- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:1.12-1.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留之妻安东尼娜与其教子兼养子狄奥多西通奸,东窗事发后仍设法蒙骗丈夫;但一名女仆揭露了实情,引发了谋杀企图的泄露以及随从内部的背叛与宿怨。
αὕτη τὰ πρότερα μάχλον τινὰ βιώσασα βίον καὶ τὸν τρόπον ἐξερρωγυῖα, φαρμακεῦσί τε πατρῴοις πολλὰ ὡμιληκυῖα, καὶ τὴν μάθησιν τῶν οἱ ἀναγκαίων ποιησαμένη, ἐγγυητὴ ὕστερον Βελισαρίῳ γυνὴ γέγονε, μήτηρ ἤδη παίδων γενομένη πολλῶν. εὐθὺς μὲν οὖν ἠξίου μοιχεύτρια τὸ ἐξ ἀρχῆς εἶναι, ξυγκαλύπτειν μέντοι τοὔργον τοῦτο ἐν σπουδῇ εἶχεν, οὐ καταδυομένη τοῖς οἰκείοις ἐπιτηδεύμασιν, οὐδέ τι πρὸς τοῦ ξυνοικοῦντος δειμαίνουσα δέος ʽοὔτε γὰρ αἰδῶ τινα ἔργου ὁτουοῦν ἔλαβε πώποτε καὶ τὸν ἄνδρα μαγγανείαις πολλαῖς κατείληφεν̓, ἀλλὰ τὴν ἐκ τῆς βασιλίδος ὑποπτεύουσα τίσιν. λίαν γὰρ ἐς αὐτὴν ἡ Θεοδώρα ἠγριαίνετό τε καὶ ἐσεσήρει.
这个女人早年过着放荡的生活,性情桀骜不驯,又与父亲家里的术士们多有往来,学会了对她而言必需的伎俩,后来成为了贝利撒留明媒正娶的妻子,尽管她当时已是许多孩子的母亲。 因此,她从一开始就肆意通奸,但仍极力隐瞒这一行径,这并非出于对自身行径的羞耻,亦非出于对同居丈夫的畏惧(因为她从未对任何行径产生过丝毫羞耻,且已用诸多巫术迷住了丈夫),而是因为提防来自皇后的惩罚。狄奥多拉当时对她极其愤怒,咬牙切齿。
ἐπεὶ δὲ αὐτὴν ἐν τοῖς ἀναγκαιοτάτοις ὑπουργήσασα χειροήθη πεποίηται, πρῶτα μὲν Σιλβέριον διαχρησαμένη τρόπῳ ᾧπερ ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσεται, ὕστερον δὲ Ἰωάννην κατεργασαμένη τὸν Καππαδόκην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐνταῦθα δὴ ἀδεέστερόν τε καὶ οὐκέτι ἀποκρυπτομένη ἅπαντα ἐξαμαρτάνειν οὐδαμῆ ἀπηξίου.
然而,在她以最紧要的事情效劳皇后从而使之变得顺服之后——先是以在后文中将要述及的方式除掉了西尔维里乌斯,后又如我在前书中所述毁掉了卡帕多西亚的约翰——自此她便更加无所畏惧,不再掩饰,绝不以犯下所有罪过为耻。
Ἦν δέ τις νεανίας ἐκ Θρᾴκης ἐν τῇ Βελισαρίου οἰκίᾳ, Θεοδόσιος τοὔνομα, δόξης γεγονὼς ἐκ πατέρων Εὐνομιανῶν καλουμένων.
当时在贝利撒留家中有一个来自色雷斯的年轻人,名叫狄奥多西,出身于持所谓尤诺米乌斯派教义的父母。
τοῦτον, ἡνίκα ἐς Λιβύην ἀποπλεῖν ἔμελλεν, ἔλουσε μὲν ὁ Βελισάριος τὸ θεῖον λουτρὸν καὶ χερσὶν ἀνελόμενος ἐνθένδε οἰκείαις εἰσποιητὸν ἐποιήσατο ξὺν τῇ γυναικὶ παῖδα, ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος, καὶ ἀπ’ αὐτοῦ ἡ Ἀντωνίνα τὸν Θεοδόσιον ἅτε παῖδα ὄντα ἱερῷ λόγῳ ἠγάπα τε ὡς τὸ εἰκὸς κἀν τοῖς μάλιστα ἐπιμελομένη ἀμφ’ αὑτὴν εἶχεν.
