- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:1.1-1.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者说明自己告别以往公开战史的编撰方式,转而记录统治者生前因性命之危而不得不隐匿的真相与恶行,陈述了其顾虑与写作动机,并从贝利撒留妻子的出身开篇。
Ὅσα μὲν οὖν Ῥωμαίων τῷ γένει ἐν τοῖς πολέμοις ἄχρι δεῦρο ξυνηνέχθη γενέσθαι, τῇδέ μοι δεδιήγηται, ᾗπερ δυνατὸν ἐγεγόνει τῶν πράξεων τὰς δηλώσεις ἁπάσας ἐπὶ καιρῶν τε καὶ χωρίων τῶν ἐπιτηδείων ἁρμοσαμένῳ·1 τὰ δὲ ἐνθένδε οὐκέτι μοι τρόπῳ τῷ εἰρημένῳ ξυγκείσεται, ἐπεὶ ἐνταῦθα γεγράψεται πάντα, ὁπόσα δὴ τετύχηκε γενέσθαι πανταχόθι τῆς Ῥωμαίων ἀρχῆς.
罗马民族在战争中所遭遇的一切,迄今为止,只要能够将所有行为的叙述安置于恰当的时间与地点,都已由我按上述方式记述完毕;但此后的内容将不再以所述的方式组织,因为在此处将要记录的,乃是罗马帝国全境确曾发生的一切事情。
αἴτιον δὲ, ὅτι δὴ οὐχ οἷόν τε ἦν περιόντων ἔτι τῶν αὐτὰ εἰργασμένων ὅτῳ δεῖ ἀναγράφεσθαι τρόπῳ. οὔτε γὰρ διαλαθεῖν πλήθη κατασκόπων οἷόν τε ἦν οὔτε φωραθέντα μὴ ἀπολωλέναι θανάτῳ οἰκτίστῳ· οὐδὲ γὰρ ἐπὶ τῶν συγγενῶν τοῖς γε οἰκειοτάτοις τὸ θαρρεῖν εἶχον.
其原因在于,只要犯下这些行径的人依然在世,就不可能以应当的方式予以记录。因为既不可能避开众多密探的耳目,若被发觉,也不可能不落得最凄惨的死亡;事实上,即便对亲属中最亲近者,我也无法抱有信任。
ἀλλὰ καὶ πολλῶν τῶν ἐν τοῖς ἔμπροσθεν λόγοις εἰρημένων ἀποκρύψασθαι τὰς αἰτίας ἠναγκάσθην. τὰ τε οὖν τέως ἄρρητα μείναντα καὶ τῶν ἔμπροσθεν δεδηλωμένων ἐνταῦθά μοι τοῦ λόγου τὰς αἰτίας σημῆναι δεήσει.
不仅如此,我还被迫隐匿了此前著作中所叙述的许多事情的原因。因此,在本书的这一部分中,我必须将迄今未曾言及之事,以及前述已表露之事的原因揭示出来。
Ἀλλά μοι ἐς ἀγώνισιν ἑτέραν ἰόντι χαλεπήν τινα καὶ δεινῶς ἄμαχον τῶν Ἰουστινιανῷ τε καὶ Θεοδώρᾳ βεβιωμένων βαμβαίνειν τε καὶ ἀναποδίζειν ἐπὶ πλεῖστον ἐκεῖνο διαριθμουμένῳ ξυμβαίνει, ὅτι δή μοι ταῦτα ἐν τῷ παρόντι γεγράψεται τὰ μήτε πιστὰ μήτε εἰκότα φανησόμενα τοῖς ὄπισθεν γενησομένοις, ἄλλως τε ὁπηνίκα ἐπὶ μέγα ῥεύσας ὁ χρόνος παλαιοτέραν τὴν ἀκοὴν ἀπεργάζεται, δέδοικα μὴ καὶ μυθολογίας ἀποίσομαι δόξαν2 κἀν τοῖς τραγῳδοδιδασκάλοις τετάξομαι.
