← 普罗科皮乌斯

战史

§8.9.17-8.9.30

特拉刻阿之战与阿巴斯戈伊人叛乱的平定

针对依凭特拉刻阿隘口据守的阿巴斯戈伊人,约翰采取水路迂回包抄之策实施两面夹击,杀入要塞并纵火焚屋,彻底平定了叛乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.9.17

οὗ δὴ καταφεύγοντες ἐκκρούουσιν ἀεὶ τὰς τῶν πολεμίων ἐφόδους, οὐδαμῆ ἐχόντων τὴν δυσχωρίαν βιάζεσθαι.1 μία δὲ εἴσοδος εἰσάγουσά ἐστιν ἔς τε τὸ φρούριον τοῦτο καὶ ἐς τὴν ἄλλην Ἀβασγῶν χώραν, ἥπερ ἀνδράσι σύνδυο ἐρχομένοις ἀπόρευτος τυγχάνει οὖσα.

阿巴斯戈伊人每每逃入该要塞,总能击退敌军的进攻,因为敌方根本无法强行通过这处险地。进入该要塞以及通往阿巴斯戈伊人其余领土的通路仅有一条,而这条路哪怕让两人并排前行都无法通行。

§8.9.18

μηχανὴ γὰρ οὐδεμία ἐστὶν ὅτι μὴ κατ’ ἄνδρα καὶ μόλις πεζεύοντα ἐνθένδε ἰέναι. τῆς τε ἀτραποῦ ταύτης ὑπέρκειται φάραγξ ἐσάγαν σκληρὰ ἐκ τοῦ φρουρίου διήκουσα μέχρι ἐς τὴν θάλασσαν.

因为除了单人徒步且极其吃力地通过之外,绝无任何他法可以由此穿行。在这条小径的上方,横亘着一条极其险峻的峡谷,自要塞一直延伸至海滨。

§8.9.19

φέρεται δὲ καὶ προσηγορίαν τῆς φάραγγος ἀξίαν ὁ χῶρος, ἐπεὶ αὐτὸν ἑλληνίζοντες οἱ τῇδε ἄνθρωποι τὰ Τραχέα καλοῦσιν.

此地亦带有与该峡谷相称的名称,当地人以希腊语称之为“特拉刻阿”(意为险峻之地)。

§8.9.20

Ὁ μὲν οὖν Ῥωμαίων στόλος μεταξὺ ὁρίων τῶν τε Ἀβασγῶν καὶ Ἀψιλίων κατέπλευσεν, Ἰωάννης δὲ καὶ Οὐλίγαγος ἐς τὴν γῆν τοὺς στρατιώτας ἀποβιβάσαντες πεζῇ ἐχώρουν, οἵ τε ναῦται ταῖς ἀκάτοις ἁπάσαις παρὰ τὴν ἠϊόνα τῷ στρατῷ εἵποντο.

于是,罗马舰队在阿巴斯戈伊人与阿普西利亚人的边界之间泊船靠岸,约翰与乌利加戈斯让士兵们登岸,徒步挺进,水手们则率所有轻舟沿着海岸紧随陆军同行。

§8.9.21

ἐπειδὴ δὲ τῶν Τραχέων ὡς ἀγχοτάτω ἐγένοντο, ἐξωπλισμένους τε ὁρῶσιν Ἀβασγοὺς ἅπαντας καὶ τῆς ἀτραποῦ ὕπερθεν ἧς ἄρτι ἐμνήσθην κατὰ τὴν φάραγγα ὅλην ἐν τάξει ἑστῶτας, ἀμηχανίᾳ τε πολλῇ εἴχοντο θέσθαι τὰ σφίσι παρόντα οὐδαμῆ ἔχοντες,2 ἕως ἐν αὑτῷ πολλὰ λογισάμενος Ἰωάννης ἄκεσίν τινα τοῦ κακοῦ εὗρε.

当他们尽可能逼近特拉刻阿,望见阿巴斯戈伊人全副武装、在刚才提及的小径上方沿着整个峡谷列队肃立时,他们陷入了极大的束手无策之中,完全不知该如何处置眼前的困局;直至约翰在心中多番权衡之后,寻得了化解这一危局之策。

§8.9.22

τὸν γὰρ Οὐλίγαγον ξὺν τῷ ἡμίσει τοῦ στρατοῦ ἐνταῦθα ἐάσας αὐτὸς τοὺς ἄλλους ἐπαγόμενος τὰς ἀκάτους ἐπλήρου. ἐρέσσοντές τε χῶρον τὸν τῶν Τραχέων περιῆλθόν τε καὶ διέβησαν ὅλον καὶ κατὰ νώτου τῶν πολεμίων ταύτῃ ἐγένοντο.