在贝利撒留即将启航前往利比亚时,为这名青年行了神圣的洗礼,并亲手从洗礼池中将他抱起,按照基督徒收养的习俗,与妻子一同将他收为养子;自此,安东尼娜理所当然地视狄奥多西为圣礼名分上的儿子而予以关爱,并格外照料,留在身边。
εὐθύς τε ἐρασθεῖσα αὐτοῦ ἐκτόπως ἐν τῷ διάπλῳ τούτῳ καὶ κατακορὴς γεγονυῖα τῷ πάθει ἀπεσείσατο μὲν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων δέος τε καὶ αἰδῶ ξύμπασαν, ἐμίγνυτο δὲ αὐτῷ τὰ μὲν πρῶτα ἐν παραβύστῳ, τελευτῶσα δὲ καὶ οἰκετῶν καὶ θεραπαινίδων παρόντων.
而且在这段航程中,她立即异乎寻常地爱上了他,且完全被情欲所俘获,抛弃了对神事与人事的一切敬畏与羞耻,起初秘密地,最终甚至在男女仆从在场的情况下与他交合。
κάτοχος γὰρ ἤδη τῷ πόθῳ τούτῳ γεγενημένη καὶ διαφανῶς ἐρωτόληπτος οὖσα οὐδὲν ἔτι τοῦ ἔργου κώλυμα ἔβλεπε. καί ποτε ὁ Βελισάριος ἐπ̓ αὐτοφώρῳ τὴν πρᾶξιν λαβὼν ἐν Καρχηδόνι ἐξηπάτητο πρὸς τῆς γυναικὸς ἑκών γε εἶναι.1
因为她此时已被这种情欲所缠身,显然已到了情迷意乱的地步,不再认为这一行径有任何阻碍。有一次,贝利撒留在迦太基当场抓住了这一行径,却心甘情愿地被妻子蒙骗。
ὁ μὲν γὰρ ἄμφω ἐν δωματίῳ καταγείῳ εὑρὼν ἐμεμήνει, ἡ δὲ οὔτε ἀποδειλιάσασα οὔτε καταδυσαμένη τῷ ἔργῳ τούτῳ, “Ἐνταῦθα”, ἔφη, “τῶν λαφύρων τὰ τιμιώτατα σὺν τῷ νεανίᾳ κρύψουσα ἦλθον, ὡς μὴ ἐς βασιλέα ἔκπυστα γένηται”.
原来,他在一间地下密室中发现了两人,不禁勃然大怒,但她既不慌张退缩,也不为这行径感到羞耻,反而说道:“我同这年轻人来这里是为了藏匿战利品中最贵重的部分,免得被皇帝知晓。”
ἡ μὲν οὖν ταῦτα σκηπτομένη εἶπεν, ὁ δὲ ἀναπεισθῆναι δόξας ἀφῆκε, καίπερ τῷ Θεοδοσίῳ ἐκλελυμένον τὸν ἱμάντα ὁρῶν τὸν ἀμφὶ τὰ αἰδοῖα τὰς ἀναξυρίδας ξυνδέοντα, ἔρωτι γὰρ τῆς ἀνθρώπου ἀναγκασθεὶς ἐβούλετό οἱ τὴν τῶν οἰκείων ὀφθαλμῶν θέαν ὡς ἥκιστα ἀληθίζεσθαι.2
她借此托辞而言,而他虽看见系在狄奥多西私处周围固定裤子的带子已经解开,却仍假装信以为真而放过了他们;因为受对这女人的爱情所迫,他宁愿自己亲眼所见的景象尽可能不是真的。
τῆς δὲ μαχλοσύνης ἀεὶ προϊούσης ἐς κακὸν ἄφατον οἱ μὲν ἄλλοι θεώμενοι τὰ πραττόμενα ἐν σιωπῇ εἶχον, δούλη δέ τις Μακεδονία ὄνομα ἐν Συρακούσαις, ἡνίκα Σικελίας ἐκράτησε Βελισάριος, ὅρκοις δεινοτάτοις τὸν δεσπότην καταλαβοῦσα, μή ποτε αὐτὴν τῇ κεκτημένῃ καταπροήσεσθαι, τὸν πάντα αὐτῷ λόγον ἐξήνεγκε, δύο παιδάρια πρὸς μαρτυρίαν παρασχομένη, οἷς δὴ τὰ ἀμφὶ τὸν κοιτῶνα ὑπηρετεῖν ἐπιμελὲς ἦν.
