- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.10.1-8.10.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
拉齐卡贵族泰尔德特斯背叛将齐比利斯要塞献给波斯人,但因波斯指挥官企图强暴守将之妻而遭诛杀夺回,托马斯之子约翰随后安抚了阿普西利亚人。与此同时在波斯,库思老患病期间其子阿纳索扎多斯举兵叛乱,兵败被擒后遭烫翻眼睑以剥夺其王位继承权。
Ἀψίλιοι μὲν ἐκ παλαιοῦ κατήκοοι Λαζῶν τυγχάνουσιν ὄντες. ἔστι δέ τι φρούριον ἐν ταύτῃ τῇ χώρᾳ ἐχυρὸν μάλιστα· Τζιβιλὴν αὐτὸ καλοῦσιν οἱ ἐπιχώριοι.
阿普西利亚人自古以来便是拉齐卡人的臣民。该地有一座极其坚固的要塞,当地人称之为齐比利斯。
τῶν δέ τις ἐν Λαζοῖς λογίμων, Τερδέτης ὄνομα, ὅσπερ εἶχε τὴν τοῦ καλουμένου μαγίστρου ἀρχὴν ἐν τούτῳ τῷ ἔθνει, Γουβάζῃ τῷ τῶν Λαζῶν βασιλεῖ προσκεκρουκώς τε καὶ χαλεπῶς ἔχων, Πέρσαις ὡμολόγησε λάθρα τοῦτο δὴ ἐνδώσειν τὸ φρούριον, στράτευμά τε Περσῶν ἐπαγόμενος ἐπὶ ταύτῃ τῇ πράξει ἐς Ἀψιλίαν ᾔει.
拉齐卡人中有一位显要人物,名叫泰尔德特斯,在此族中任所谓的“长官”之职;他因与拉齐卡国王古巴泽斯发生冲突并怀恨在心,遂与波斯人达成秘密协议,答应将这座要塞献出,并为促成此事而率领一支波斯军队前往阿普西利亚。
καὶ ἐπεὶ ἄγχιστα τοῦ φρουρίου ἐγένοντο, προτερήσας αὐτὸς ξὺν τοῖς ἑπομένοις οἱ Λαζοῖς ἐντὸς τοῦ περιβόλου ἐγένετο, ἐπεὶ οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες ἀπιστεῖν τῷ Λαζῶν ἄρχοντι οὐδαμῆ εἶχον, οὐδεμιᾷ ἐς αὐτὸν ὑποψίᾳ ἐχόμενοι. οὕτω τε ἀφικόμενον τὸ Περσῶν στράτευμα τῷ φρουρίῳ ὁ Τερδέτης ἐδέξατο.
当他们极其接近要塞时,他本人率领随行的拉齐卡人抢先进入要塞围墙之内;因为当地的守军根本无法怀疑一位拉齐卡人的长官,对他毫无戒心。就这样,泰尔德特斯在波斯军队赶到时将其迎入要塞。
καὶ ἀπ’ αὐτοῦ Μῆδοι οὐ Λαζικὴν μόνον, ἀλλὰ καὶ Ἀψιλίαν ἔχεσθαι τότε πρὸς αὐτῶν ᾤοντο. οὔτε δὲ Ῥωμαῖοι οὔτε Λαζοὶ ἀσχολίᾳ τῇ ἀμφὶ Πέτρᾳ τε καὶ τῷ Μήδων στρατῷ πιεζόμενοι Ἀψιλίοις ἐπαμύνειν ἔσχον.
米底人因此自以为不仅拉齐卡,连同阿普西利亚当时也已被他们所控制。然而,无论是罗马人还是拉齐卡人,因受制于佩特拉周围战事以及米底大军的牵制,都无力援救阿普西利亚人。
Ἦν δέ τις γυνὴ τῷ ἄρχοντι τοῦ ἐνταῦθα φυλακτηρίου, Ἀψιλία γένος, τὴν ὄψιν εὐπρεπὴς μάλιστα. ταύτης δὴ τῆς γυναικὸς ἐκτόπως ἐρασθεὶς ἐξαπιναίως ὁ τοῦ Περσῶν στρατεύματος ἄρχων τὰ μὲν πρῶτα πειρᾶν ἤρξατο, ἔπειτα δέ, ἐπεί οἱ πρὸς τῆς γυναικὸς οὐδὲν προὐχώρει, βιάζεσθαι μελλήσει αὐτὴν οὐδεμιᾷ ἐνεχείρησεν.