然而,当我走向另一场艰难且极难应对的角逐,即查士丁尼与狄奥多拉的生平时,反复思量以下之事使我大为踟蹰与退缩:即我现在将要记下的这些事,在后世看来既不可信,亦不近情理,尤其是当漫长的岁月流逝、使传闻变得更为遥远古老之时,我唯恐自己甚至会博得虚构神话之名,并被列入悲剧作家之林。
ἐκείνῳ μέντοι τὸ θαρρεῖν ἔχων3 οὐκ ἀποδειλιάσω τὸν ὄγκον τοῦ ἔργου, ὥς μοι οὐκ ἀμαρτύρητος ὁ λόγος ἐστίν. οἱ γὰρ νῦν ἄνθρωποι δαημονέστατοι μάρτυρες τῶν πράξεων ὄντες ἀξιόχρεῳ παραπομποὶ ἐς τὸν ἔπειτα χρόνον τῆς ὑπὲρ αὐτῶν πίστεως ἔσονται.
不过,因确信我的言论并非毫无见证,我不会在这项任务的重压面前退缩。因为当今之人正是这些行径最为了解的见证者,他们将是把关于这些事实的信任传递到后世的可靠护卫。
Καίτοι με καὶ ἄλλο τι ἐς λόγον τόνδε ὀργῶντα πολλάκις ἐπὶ πλεῖστον ἀνεχαίτισε χρόνον. ἐδόξαζον γὰρ τοῖς ἐς τὸ ἔπειτα γενησομένοις ἀξύμφορον ἔσεσθαι τοῦτό γε, ἐπεὶ τῶν ἔργων τὰ πονηρότατα μάλιστα ξυνοίσει ἄγνωστα χρόνῳ τῷ ὑστέρῳ εἶναι, ἢ τοῖς τυράννοις ἐς ἀκοὴν ἥκοντα ζηλωτὰ γίνεσθαι.
然而,还有另一件事在我渴望从事这一论述时,屡次阻拦了我极长的时间。因为我曾认为,这对于后世之人将是不利的,因为最邪恶的行径与其传至僭主耳中成为效仿的对象,不如对后世保持不为人知最为有利。
τῶν γὰρ κρατούντων ἀεὶ τοῖς πλείστοις εὔπορος ὑπὸ ἀμαθίας ἡ ἐς τῶν προγεγενημένων τὰ κακὰ μίμησις, καὶ πρὸς τὰ ἡμαρτημένα τοῖς παλαιοτέροις ῥᾷόν τε καὶ ἀπονώτερον ἐς ἀεὶ τρέπονται.
因为在任何时代的掌权者中,大多数人由于愚昧无知,极易模仿前代之人的恶行,并且总是更轻易、更省力地转向更古老统治者的过错。
ἀλλά με ὕστερον ἐς τῶνδε τῶν ἔργων τὴν ἱστορίαν τοῦτο ἤνεγκεν, ὅτι δὴ τοῖς ἐς τὸ ἔπειτα τυραννήσουσιν ἔνδηλον ἔσται ὡς μάλιστα μὲν καὶ τὴν τίσιν αὐτοὺς τῶν ἁμαρτανομένων περιελθεῖν οὐκ ἀπεικὸς εἴη, ὅπερ καὶ τοῖσδε τοῖς ἀνθρώποις ξυνηνέχθη παθεῖν· ἔπειτα δὲ καὶ ἀνάγραπτοι αὐτῶν αἱ πράξεις καὶ οἱ τρόποι ἐς ἀεὶ ἔσονται, ἀπ’ αὐτοῦ τε ἴσως ὀκνηρότερον παρανομήσουσι.
