← 普罗科皮乌斯

战史

§8.8.28-8.8.39

霍里阿内斯阵亡与罗马军在希庇斯河的胜利

罗马与拉齐联军弃马结成坚固的步兵方阵对峙;在对射中波斯主帅霍里阿内斯被流矢毙命,随后坚守营门的一名阿兰勇士亦被约翰刺杀,联军最终攻克敌营并彻底瓦解了波斯军的入侵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8.28

καὶ οἱ χίλιοι τοῖς ξυμπεπτωκόσιν ἐκπεπληγμένοι ὀπίσω ἐχώρουν, τόν τε Χοριάνην σὺν τῷ ἄλλῳ Περσῶν τε καὶ Ἀλανῶν στρατῷ ἔμενον καὶ οὐκ ἐς μακρὰν ἀνεμίγνυντο σφίσιν.

那一千人被突发的变故吓破了胆,向后退却,等待率领其余波斯与阿兰大军的霍里阿内斯,并不久便与他们汇合。

§8.8.29

Ἤδη δὲ καὶ οἱ ἀμφὶ Γουβάζην καὶ Δαγισθαῖον πεζοὶ ἐς ἱππεῖς τοὺς σφετέρους ἀφίκοντο καὶ ἡ μάχη ἐν χερσὶν ἀμφοτέρωθεν ἦν.

此时,古巴泽斯与达吉斯泰奥斯麾下的步兵也已赶到了己方骑兵处,双方展开了短兵相接的肉搏战。

§8.8.30

τότε δὴ Φιλήγαγός τε καὶ Ἰωάννης, ἐλάσσους εἶναι ἢ ἐνεγκεῖν1 ἐπιοῦσαν τὴν τῶν βαρβάρων ἵππον οἰόμενοι, μάλιστα ἐπεὶ ἀπέγνωσαν τὴν Λαζῶν δύναμιν, ἀπὸ τῶν ἵππων ἀποθορόντες ταὐτὸ ποιεῖν ἀναγκάζουσι Ῥωμαίους τε καὶ Λαζοὺς ἅπαντας.

当时,菲莱加戈斯与约翰认为自己的兵力太弱,无法抵挡蛮族骑兵的冲击,尤其是他们对拉齐人的战力已彻底丧失信心,于是便纵身跳下战马,强令全体罗马人与拉齐人也如法炮制。

§8.8.31

ἐς φάλαγγά τε ὡς βαθυτάτην ταξάμενοι πεζοὶ μετωπηδὸν ἀντίοι τοῖς πολεμίοις ἔστησαν ἅπαντες, τὰ δόρατα ἐπανατεινόμενοι σφίσιν.

他们排成尽可能纵深厚重的方阵,所有人作为步兵正面迎敌而立,将长矛向前平举对准敌人。

§8.8.32

οἱ δὲ βάρβαροι οὐκ ἔχοντες ὅ τι γένωνται2 ʽοὔτε γὰρ ἐπιδραμεῖν πεζοῖς γε οὖσι τοῖς ἐναντίοις ἐδύναντο οὔτε αὐτῶν ξυνταράξαι τὴν φάλαγγα οἷοί τε ἦσαν’ ἐπεὶ αὐτοῖς οἱ ἵπποι ταῖς τε τῶν δοράτων αἰχμαῖς καὶ τῷ τῶν ἀσπίδων πατάγῳ ἀχθόμενοι ἀνεχαίτιζον, ἐπὶ τὰ τόξα ἔβλεπον ἅπαντες, ἐλπίδι θαρσοῦντες ὡς πλήθει βελῶν ῥᾷστα τοὺς πολεμίους ἐς φυγὴν τρέψονται.

蛮族人则不知所措——因为他们既无法向已列为步兵的敌军冲锋,也无法冲散其方阵,毕竟战马因畏惧矛尖与盾牌的撞击声而纷纷人立而起;于是他们全都寄望于弓箭,满心希望借密集的矢石轻易将敌军击溃。

§8.8.33

καὶ Ῥωμαῖοι ξὺν Λαζοῖς ἅπασι ταὐτὸ τοῦτο ἐποίουν. ἑκατέρωθέν τε συχνὰ ἐς ἀλλήλους τοξεύματα ᾔει, ἔκ τε ἀμφοτέρων πολλοὶ ἔπιπτον.

罗马人与全体拉齐人亦是如此应对。双方箭矢交相射击,两军皆有许多人倒下。

§8.8.34

Πέρσαι μὲν οὖν καὶ Ἀλανοὶ μάλιστα συνεχῆ τὰ βέλη πολλῷ ἔτι μᾶλλον ἢ οἱ ἐναντίοι ἀφίεσαν. ἀλλ’ αὐτῶν τὰ πολλὰ τὰς ἀσπίδας ξυνέβαινεν ἀποκρούεσθαι. Ἐν τούτῳ δὲ τῷ πολέμῳ Χοριάνῃ τῷ Περσῶν ἄρχοντι βεβλῆσθαι ξυνέβη.