当地守备队的长官有一位妻子,是阿普西利亚族人,容貌极其端庄美丽。波斯军队的长官忽对该妇人生出难以遏制的欲火,起初开始向她求欢;随后,见从妇人那里毫无进展,便毫不犹豫地企图强暴她。
οἷς δὴ ὀξυθυμωθεὶς ὁ τῆς γυναικὸς ἀνήρ, αὐτόν τε νύκτωρ καὶ τοὺς ξὺν αὐτῷ ἐς τὸ φρούριον εἰσεληλυθότας ἅπαντας ἔκτεινε, παρανάλωμα τῆς τοῦ ἄρχοντος ἐπιθυμίας γεγενημένους, καὶ τὸ φρούριον ἔσχεν αὐτός. Ἀψίλιοί τε Κόλχων διὰ τοῦτο ἀπέστησαν, ἐπικαλοῦντες ὅτι δὴ σφᾶς πρὸς Περσῶν κακουμένους προσποιεῖσθαι οὐδαμῆ ἤθελον.1
妇人的丈夫对此怒不可遏,于夜间杀死了那名长官以及随他进入要塞的所有波斯人,这些人全成了那名长官情欲的陪葬品;他自己则夺取了要塞。阿普西利亚人因此背叛了科尔基斯人,谴责拉齐卡人在他们遭波斯人残害时根本不愿予以过问和庇护。
ἀλλὰ Γουβάζης Ῥωμαίων χιλίους καὶ Ἰωάννην τὸν Θωμᾶ υἱόν, οὗπερ ἔναγχος ἐπεμνήσθην, ἐπ’ αὐτοὺς ἔπεμψεν· ὅσπερ αὐτοὺς πολλὰ τιθασσεύων ἐπαγαγέσθαι ἀμαχητὶ ἔσχε καὶ Λαζῶν κατηκόους κατεστήσατο αὖθις. τὰ μὲν οὖν ἀμφί τε Ἀψιλίοις καὶ Τζιβιλῇ τῷ φρουρίῳ τῇδε ἐχώρησεν.
然而,古巴泽斯派遣了一千名罗马士兵及托马斯之子约翰(我刚才曾提及此人)前去讨伐他们;约翰多方安抚劝诱,得以未动干戈便将他们争取过来,使之重归拉齐卡人的臣属。有关阿普西利亚人与齐比利斯要塞的事态便是如此发展的。
Ὑπὸ τοῦτον δὲ τὸν χρόνον Χοσρόῃ ξυνέβη μηδὲ τὸν γόνον τῇ ἀπανθρωπίᾳ τῇ αὐτοῦ ἀνέπαφον μεῖναι. τῶν γάρ οἱ παίδων ὁ πρεσβύτατος Ἀνασώζαδος ὄνομα ʽδύναται δὲ τοῦτο τῇ Περσῶν φωνῇ ἀθανατίζων’ προσκεκρουκὼς αὐτῷ ἔτυχεν, ἄλλα τε πολλὰ τῇ ἐς τὴν δίαιταν παρανομίᾳ ἐξαμαρτὼν καὶ ταῖς γυναιξὶ τοῦ πατρὸς ὀκνήσει οὐδεμιᾷ ἐς εὐνὴν συνιών. τὰ μὲν οὖν πρῶτα φυγῇ τὸν παῖδα τοῦτον ὁ Χοσρόης ἐζημίωσεν.
大约在此期间,库思老甚至连自己的骨肉也因其残酷本性而未能幸免受创。因为在他诸子中最为年长、名叫阿纳索扎多斯(此名在波斯语中意为“求不死者”)的儿子,恰好与他结怨;该子因生活放荡不法而屡犯多项恶行,甚至毫不避讳地与父亲的妻妾私通。起初,库思老对该子处以流放之刑。
ἔστι δέ τις ἐν Πέρσαις Οὐαζαΐνη χώρα, ἀγαθὴ μάλιστα, οὗ δὴ πόλις Βηλαπατὼν καλουμένη οἰκεῖται, ἑπτὰ ἡμερῶν ὁδῷ Κτησιφῶντος διέχουσα.
