

§10.15

Πρῶτα μὲν οὖν τοὺς Χριστιανοὺς διαναστήσαντε καὶ τὴν ἐναντίαν ἔν γε τοῖς ἀντιλεγομένοις σκηπτομένω ἀλλήλοιν ἰέναι διεσπάσαντο οὕτως ἅπαντας, ὥσπερ μοι λελέξεται οὐ πολλῷ ὕστερον. ἔπειτα δὲ τοὺς στασιώτας διείλοντο.

首先,他们挑动基督徒,假装在争议问题上各执相对立场,从而将所有人撕裂开来,正如我不久后将要叙述的那样。接着,他们又分化了党派分子。

§10.16

καὶ ἡ μὲν δυνάμει τῇ πάσῃ μεταποιεῖσθαι τῶν Βενέτων ἐπλάσσετο καὶ τὴν ἐξουσίαν αὐτοῖς ἐπὶ τοὺς ἀντιστασιώτας ἀναπετάσασα ἐνεδίδου κόσμῳ οὐδενὶ ἐξαμαρτάνειν τε καὶ βιάζεσθαι τὰ ἀνήκεστα.

一方面,她装出竭力支持蓝党的样子,将压制对立党派的权力无限放宽给他们,纵容他们毫无节制地胡作非为,施加无可挽回的暴行。

§10.17

ὁ δὲ ὥσπερ ἀγανακτοῦντι μὲν καὶ ἀποσκύζοντι λάθρα ἐῴκει, κελεὐθέως δὲ τῇ γυναικὶ ἀντιστατεῖν οὐχ οἵῳ τε ὄντι,3 πολλάκις δὲ καὶ μεταμπισχόμενοι τὴν τοῦ δύνασθαι δόξαν σφίσιν αὐτοῖς τὴν ἐναντίαν ᾔεσαν.

另一方面,他表面上看似暗自愤慨且心怀怨怼,但又无法公然反抗其妻;而且他们常常互换掌权的姿态,彼此背道而驰。

§10.18

ὁ μὲν γὰρ τοὺς Βενέτους οἷα ἐξαμαρτάνοντας κολάζειν ἠξίου, ἡ δὲ τῷ λόγῳ χαλεπαίνουσα ἐδυσφορεῖτο ὅτι δὴ οὐχ ἑκοῦσα τἀνδρὸς ἡσσηθείη.

因为丈夫主张以蓝党犯法为由惩治他们,而妻子则在言辞上大发雷霆,为自己迫不得已屈服于丈夫而愤懑不平。

§10.19

Τῶν μέντοι Βενέτων οἱ στασιῶται, ὥσπερ μοι εἴρηται, σωφρονέστατοι ἔδοξαν εἶναι. τοὺς γὰρ πέλας βιάζεσθαι ὅσα ἐξῆν οὐδαμῆ ἐδικαίουν, ἔν τε ταῖς περὶ τὰς δίκας φιλονεικίαις ἐδόκει μὲν ἑκάτερος ἑνὶ τῶν διαφόρων ἀμύνειν, νικᾶν δὲ αὐτοῖν τὸν λόγῳ τῷ ἀδίκῳ ξυνιστάμενον ἐπάναγκες ἦν·4 οὕτω δὲ τὰ πλεῖστα χρημάτων αὐτοὺς τῶν ἀντιλεγομένων ληΐζεσθαι.

然而正如我所说的,蓝党中的党派分子似乎最为节制;因为他们绝不认为在力所能及的范围内肆意压迫邻人是正当的。而在有关诉讼的纷争中,他们二人看似各自维护诉讼当事人的一方,但必然是他们二人中支持不义主张的那一位获胜;他们便以此方式掠夺了诉讼中争议财产的绝大部分。

§10.20

πολλοὺς μὲν οὖν ὅδε ὁ αὐτοκράτωρ ἐν τοῖς αὐτῷ καταλέγων ἐπιτηδείοις ἐς τὴν ἐξουσίαν ἐνεβίβαζε τοῦ βιάζεσθαί τε καὶ εἰς τὴν πολιτείαν ἐξαμαρτάνειν ἃ βούλοιντο, ἐπειδὰν δὲ πλούτου τι μέγα χρῆμα περιβεβλημένοι φανεῖεν, εὐθύς τι προσκεκρουκότες τῇ γυναικὶ διάφοροι ἦσαν.

