← 普罗科皮乌斯

战史

§8.9.1-8.9.16

达吉斯泰奥斯获罪与征讨阿巴斯戈伊人

因拉齐人的控告,达吉斯泰奥斯被囚,贝萨斯受任接替前往拉齐卡。与此同时,因不堪罗马压迫而重立二王并投靠波斯的阿巴斯戈伊人,引来了罗马军队的征讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.9.1

Ἐν τούτῳ δὲ τάδε ξυνηνέχθη γενέσθαι. Λαζοὶ Δαγισθαῖον ἐς βασιλέα διέβαλλον, ἐς Βυζάντιον ἥκοντες, προδοσίαν τε καὶ μηδισμὸν ἐπιφέροντες.

在此期间,发生了如下变故。拉齐人来到拜占庭,向皇帝控告达吉斯泰奥斯,指控他犯有叛国及通敌附波斯之罪。

§8.9.2

Πέρσαις γὰρ αὐτὸν ἰσχυρίζοντο ἀναπεισθέντα οὐ βεβουλῆσθαι καταπεπτωκότος τοῦ Πέτρας περιβόλου ἐπιβατεῦσαι, τούς τε πολεμίους θυλάκους μεταξὺ ψάμμου ἐμπλησαμένους καὶ αὐτῶν τὰς ἐπιβολὰς ἀντὶ λίθων ποιησαμένους τοῦ περιβόλου ὅσα καταπεπτώκει ταύτῃ κρατύνασθαι.1

因为他们坚称,他受到波斯人的收买唆使,在佩特拉城垣坍塌之后不愿乘胜攻入,而敌军在此期间将袋子装满沙土,以此代替石块堆叠,就这样将倒塌的城墙全部加固。

§8.9.3

ἔλεγόν τε ὡς Δαγισθαῖος, εἴτε χρήμασιν εἴτε ὀλιγωρίᾳ ἐς τοῦτο ἠγμένος, τὴν ἐπίθεσιν ἐς ἕτερόν τινα χρόνον ἀπέθετο, καὶ τοῦ καιροῦ τὴν ἀκμὴν ἐν τῷ παραυτίκα μεθῆκεν, ἧς γε οὐκέτι ἀντιλαβέσθαι οἷός τε ἐγεγόνει.

他们还说,达吉斯泰奥斯无论是受金钱驱使还是因玩忽职守,将总攻推延至另一时间,当场错失良机,致使再也无法将其夺回。

§8.9.4

αὐτὸν οὖν βασιλεὺς ἐν τῷ οἰκήματι καθείρξας ἐτήρει· Βέσσαν δέ, ἐξ Ἰταλίας οὐ πολλῷ ἔμπροσθεν ἥκοντα, στρατηγὸν Ἀρμενίων καταστησάμενος ἐς Λαζικὴν πέμπει, ἄρχειν ἐπαγγείλας τοῦ ἐνταῦθα Ῥωμαίων στρατοῦ.

因此,皇帝将他关押进囚室严加看管;并任命不久前刚从意大利归来的贝萨斯为亚美尼亚将军,派往拉齐卡,命其统领当地的罗马军队。

§8.9.5

οὗ δὴ καὶ Βενῖλος, ὁ Βούζου ἀδελφός, ξὺν στρατῷ ἤδη σταλεὶς ἔτυχε καὶ Ὀδόναχός τε καὶ ὁ Βάβας ἐκ Θρᾴκης καὶ Οὐλίγαγος Ἔρουλος γένος.

布泽斯的兄弟贝尼卢斯当时亦已率军受派前往彼处,同样已受派前往彼处的还有奥多纳库斯、来自色雷斯的巴巴斯,以及赫鲁利族出身的乌利加戈斯。

§8.9.6

Ὅ τε Ναβέδης ἐσβαλὼν ἐς Λαζικὴν στρατῷ ἄλλο μέν τι λόγου ἄξιον οὐδὲν ἔδρασεν, Ἀβασγοῖς δὲ ἀποστᾶσιν ἀπό τε Ῥωμαίων καὶ Λαζῶν ἐπιχωριάσας τῇ στρατιᾷ ταύτῃ, παῖδας τῶν ἐν σφίσι λογίμων ἑξήκοντα ἐν ὁμήρων λόγῳ πρὸς αὐτῶν ἔλαβε.