波斯境内有一处极其肥沃的区域,名为瓦扎伊内,其中有一座名为贝拉帕顿的城市,距泰西封有七日的路程。
ἐνταῦθα τοῦ πατρὸς ἐπαγγείλαντος Ἀνασώζαδος οὗτος διατριβὴν εἶχε. Τότε δὲ τῷ Χοσρόῃ χαλεπώτατα νοσῆσαι ξυνέβη, ὥστε καὶ ἐλέχθη ἐξ ἀνθρώπων ἀφανισθῆναι· νοσώδης γὰρ ἦν ὁ Χοσρόης φύσει.
遵照其父的命令,这个阿纳索扎多斯便寄居于该地。当时适逢库思老身染沉疴,以至坊间传言他已不在人世;因为库思老生来便体弱多病。
ἀμέλει καὶ τοὺς ἰατροὺς πανταχόθεν πολλάκις ἀμφ’ αὑτὸν ἤγειρεν, ἐν τοῖς καὶ Τριβοῦνος ὁ ἰατρὸς ἦν, Παλαιστῖνος γένος.
确实,他常从四方召集医士于其身边,其中便有名叫特里布努斯的医师,原籍巴勒斯坦。
ὁ δὲ Τριβοῦνος οὗτος λόγιος μὲν ἦν καὶ τὰ ἐς τέχνην τὴν ἰατρικὴν οὐδενὸς ἥσσων, ἄλλως δὲ σώφρων τε καὶ θεοφιλὴς καὶ τῆς ἐπιεικείας ἐς ἄκρον ἥκων.
这位特里布努斯饱读诗书,医术冠绝一时,此外更兼为人审慎端庄、敬畏神明,谦和仁厚达于极致。
καί ποτε Χοσρόην κακῶς τοῦ σώματος ἔχοντα ἰασάμενος ἀπηλλάγη ἐκ τῆς Περσῶν χώρας, δῶρα πολλά τε καὶ λόγου ἄξια πρὸς τοῦ ἀνθρώπου κεκομισμένος.
他曾治愈了抱病体虚的库思老,随后离开波斯境内,从波斯王那里获得了丰厚且极具价值的馈赠。
ἡνίκα τοίνυν ἡ ταύτης προτέρα ἐκεχειρία ἐγένετο, Ἰουστινιανὸν βασιλέα Χοσρόης τὸν ἰατρὸν τοῦτον συνδιαιτησόμενον αὑτῷ ἐς ἐνιαυτὸν ᾔτησε δοῦναι. τῆς τέ οἱ αἰτήσεως ἐπιτελεσθείσης, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, ἐκέλευσε τὸν Τριβοῦνον ὁ Χοσρόης αἰτεῖσθαι ὅτου ἂν δέηται.
因此,当在此之前的休战协定缔结之时,库思老向查士丁尼皇帝请求将这位医师借调给他共同生活一年。正如我先前所述,在其请求获得准许之后,库思老便吩咐特里布努斯无论有所何求皆可提出。
ὁ δὲ ἄλλο οὐδὲν ᾔτει τῶν πάντων χρημάτων ἢ ὥστε οἱ Ῥωμαίων τῶν αἰχμαλώτων τινὰς Χοσρόην ἀφεῖναι.2
特里布努斯在世间所有的财物中别无所求,唯独请求库思老为他释放若干罗马战俘。
ὁ δέ οἱ ἄλλους τε τρισχιλίους ἀφῆκε καὶ ὅσους πρὸς ὄνομα ἐξῃτήσατο ἐν τοῖς αἰχμαλώτοις λογίμους ὄντας, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ἐς πάντας ἀνθρώπους ὁ Τριβοῦνος ἔσχε. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.
于是库思老为他释放了另外三千名俘虏,以及他在战俘中指名索要的所有知名显贵之人;特里布努斯亦因这一善举在世人中赢得了崇高的声誉。这些事情便是这样发生的。
Ἐπειδὴ δὲ Ἀνασώζαδος τὰ Χοσρόῃ τῷ πατρὶ ἀμφὶ τῇ νόσῳ ξυμπεσόντα ἔγνω, τῆς βασιλείας ἐπιβατεύων, νεώτερα πράγματα ἔπρασσε.