于是,这位皇帝将许多人列为自己的亲信,赋予他们肆意施暴并向国家犯下任何罪行的权力;但每当这些人显得已聚敛了巨额财富,便因与〔皇帝的〕妻子发生龃龉而立即成为其对立面。

§10.21

ὧν δὴ κατ’ ἀρχὰς μεταποιεῖσθαι πάσῃ προθυμίᾳ οὐδαμῆ ἀπηξίου, ὕστερον δὲ τὴν ἐς τοὺς ἀνθρώπους μεθεὶς εὔνοιαν τὰ ἐς τὴν σπουδὴν τάραχος ἐκ τοῦ αἰφνιδίου ἐγίνετο.5

起初,他绝不拒绝以全副热忱维护他们;但后来他抛弃了对这些人的善意,原本的热忱突然化为混乱。

§10.22

καὶ ἡ μὲν αὐτίκα εἰργάζετο αὐτοὺς ἀνήκεστα ἔργα, ὁ δὲ δῆθεν οὐκ ἐπαισθανόμενος τῶν πραττομένων σύμπασαν αὐτῶν τὴν οὐσίαν κτήσει ἀναισχύντῳ ἠσπάζετο.

于是妻子立即对他们施以无可挽救的处置,而他则假装对所发生的事一无所知,以厚颜无耻的占有将他们的全部财产纳入囊中。

§10.23

τούτοις τε ἀεὶ τοῖς μηχανήμασιν ἐν σφίσι μὲν αὐτοῖς ξυμφρονοῦντες, ἐς δὲ τὸ ἐμφανὲς στασιάζειν ποιούμενοι, διαστήσασθαί τε τοὺς ὑπηκόους καὶ τὴν τυραννίδα βεβαιότατα κρατύνεσθαι ἔσχον.

他们始终通过这些诡计,在私下里同心协力,而在明面上假装不和,得以分化臣民,并将他们的僭主统治巩固得极其牢固。

语法注5 条
  1. 10.12τῶν δὲ δὴ αὐτῇ βεβιωμένων ἐν τῇ θυμέλῃ τὰ μὲν πλεῖστα λέγοντι οὐκ ἂν ὁ πᾶς αἰὼν ἐπαρκέσαι

    λέγοντι 为关涉与格(或判定者与格),起着相当于条件从句(εἰ λέγοι,“如果有人述说”)的作用。主句由 ἄν 搭配希求式 ἐπαρκέσαι 构成潜能表达。τῶν βεβιωμένων 是部分属格,修饰λέγοντι 的宾语 τὰ πλεῖστα。

  2. 10.14τοῦ μὴ ξυμφρονήσαντας τοὺς κατηκόους σφίσιν ἐπαναστῆναι, ἀλλὰ διεστάναι τὰς γνώμας ἐπ̓ αὐτοὺς ἅπασι

    由带中性单数属格定冠词 τοῦ 引导不定式 ἐπαναστῆναι 和 διεστάναι 构成的目的属格结构(为了不……而是……)。在第一个不定式短语中,τοὺς κατηκόους 为宾格主语,并与过去时分词 ξυμφρονήσαντας 一致;在第二个不定式中,τὰς γνώμας 为 διεστάναι 的宾格主语,ἅπασι 则为所有与格(或关涉与格)。

  3. 10.17ἐῴκει, κελεὐθέως δὲ τῇ γυναικὶ ἀντιστατεῖν οὐχ οἵῳ τε ὄντι

    动词 ἐῴκει 要求接与格补足语,因此 ἀγανακτοῦντι 和 ὄντι(位于 οὐχ οἵῳ τε ὄντι 短语中)作为与格分词并列由 ἐῴκει 管辖(“他看似愤慨……且无法公开反抗”)。此外,κελεὐθέως 为手抄本异文或讹误,通常按副词理解为“公开地”、“公然地”(相当于 ἐλευθέρως 或 ἐκ τοῦ ἐμφανοῦς)。

  4. 10.19νικᾶν δὲ αὐτοῖν τὸν λόγῳ τῷ ἀδίκῳ ξυνιστάμενον ἐπάναγκες ἦν

    无人称句型 ἐπάναγκες ἦν(“必然……”)支配宾格不定式结构(νικᾶν ... τὸν ... ξυνιστάμενον,“那偏袒……的一方必然获胜”)。αὐτοῖν 是指代帝后二人的双数属格,作为部分属格修饰 τὸν ξυνιστάμενον(二人中支持……的那一位)。

  5. 10.21τὰ ἐς τὴν σπουδὴν τάραχος ἐκ τοῦ αἰφνιδίου ἐγίνετο

    τὰ ἐς τὴν σπουδήν(“有关其热忱的事物/先前的热忱”)在此作为名词性主语,τάραχος(“混乱、阻滞”)为表语名词,整句意为“关于他热忱的态势突然变成了混乱”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:10.12-10.23