纳贝德斯率军侵入拉齐卡,虽未立下任何值得一提的战功,却带着这支军队来到已脱离罗马人与拉齐人反叛的阿巴斯戈伊人之地,并从他们那里接收了六十名显贵子弟作为人质。

§8.9.7

ʽτότε δὲ ποιούμενος ὁ Ναβέδης ὁδοῦ πάρεργον, καὶ Θεοδώραν Ὀψίτῃ ξυνοικήσασαν ʽὃς ἐγεγόνει Γουβάζου μὲν θεῖος, Λαζῶν δὲ βασιλεὺσ̓ εὑρὼν ἐν Ἀψιλίοις εἷλεν, ἔς τε τὰ Περσῶν ἤθη ἀπήνεγκε.

(当时纳贝德斯顺道而为,还在阿普西利亚发现了已嫁给奥普西特斯——此人是古巴泽斯的叔父,也是拉齐人的君王——的狄奥多拉,将其俘获并押送回波斯境内。

§8.9.8

Ῥωμαία δὲ γένος ἡ γυνὴ ἐτύγχανεν οὖσα, ἐπεὶ ἐκ παλαιοῦ οἱ Λαζῶν βασιλεῖς ἐς Βυζάντιον πέμποντες βασιλέως τε γνώμῃ ξυνιόντες ἐς κῆδός τισι τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς γυναῖκας ἐνθένδε γαμετὰς ἐκομίζοντο.

这位妇人恰是罗马血统;因为自古以来,拉齐人的国王们便遣使拜占庭,经皇帝首肯与元老院议员阶层的家族联姻,从那里娶回正妻。

§8.9.9

καὶ Γουβάζης ἀμέλει Ῥωμαίας γυναικὸς ἐγεγόνει γένος.ʼ ὅτου δὲ ἕνεκα οἱ Ἀβασγοὶ οὗτοι ἐς ἀπόστασιν εἶδον, ἐγὼ δηλώσω.

古巴泽斯本人当然亦是罗马女子所生。)至于这些阿巴斯戈伊人为何萌生叛意,我将予以说明。

§8.9.10

Ἐπειδὴ βασιλεῖς τοὺς σφετέρους καθεῖλον, ᾗπέρ μοι ἔναγχος δεδιήγηται, στρατιῶται Ῥωμαίων πρὸς βασιλέως στελλόμενοι ἐπεχωρίαζόν τε αὐτοῖς ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ προσποιεῖσθαι τῇ Ῥωμαίων ἀρχῇ τὴν χώραν ἠξίουν, καινά τε αὐτοῖς ἄττα ἐπέταττον.

正如我不久前所叙述的那样,当他们废黜了自己的国王之后,皇帝派去的罗马士兵长期驻扎在他们境内,意图将该地划归罗马帝国直辖,并向他们强加种种前所未有的苛规。

§8.9.11

οἷσπερ Ἀβασγοὶ βιαιοτέροις οὖσιν ἀτεχνῶς ἤχθοντο. δείσαντες οὖν μὴ Ῥωμαίων δοῦλοι τὸ λοιπὸν ἔσονται, τοὺς ἄρχοντας αὖθις κατεστήσαντο σφίσιν Ὀψίτην μὲν ὄνομα ἐς τῆς χώρας τὰ πρὸς ἀνίσχοντα ἥλιον, Σκεπαρνᾶν δὲ ἐς τὰ πρὸς ἑσπέραν. ἐς ἀγαθῶν γὰρ ἐκπεπτωκότες ἀπόγνωσιν τὰ πρότερον δόξαντα σφίσι μοχθηρὰ εἶναι τῶν ἐπιγενομένων ἅτε πονηροτέρων ὄντων, ὡς τὸ εἰκός, ἀντηλλάσσοντο,2 δύναμίν τε ἀπ’ αὐτοῦ τὴν Ῥωμαίων δειμαίνοντες Πέρσαις ὡς λαθραιότατα προσεχώρησαν. ἅπερ ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, Βέσσαν ἐκέλευε στράτευμα λόγου ἄξιον ἐπ’ αὐτοὺς στεῖλαι.

阿巴斯戈伊人因这些规定过于专横而极为愤恨。他们唯恐日后沦为罗马人的奴隶,便再次拥立了自己的统治者,将一名叫奥普西特斯的人立于该国东部,将斯凯帕尔纳斯立于西部。因为他们对现状的改善彻底绝望,由于随之而来的境遇更为恶劣,便顺理成章地重新接受了从前在他们看来是灾祸的体制,以换取摆脱当下的处境;随后因畏惧罗马军力,他们尽可能隐秘地投靠了波斯人。查士丁尼皇帝闻讯后,命令贝萨斯派遣一支相当规模的军队前往征讨。

