- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.8.14-8.8.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
古巴泽斯统领的联军与霍里阿内斯的波斯军展开对峙,充当前锋的拉齐骑兵遭遇敌前锋后慌乱败退逃入罗马军中。双方僵持之际,阿尔塔巴内斯在两军之间击杀一名波斯勇士,其身旁的哥特士兵随之斩杀了砍伤他的蛮族。
Τοσαῦτα Γουβάζης εἰπὼν ἐξῆγε τὸ Λαζῶν στράτευμα, καὶ ἐτάξαντο ὧδε. πρῶτοι μὲν οἱ Λαζῶν ἱππεῖς τεταγμένοι ἀπ’ ἐναντίας ᾔεσαν, ὄπισθεν δὲ οὐκ ἄγχιστά πη, ἀλλ’ ὡς ἀπωτάτω, ἡ Ῥωμαίων ἵππος αὐτοῖς εἵπετο. τούτων δὲ δὴ τῶν Ῥωμαίων ἡγοῦντο Φιλήγαγός τε, Γήπαις γένος, δραστήριος ἀνήρ, καὶ Ἰωάννης Ἀρμένιος, διαφερόντως ἀγαθὸς τὰ πολέμια, Θωμᾶ υἱός, ὅνπερ ἐπίκλησιν ἐκάλουν Γούζην, οὗ δὴ κἀν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην.
古巴泽斯说完这番话,便率领拉齐人的军队出击,他们如是列阵:首先,拉齐人的骑兵整队行进在前方;而在其后方,相距并非很近,而是尽可能拉开距离,罗马骑兵尾随其后。统领这些罗马骑兵的是格皮德族人菲莱加戈斯,一个精明强干之人,以及亚美尼亚人约翰——托马斯之子,他在战阵上格外勇猛,外号被称为古泽斯,我在此前的记述中便已提及他。
ἐν ὑστέρῳ δὲ Γουβάζης τε ὁ Λαζῶν βασιλεὺς καὶ Δαγισθαῖος ὁ Ῥωμαίων στρατηγὸς ξὺν τοῖς ἀμφοτέρων πεζοῖς εἵποντο, λογισάμενοι ὡς, εἰ τοῖς ἱππεῦσι τραπῆναι ξυμβαίη, ἐς αὐτοὺς ῥᾷστα σωθήσονται.
在最后方,拉齐人的国王古巴泽斯与罗马将军达吉斯泰奥斯率领两军的步兵殿后,他们考虑到倘若骑兵溃败,退至他们这里将最为容易保全。
Ῥωμαῖοι μὲν οὖν καὶ Λαζοὶ τῷ τρόπῳ τούτῳ ἐτάξαντο, Χοριάνης δὲ ἄνδρας μὲν χιλίους τῶν οἱ ἑπομένων ἀπολεξάμενος τεθωρακισμένους τε καὶ τὰ ἄλλα ἐξωπλισμένους ὡς ἄριστα, πρόσω ἐπὶ κατασκοπῇ ἔπεμψεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ὄπισθεν ᾔει, φυλακτήριον ὀλίγων τινῶν ἐν τῷ στρατοπέδῳ ἀπολιπών.
罗马人与拉齐人便以这种方式列阵;而霍里阿内斯则从其追随者中挑选出一千名身披胸甲、其他装备无不极其精良的人,派他们向前去侦察,他自己则在营地留下少数守军后,率全军主力在后跟进。
προτερήσασα δὲ ἡ Λαζῶν ἵππος ἀτιμάζει τὰς ἐπαγγελίας οἷς ἔδρασεν,1 ἐπὶ τῶν ἔργων διαβαλοῦσα τὰς πρόσθεν ἐλπίδας.
然而,抢先冲向前方的拉齐骑兵却以其实际行动羞辱了自己的大话,在实战中击碎了先前的厚望。
τοῖς γὰρ τῶν πολεμίων προδρόμοις ἐντετυχηκότες ἐξαπιναίως οὐκ ἐνεγκόντες τε τὴν αὐτῶν ὄψιν, τρέψαντες αὐτίκα τοὺς ἵππους, κόσμῳ οὐδενὶ ὀπίσω ἀνέστρεφον, τοῖς τε Ῥωμαίοις ἐπειγόμενοι ἀνεμίγνυντο, ἐς αὐτοὺς οὐκ ἀπαξιοῦντες καταφυγεῖν οἷς δὴ ξυντάσσεσθαι τὰ πρότερα ὤκνουν.
因为他们猝然遭遇敌方先锋,甚至连对手的威势都无法承受,便立即调转马头,毫无秩序地向后溃退,慌忙钻入罗马军中,毫不觉得逃向他们先前甚至不屑与其同列的罗马人是一种可耻之事。
ἐπειδὴ δὲ ἀμφότεροι ἀλλήλων ἄγχιστα ἵκοντο, χειρῶν μὲν τὰ πρότερα οὐδέτεροι ἦρχον οὐδὲ ξυνέμισγον, ἀλλὰ τῶν ἐναντίων ἑκάτεροι ἐπιόντων μὲν ἀνεπόδιζον, ὑποχωρούντων δὲ ἐπεβάτευον, ἔς τε ὑπαγωγὰς καὶ παλινδιώξεις καὶ ἀγχιστρόφους μεταβολὰς πολύν τινα κατέτριψαν χρόνον.