但后来,将我引向对这些行径进行历史记述的,乃是以下考量:对于后世那些实行僭主统治的人而言,必将清楚,首先,他们因其过犯而遭到报应并非不可能,而这恰恰就是这些当事人所遭受的命运;此外,他们的行为与性情将被永远载入史册,由此他们或许会在违犯法度时更为顾忌。
τίς γὰρ ἂν τὸν Σεμιράμιδος ἀκόλαστον βίον ἢ τὴν Σαρδαναπάλου καὶ Νέρωνος μανίαν τῶν ἐπιγενομένων ἀνθρώπων ἔγνω, εἰ μὴ τοῖς τότε γεγραφόσι τὰ μνημεῖα ταῦτα ἐλέλειπτο; ἄλλως τε καὶ τοῖς τὰ ὅμοια πεισομένοις, ἂν οὕτω τύχοι, πρὸς τῶν τυράννων οὐκ ἀκερδὴς αὕτη παντάπασιν ἡ ἀκοὴ ἔσται.
因为若非当时的著述者留下了这些纪念性的记录,后世之人又有谁能知晓塞米拉米斯的放荡生活,或是萨达那帕卢斯与尼禄的癫狂?此外,对于那些在僭主手中可能遭遇同等不幸的人而言,听到这些也决非完全无益。
παραμυθεῖσθαι γὰρ οἱ δυστυχοῦντες εἰώθασι τῷ μὴ μόνοις σφίσι τὰ δεινὰ ξυμπεσεῖν. διά τοι ταῦτα πρῶτα μὲν ὅσα Βελισαρίῳ μοχθηρὰ εἴργασται ἐρῶν ἔρχομαι· ὕστερον δὲ καὶ ὅσα Ἰουστινιανῷ καὶ Θεοδώρᾳ μοχθηρὰ εἴργασται ἐγὼ δηλώσω.
因为不幸者通常会因可怕的灾祸并非唯独降临于自己身上而得到安慰。正是由于这些缘故,我首先要讲述贝利撒留所犯下的一切卑鄙勾当;随后,我也将揭露查士丁尼与狄奥多拉所犯下的一切恶行。
Ἦν τῷ Βελισαρίῳ γυνή, ἧς δὴ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, πάππου μὲν καὶ πατρὸς ἡνιόχων, ἔν τε Βυζαντίῳ καὶ Θεσσαλονίκῃ τὸ ἔργον τοῦτο ἐνδειξαμένων, μητρὸς δὲ τῶν τινος ἐν θυμέλῃ πεπορνευμένων.4
贝利撒留有一位妻子,我在此前的著述中已经提及过她;她的祖父和父亲都是马车竞技手,曾在拜占庭和萨洛尼卡展示过这一技艺,而她的母亲则是那些在剧场舞台上卖淫的女子之一。
- 1.1ἁρμοσαμένῳ
与格阳性单数不定过去时中动分词,与前句中表施事的与格代词 μοι 一致。在语义上起状语限定作用,表示“就我能够……将各行动的叙述加以安排而言”。
- 1.4δέδοικα μὴ καὶ μυθολογίας ἀποίσομαι δόξαν
在由表担忧的动词 δέδοικα 引出的 μή 从句中,使用了将来时直陈式(ἀποίσομαι 以及紧接着的 τετάξομαι)而非通常的虚拟式,突出了对将来确定后果的深切忧惧。
- 1.5ἐκείνῳ μέντοι τὸ θαρρεῖν ἔχων
指示代词与格 ἐκείνῳ 预先指向并由其后的 ὡς 从句(“我的言论并非毫无见证”)加以说明,作 τὸ θαρρεῖν ἔχων(“抱有信心”)的原因或依据与格。
- 1.11τῶν τινος ἐν θυμέλῃ πεπορνευμένων
表从属/出身的表语属格结构,省去了系动词(即 μητρὸς δὲ [ἦν]...),其中不定代词 τινος(“某一个女子”)后接部分属格的复数完成时被动分词 τῶν... πεπορνευμένων(“在舞台上卖淫者之中”)。