§8.9.13

ὁ δὲ πολλοὺς ἀπολεξάμενος τοῦ Ῥωμαίων στρατοῦ, καὶ ἄρχοντας ἐπιστήσας αὐτοῖς Οὐλίγαγόν τε καὶ Ἰωάννην τὸν Θωμᾶ υἱόν, αὐτίκα ἐπὶ τοὺς Ἀβασγοὺς ναυσὶν ἔπεμψεν. ἐτύγχανε δὲ ἅτερος μὲν τῶν ἐν Ἀβασγοῖς ἡγουμένων, Σκεπαρνᾶς ὄνομα, ἐν Πέρσαις τινὰ διατριβὴν ἔχων· μετάπεμπτος γὰρ ὀλίγῳ πρότερον παρὰ Χοσρόην ἀφῖκτο. ὁ δὲ δὴ ἕτερος, τὴν Ῥωμαίων μαθὼν ἔφοδον, τούς τε Ἀβασγοὺς ἅπαντας ἤγειρε καὶ ὑπαντιάζειν διὰ σπουδῆς εἶχεν.

贝萨斯从罗马军队中选拔众多士兵,委派乌利加戈斯与托马斯之子约翰为指挥官,随即乘船渡海进攻阿巴斯戈伊人。当时阿巴斯戈伊人的首领之一,名叫斯凯帕尔纳斯的,正巧逗留于波斯;因为不久前他受召前往霍斯劳处。而另一位首领获悉罗马人来袭,便动员全体阿巴斯戈伊人,急切准备迎战。

§8.9.15

Ἔστι δὲ χῶρος μετὰ τοὺς Ἀψιλίας ὅρους ἐν τῇ ἐς τὴν Ἀβασγίαν εἰσόδῳ τοιόσδε· ὄρος ὑψηλὸν ἐκ τῶν Καυκασίων ἀρχόμενον καὶ κατὰ βραχὺ ἐλασσούμενόν τε καὶ ὑπολῆγον ὥσπερ τις κλῖμαξ κατατείνει καὶ τελευτᾷ ἐς τὸν Εὔξεινον Πόντον.

在越过阿普西利亚边界、进入阿巴斯吉亚的要冲之处,有如下地形:一座高山自高加索山脉绵延而来,逐渐降低并呈梯级状渐趋低缓,直抵欧克辛海(黑海)。

§8.9.16

καὶ φρούριον μὲν ἐχυρώτατόν τε καὶ μεγέθους πέρι ἀξιολογώτατον ἐκ παλαιοῦ Ἀβασγοὶ ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους τούτου ἐδείμαντο.

自古以来,阿巴斯戈伊人便在这座山的山脚下修筑了一座极具防御力且规模甚巨的要塞。

语法注2 条
  1. 8.9.2Πέρσαις γὰρ αὐτὸν ἰσχυρίζοντο ἀναπεισθέντα οὐ βεβουλῆσθαι καταπεπτωκότος τοῦ Πέτρας περιβόλου ἐπιβατεῦσαι, τούς τε πολεμίους θυλάκους μεταξὺ ψάμμου ἐμπλησαμένους καὶ αὐτῶν τὰς ἐπιβολὰς ἀντὶ λίθων ποιησαμένους τοῦ περιβόλου ὅσα καταπεπτώκει ταύτῃ κρατύνασθαι.

    由动词 ἰσχυρίζοντο(他们坚称)所统摄的并列复合宾格不定式结构(A.c.I.)。第一分句中充当主语的宾格为 αὐτόν(达吉斯泰奥斯),动词为 οὐ βεβουλῆσθαι;由 τε 连接的第二分句转换主语为 τούς τε πολεμίους,统领不定式 κρατύνασθαι。副词 μεταξὺ 在此充当时间副词,意为“在此期间/其间”。

  2. 8.9.12ἐς ἀγαθῶν γὰρ ἐκπεπτωκότες ἀπόγνωσιν τὰ πρότερον δόξαντα σφίσι μοχθηρὰ εἶναι τῶν ἐπιγενομένων ἅτε πονηροτέρων ὄντων, ὡς τὸ εἰκός, ἀντηλλάσσοντο

    表示交换的动词 ἀνταλλάσσομαι 支配表示换得之物的宾格与表示换出代价的属格。在此处,宾格为 τὰ πρότερον δόξαντα σφίσι μοχθηρὰ εἶναι(此前在他们看来是祸患的事物,即君主制),属格为 τῶν ἐπιγενομένων(后来的处境,即罗马人的苛政)。全句逻辑为:鉴于后来的统治更为恶劣(ἅτε πονηροτέρων ὄντων),他们理所当然地重新接受了先前的旧体制以摆脱当下的处境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.9.1-8.9.16