随着她的放荡不断演变为难以言表的大恶,其他人目睹所发生的事都保持沉默;但当贝利撒留控制西西里岛时,在叙拉古有一位名叫马其顿尼亚的女仆,用最可怕的誓言束缚其主人绝不把她交给女主人之后,向他吐露了全部实情,并提供了两名负责照料卧房侍奉的年轻仆役作为证人。
ταῦτα μαθὼν Βελισάριος τῶν οἱ ἑπομένων τινὰς τὸν Θεοδόσιον ἐκέλευσε διαχειρίσασθαι.
得知这些后,贝利撒留命令随从中的某些人除掉狄奥多西。
ὁ δὲ προμαθὼν εἰς Ἔφεσον φεύγει. τῶν γὰρ ἑπομένων οἱ πλεῖστοι τῷ ἀβεβαίῳ τῆς τοῦ ἀνθρώπου γνώμης ἠγμένοι ἀρέσκειν τὴν γυναῖκα μᾶλλον ἐν σπουδῇ εἶχον ἢ τῷ ἀνδρὶ δοκεῖν εὐνοϊκῶς ἔχειν, οἵ γε καὶ τὰ σφίσιν ἐπικείμενα τότε ἀμφ’ αὐτῷ προὔδοσαν.
但他提前获悉此事,逃往以弗所。因为大多数随从受那男子动摇不定的心思所驱使,更热衷于讨好妻子,而不是表现得对丈夫忠诚,正是他们背叛了当时落在他们身上的处置他的任务。
Κωνσταντῖνος δὲ Βελισάριον ὁρῶν περιώδυνον γεγονότα τοῖς ξυμπεσοῦσι, τά τε ἄλλα ξυνήλγει καὶ τοῦτο ἐπεῖπεν ὡς “Ἔγωγε θᾶσσον ἂν τὴν γυναῖκα ἢ τὸν νεανίαν κατειργασάμην”.3
君士坦丁见贝利撒留因所发生的事痛苦万分,在各方面分担其痛苦的同时,还加了这么一句:“要是我,宁可把那女人干掉,而不是去处置那个年轻人。”
ὅπερ Ἀντωνίνα μαθοῦσα, κεκρυμμένως αὐτῷ ἐχαλέπαινεν, ὅπως ἔγκοτα ἐνδείξηται
安东尼娜得知此事后,暗中对他怀恨在心,以便寻找机会发泄怨毒。
- 1.18ἑκών γε εἶναι
不定词绝对用法的限制性惯用表达,意为“心甘情愿地”、“自愿地”。此处修饰主动词 ἐξηπάτητο(被蒙骗),描绘出贝利撒留因不愿接受残酷真相而甘愿受骗的心理状态。
- 1.20ἐβούλετό οἱ τὴν τῶν οἰκείων ὀφθαλμῶν θέαν ὡς ἥκιστα ἀληθίζεσθαι
间接反身代词 οἱ(与格)指代主语贝利撒留,表示关涉。宾格短语 τὴν τῶν οἰκείων ὀφθαλμῶν θέαν(自身眼目所见之景象)作为不定词 ἀληθίζεσθαι(说实话/符合事实)的逻辑主语,构成宾格加不定词结构,与最高级副词 ὡς ἥκιστα(尽可能不)连用,表达他宁愿自己双眼所见的景象尽量不是真的。
- 1.24Ἔγωγε θᾶσσον ἂν τὴν γυναῖκα ἢ τὸν νεανίαν κατειργασάμην
小词 ἄν 搭配直陈式过去时(κατειργασάμην)构成的与过去事实相反的虚拟语气,意为“要是我,宁可先除掉那女人,也不会去处置那青年”。比较级副词 θᾶσσον 不仅表示时间上的迅速,更表达意愿上的优先(“宁愿”),并将被比较的宾格 τὸν νεανίαν(青年)与直接宾语 τὴν γυναῖκα(女人)在 ἢ(比)之后相对照。