然而阿纳索扎多斯得知其父库思老因患病所遇之危局,企图图谋王位,遂密谋反叛之事。
τοῦ τε πατρός οἱ ῥαΐσαντος, οὐδέν τι ἧσσον τήν τε πόλιν αὐτὸς ἀποστήσας καὶ ὅπλα ἀντάρας ἐς τὸν πόλεμον ἀκμάζων ᾔει.
待到其父病情痊愈之后,他非但未有收敛,反倒亲自煽动该城反叛,武装举兵,气势正盛地走向战争。
ταῦτα ὁ Χοσρόης ἀκούσας στρατιάν τε καὶ στρατηγὸν Φάβριζον ἐπ’ αὐτὸν ἔπεμψε. νικήσας οὖν τῇ μάχῃ ὁ Φάβριζος ὑποχείριόν τε τὸν Ἀνασώζαδον πεποιημένος παρὰ Χοσρόην οὐ πολλῷ ὕστερον ἤνεγκε.
库思老闻讯后,派遣了一支军队及将军法布里佐斯前去讨伐。法布里佐斯在战斗中获胜,将阿纳索扎多斯擒获,不久后将其押解至库思老面前。
καὶ ὃς τοὺς τοῦ παιδὸς ὀφθαλμοὺς ἐλωβήσατο, οὐ τὰς ὄψεις ἀφελόμενος, ἀλλὰ βλέφαρά τε ἄνω καὶ κάτω ἀκοσμίᾳ πολλῇ ἀντιστρέψας.
于是库思老毁伤了儿子的眼睛,并非剥夺其视力,而是极其丑陋地翻转了其上下眼睑。
περόνην γὰρ σιδηρᾶν πυρακτώσας τινὰ καὶ ταύτῃ μυόντοιν τοῖν τοῦ παιδὸς ὀφθαλμοῖν3 τὰ ἔξω χρίσας, οὕτω δὴ τῶν βλεφάρων τὸν κόσμον λωβήσασθαι ἔσχε.
因为他烧红了一根铁针,在儿子双目紧闭时涂烫其眼外部,以此破坏了眼睑的整饬外观。
ταῦτα δὲ Χοσρόης τούτου δὴ ἕνεκα ἐποίει μόνον, ὅπως ἂν τῷ παιδὶ ἀναστέλληται ἡ ἐπὶ τῇ βασιλείᾳ ἐλπίς. ἄνδρα γὰρ λώβῃ ἐχόμενον οὐκέτι ὁ νόμος ἐφίησι βασιλέα καθίστασθαι Πέρσαις, ὥσπερ κἀν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.
库思老做这一切纯粹是为了这一缘由:即以此断绝该子继承王位的指望。因为正如在先前的记述中所言,波斯的法律不再允许身负肢体残疾之人被立为君王。
- 8.10.6ἐπικαλοῦντες ὅτι δὴ σφᾶς πρὸς Περσῶν κακουμένους προσποιεῖσθαι οὐδαμῆ ἤθελον
动词 προσποιεῖσθαι 通常意为“假装、托词”,但在此处作“认领为己方、照管、庇护”(相当于拉丁语 sibi vindicare)之意。其主语是上下文中的科尔基斯人(拉齐卡人),而 σφᾶς 则指阿普西利亚人。
- 8.10.15ἄλλο οὐδὲν ᾔτει τῶν πάντων χρημάτων ἢ ὥστε οἱ Ῥωμαίων τῶν αἰχμαλώτων τινὰς Χοσρόην ἀφεῖναι
在比较连词 ἤ 之后接 ὥστε 带“宾格加不定式”结构(Χοσρόην ἀφεῖναι),在此作为 ἄλλο οὐδέν 的同位实质从句(解释要求的内容),而非表示结果从句(即“除库思老释放……之外,别无所求”)。
- 8.10.21μυόντοιν τοῖν τοῦ παιδὸς ὀφθαλμοῖν
此句是由双数现在分词 μυόντοιν(动词 μύω,“闭眼”)、定冠词 τοῖν 与 ὀφθαλμοῖν 构成的双数属格绝对句(genitive absolute),表示伴随状况(“在儿子双目闭合之时”);其后的 τὰ ἔξω(外表)为分词 χρίσας 的直接宾语。