他将乌利加戈斯连同半数军队留于原地,自己则率领其余人员登上轻舟。他们划桨绕过了特拉刻阿全境并彻底越过该处,以此迂回到了敌军的背后。

§8.9.23

ἄραντες οὖν τὰ σημεῖα ἐς αὐτοὺς ᾔεσαν. Ἀβασγοὶ δὲ τοὺς πολεμίους σφίσιν ἑκατέρωθεν ἐγκειμένους ἰδόντες ἐς ἀλκὴν μὲν οὐκέτι ἔβλεπον, οὐδὲ τὴν τάξιν ἐφύλασσον, ἐς ὑπαγωγὴν δὲ ξὺν πολλῇ ἀκοσμίᾳ τραπόμενοι πρόσω ἐχώρουν,3 οὕτω τῷ δέει καὶ τῇ ἀπ’ αὐτοῦ ἀμηχανίᾳ συμποδιζόμενοι ὥστε οὔτε τὴν πατρῴαν σφίσι δυσχωρίαν ἔτι διαγινώσκειν ἐδύναντο οὔτε πη εὐπετῶς ἐνθένδε ἰέναι.

随后他们高举军旗,向敌人杀去。阿巴斯戈伊人见敌军从两侧合围压来,便不再思图抵抗,亦无法维持阵型,而是在极度混乱中仓皇撤退,向前溃逃;因恐惧及由此带来的绝望困惑,他们步履维艰,既无法辨认祖辈熟悉的险阻地形,亦无法轻易逃脱彼处。

§8.9.24

Ῥωμαῖοι δὲ αὐτοῖς ἑκατέρωθεν ἐπισπόμενοί τε καὶ καταλαβόντες πολλοὺς ἔκτειναν. δρόμῳ τε ξὺν τοῖς φεύγουσιν ἐς τὸ φρούριον ἀφικόμενοι ἀνακεκλιμένης ἔτι ἐπιτυγχάνουσι τῆς ταύτῃ πυλίδος· οἱ γὰρ φύλακες ἐπιθεῖναι τὰς θύρας οὐδαμῆ εἶχον, ἀλλὰ τοὺς φεύγοντας ἔτι ἐδέχοντο.

罗马军从两侧紧追不舍,追及并斩杀了大批敌兵。他们与逃窜之敌一同飞奔抵达要塞,恰好撞见那里的城门依然洞开;因为守卒根本无法闭合门扉,而仍在接纳逃难的同胞。

§8.9.25

τῶν τε φυγόντων τοῖς διώκουσιν ἀναμιχθέντων ἐπὶ τὰς πύλας ἵενται ἅπαντες, οἱ μὲν ἐπιθυμίᾳ τοῦ σώζεσθαι, οἱ δὲ τοῦ τὸ φρούριον ἐξελεῖν. ἀνακεκλιμένας οὖν τὰς πύλας εὑρόντες συνεισέβαλον ἐς ταύτας ἀλλήλοις. οἱ γὰρ πυλωροὶ οὔτε διακρίνειν ἀπὸ τῶν πολεμίων τοὺς Ἀβασγοὺς εἶχον οὔτε τὰς πύλας ὑπερβιαζομένου τοῦ ὁμίλου ἐπιτιθέναι.

当逃兵与追兵混杂在一处时,所有人都向城门涌去,一方渴望求得活命,另一方则企图攻克要塞。于是他们见城门大开,便一同冲入门内。因为守门人既无法将阿巴斯戈伊人与敌军辨别开来,又因人潮的极力冲击而无法关上大门。

§8.9.27

Καὶ οἱ μὲν Ἀβασγοὶ ἄσμενοι ἐντὸς τοῦ περιβόλου γενόμενοι ξὺν τῷ φρουρίῳ ἡλίσκοντο, Ῥωμαῖοι δὲ τῶν ἐναντίων κεκρατηκέναι οἰόμενοι πόνῳ δυσκολωτέρῳ ἐνταῦθα ὡμίλουν.

阿巴斯戈伊人虽庆幸得以逃入城垣之内,却连同要塞一起陷入重围被擒;而罗马人原以为已然克敌制胜,却在要塞内遭遇了更为艰巨的苦战。

§8.9.28

τῶν γὰρ οἰκιῶν συχνῶν τε οὐσῶν καὶ οὐ λίαν διεχουσῶν ἀλλήλων, ἀλλὰ καὶ τρόπον τείχους πανταχόθεν συμπεφραγμένων, Ἀβασγοὶ ἐς αὐτὰς ἀναβάντες καὶ σθένει παντὶ ἀμυνόμενοι, τοὺς πολεμίους κατὰ κορυφὴν ἔβαλλον, πόνῳ καὶ φόβῳ καὶ τῷ ἐς παῖδάς τε καὶ γυναῖκας ἐλέῳ καὶ τῇ ἐνθένδε ἀπορίᾳ ἐχόμενοι, ἕως Ῥωμαίοις ἐμπρῆσαι τὰς οἰκίας ἐς ἔννοιαν ἦλθε.