波斯人与阿兰人尤其接连不断地放箭,其密集程度远甚于对手;然而多数箭矢都被盾牌挡落。正是在这场交锋中,波斯军主帅霍里阿内斯中箭。

§8.8.35

ὑφ’ ὅτου μέντοι οὗτος ἀνὴρ βληθείη, φανερὸν οὐδενὶ γέγονε· τύχῃ γάρ τινι ἐκ τοῦ ὁμίλου ἰὼν ὁ ἄτρακτος ἔς τε τοῦ ἀνθρώπου τὸν αὐχένα παγεὶς εὐθυωρὸν αὐτὸν διεχρήσατο, ἑνός τε θανάτῳ ἀνδρὸς ἥ τε μάχη ἐκλίθη καὶ πρὸς τοὺς Ῥωμαίους ἡ νίκη ἐχώρει.

究竟此人被何人所射中,无人知晓;因为乱军中偶有一矢飞来,贯穿此人颈项,当场取其性命。仅凭一人的死亡,战局便急转直下,胜利偏向了罗马人一方。

§8.8.36

ὁ μὲν γὰρ ἐκ τοῦ ἵππου ἐς τὸ ἔδαφος ἐπὶ στόμα πεσὼν ἔκειτο, δρόμῳ δὲ πολλῷ ἐπὶ τὸ χαράκωμα οἱ βάρβαροι ᾔεσαν, οἵ τε Ῥωμαῖοι ξὺν τοῖς Λαζοῖς ἐπισπόμενοι πολλοὺς ἔκτεινον, ἐλπίδα ἔχοντες αἱρήσειν αὐτοβοεὶ τὸ τῶν ἐναντίων στρατόπεδον.

他从马上跌落,面朝下扑倒在地;蛮族人全速向其设防的营垒溃逃,罗马人则与拉齐人紧随追杀,斩获甚众,指望一鼓作气攻克敌阵。

§8.8.37

ἀλλά τις τῶν Ἀλανῶν εὐψυχίας πέρι καὶ σώματος ἰσχύος εὖ ἥκων,3 τοξεύειν τε συχνὰ ἐφ’ ἑκάτερα διαφερόντως ἐξεπιστάμενος, ἐς τοῦ χάρακος τὴν εἴσοδον στενοτάτην οὖσαν εἱστήκει, ἐμπόδιός τε τοῖς ἐπιοῦσι παρὰ δόξαν ἐπὶ πλεῖστον ἐγίνετο.

然而,阿兰人中有一名兼具胆魄与膂力、且极其精通向左右两侧频频射箭的勇士,立在营垒极为狭窄的入口处,出人意料地阻挡了进攻者极长时间。

§8.8.38

Ἰωάννης δέ, ὁ τοῦ Θωμᾶ παῖς, μόνος ὡς ἀγχοτάτω παρ’ αὐτὸν ἥκων ἐξαπιναίως τὸν ἄνθρωπον δόρατι ἔκτεινεν, οὕτω τε Ῥωμαῖοι καὶ Λαζοὶ τοῦ στρατοπέδου ἐκράτησαν. καὶ τῶν βαρβάρων πλεῖστοι μὲν αὐτοῦ διεφθάρησαν, οἱ δὲ λοιποὶ ἀπεκομίσθησαν ἐς τὰ πάτρια ἤθη, ὡς ἑκάστῳ δυνατὰ γέγονεν.

但是托马斯之子约翰独自一人猝然逼近其身旁,以长矛将此人刺死,罗马人与拉齐人遂攻占了营垒。蛮族大部当场覆灭,余者则各自尽其所能逃回故土。

§8.8.39

αὕτη μὲν οὖν ἡ Περσῶν ἐσβολὴ ἐς γῆν τὴν Κολχίδα γενομένη ἐς τοῦτο ἐτελεύτα. καὶ ἄλλη δὲ Περσῶν στρατιὰ τοὺς ἐν Πέτρᾳ φρουροὺς τῷ τε τῶν ἐπιτηδείων πλήθει καὶ πᾶσι τοῖς ἄλλοις ἐπιρρώσαντες ἀνεχώρησαν.4

波斯人对科尔基斯土地的此次入侵便以此告终。而波斯人的另一支军队在为佩特拉的守军补充了充足的给养及其他一切必需品、使其重振声势之后,亦班师回撤。

语法注4 条
  1. 8.8.30ἐλάσσους εἶναι ἢ ἐνεγκεῖν

    比较级形容词接 ἤ 加不定式的结构,表示程度或比例不足以产生某种结果(“人数太少以至于无法承受……”),相当于 ἢ ὥστε 加不定式的省略形式。

  2. 8.8.32οὐκ ἔχοντες ὅ τι γένωνται

    间接疑问从句中的习语表达,虚拟式 γένωνται 为审议性虚拟式(deliberative subjunctive),与 οὐκ ἔχοντες 连用表示“不知所措/不知如何是好”。

  3. 8.8.37εὐψυχίας πέρι καὶ σώματος ἰσχύος εὖ ἥκων

    副词 εὖ 与 ἥκω(此处为分词 ἥκων)搭配并连同表示关涉的属格(此处通过介词 πέρι 引出)构成的惯用表达,意为“在……方面极其出众/天赋异禀”。

  4. 8.8.39ἐπιρρώσαντες ἀνεχώρησαν

    虽然语法主语 καὶ ἄλλη δὲ Περσῶν στρατιὰ 为单数阴性名词,但分词 ἐπιρρώσαντες 与主动词 ἀνεχώρησαν 依据意义一致原则(constructio ad sensum)采用了复数阳性,指代构成该军队的战士们。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.8.28-8.8.39