由于房屋密集,彼此间隙极小,四面宛如城墙般紧密围拢,阿巴斯戈伊人登上房顶,竭尽全力抵抗,从头顶上方朝敌军投掷矢石;他们承受着艰辛、恐惧、对妻儿的怜恤以及由此而生的绝望,直至罗马人心中萌生了纵火焚屋的念头。

§8.9.29

πῦρ τοίνυν αὐταῖς πανταχόθεν ἀνάψαντες τοῦ ἀγῶνος παντάπασι τούτου ἐκράτησαν. Ὀψίτης μὲν οὖν, ὁ τῶν Ἀβασγῶν ἄρχων, ξὺν ὀλίγοις τισὶ φυγεῖν ἴσχυσεν, ἔς τε Οὔννους τοὺς πλησιοχώρους καὶ ὄρος τὸ Καυκάσιον ἀνεχώρησε.

于是罗马人从四面将房屋点燃,彻底赢得了这场战斗的胜利。阿巴斯戈伊人的首领奥普西特斯率领少数随从得以脱逃,退避至邻近的匈人处以及高加索山中。

§8.9.30

τοῖς δὲ δὴ ἄλλοις ἢ ξὺν ταῖς οἰκίαις ἐξηνθρακωμένοις τετεφρῶσθαι ξυνέβη, ἢ ὑπὸ ταῖς τῶν πολεμίων γεγονέναι χερσίν.4 ἐζώγρησαν δὲ Ῥωμαῖοι καὶ τὰς τῶν ἀρχόντων γυναῖκας ξὺν γόνῳ παντί, τοῦ τε φρουρίου τὸν περίβολον ἐς ἔδαφος καθεῖλον καὶ τὴν χώραν ἔρημον κατεστήσαντο ἐκ τοῦ ἐπὶ πλεῖστον. Ἀβασγοῖς μὲν οὖν τὰ τῆς ἀποστάσεως ἐς τοῦτο ἐτελεύτα· ἐν δὲ Ἀψιλίοις ἐγένετο τάδε.

至于其余众人,要么与房屋一同化为焦炭灰烬,要么沦落于敌手。罗马人亦生擒了首领们的妻子及所有子嗣,将要塞城垣彻底夷为平地,并将该国大部分地区化为焦土废墟。阿巴斯戈伊人的叛乱至此告终;而在阿普西利亚人当中,则发生了如下之事。

语法注4 条
  1. 8.9.17οὐδαμῆ ἐχόντων τὴν δυσχωρίαν βιάζεσθαι

    属格独立结构,其逻辑主语指代前文提到的敌人(τῶν πολεμίων)。动词 ἔχω 接不定式表示“能够 / 有办法做某事”的惯用用法。

  2. 8.9.21θέσθαι τὰ σφίσι παρόντα οὐδαμῆ ἔχοντες

    短语 θέσθαι τὰ παρόντα 是习语表达,意为“处置当务之急 / 应付眼下局势”,由 οὐδαμῆ ἔχοντες(ἔχω 接不定式)修饰,表示“完全不知该如何应付当前的局势”。

  3. 8.9.23ἐς ὑπαγωγὴν δὲ ξὺν πολλῇ ἀκοσμίᾳ τραπόμενοι πρόσω ἐχώρουν

    ὑπαγωγή 在古希腊军事用语中通常指战术性撤退,但此处与 ξὺν πολλῇ ἀκοσμίᾳ(在极度混乱中)及 πρόσω ἐχώρουν(向前奔逃,即向要塞逃跑)连用,表明原本的撤退已演变为溃逃。

  4. 8.9.30τοῖς δὲ δὴ ἄλλοις ἢ ξὺν ταῖς οἰκίαις ἐξηνθρακωμένοις τετεφρῶσθαι ξυνέβη, ἢ ὑπὸ ταῖς τῶν πολεμίων γεγονέναι χερσίν

    无人称动词 ξυνέβη 搭配与格 τοῖς ἄλλοις,引出由 ἢ... ἤ 连接的两个完成时不定式主语 τετεφρῶσθαι 和 γεγονέναι。完成时被动分词 ἐξηνθρακωμένοις 与 τοῖς ἄλλοις 格一致,作表语性修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.9.17-8.9.30