当双方彼此极其迫近时,起初谁也没有动手交战,亦未接战肉搏;而是任何一方只要见对手推进便向后退缩,见对手撤退便趁机进逼,在佯退、反扑与急速回转之中空耗了相当长的时间。
Ἦν δέ τις Ἀρταβάνης ὄνομα ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ, Περσαρμένιος γένος, ὅσπερ ἐς Ἀρμενίους τοὺς Ῥωμαίων κατηκόους πολλῷ πρότερον ἀπηυτομοληκὼς ἔτυχεν, οὐχ ἁπλῶς, ἀλλὰ φόνῳ Περσῶν εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν μαχίμων Ῥωμαίοις τὴν ἐς αὐτοὺς πίστιν πεποιημένος ἐχέγγυον.
在这一罗马军队中,有一位名叫阿尔塔巴内斯的波斯属亚美尼亚人,他早在很久以前便投奔了臣服于罗马的亚美尼亚人——这绝非寻常的投诚,而是通过诛杀了一百二十名波斯精锐战士,向罗马人证实了自己的忠诚。
Βαλεριανῷ γὰρ τότε στρατηγοῦντι ἐν Ἀρμενίοις ἐς ὄψιν ἐλθὼν ἄνδρας πεντήκοντα Ῥωμαίους οἱ αὐτῷ διδόναι ἐδεῖτο· τυχών τε ὧνπερ ἐβούλετο, ἐς φρούριον ἐν Περσαρμενίοις κείμενον ᾔει. οὗ δὴ ἑκατόν τε καὶ εἴκοσι Περσῶν φυλακτήριον ὑπὸ τῷ φρουρίῳ αὐτὸν ξὺν τοῖς ἑπομένοις ἐδέξαντο, οὔπω ἔνδηλον ὄντα ὅτι δὴ μεταπορευθεὶς τὴν πολιτείαν νεωτερίζει.
因为他当时来到在亚美尼亚统军的瓦莱里安面前,请求拨给他五十名罗马战士;在如愿以偿后,他便前往一座位于波斯属亚美尼亚的要塞。 该要塞下驻守的一百二十名波斯卫兵将他与其随从接纳了进去,因为当时世人尚不知晓他已经改换门庭、蓄意叛变。
ὁ δὲ τούς τε εἴκοσι καὶ ἑκατὸν κτείνας καὶ ξύμπαντα ληισάμενος τὰ ἐν τῷ φρουρίῳ χρήματα, μεγάλα ὑπερφυῶς ὄντα, παρὰ Βαλεριανὸν καὶ τὸ Ῥωμαίων στράτευμα ἦλθε, πιστός τε σφίσιν ἀπ’ αὐτοῦ φανεὶς Ῥωμαίοις τὸ λοιπὸν ξυνεστράτευεν.
然而他斩杀了这一百二十人,洗劫了要塞内极其巨额的财产,投奔到瓦莱里安与罗马军队处;自此他被视为忠诚可靠之人,往后便始终跟随罗马人共同作战。
οὗτος Ἀρταβάνης ἐν ταύτῃ τῇ μάχῃ δύο ξὺν αὑτῷ τῶν Ῥωμαίων στρατιωτῶν ἐπαγόμενος ἐν μεταιχμίῳ ἐγένετο, οὗ δὴ ἀφίκοντο καὶ τῶν πολεμίων τινές.
这位阿尔塔巴内斯在此次战斗中,带着两名罗马士兵来到两军之间的空地上,恰巧敌方数人也抵达该处。
ἐφ’ οὓς Ἀρταβάνης ὁρμήσας, τῶν Περσῶν ἕνα, ψυχῆς τε ἀρετῇ καὶ σώματος ἀλκῇ ἐπιεικῶς μέγαν, τῷ δόρατι εὐθὺς ἔκτεινεν, ἔκ τε τοῦ ἵππου ῥίψας προσουδίζει χαμαί.
阿尔塔巴内斯向他们冲去,以长矛当场刺死了一名无论是胆魄还是膂力皆极其出众的波斯人,将其挑落马下,狠狠摔在地上。
τῶν δέ τις βαρβάρων παρὰ τῷ πεπτωκότι ἑστὼς ξίφει κατὰ κόρρης τὸν Ἀρταβάνην ἐπάταξεν οὐ καιρίαν πληγήν.2 ἅτερός τε τῶν τῷ Ἀρταβάνῃ ἐπισπομένων, Γότθος γένος, τοῦτον δὴ τὸν ἄνδρα, τὴν χεῖρα ἔτι ἐν τῇ τοῦ Ἀρταβάνου κεφαλῇ ἔχοντα, κατὰ λαγόνα ἐπιτυχὼν τὴν εὐώνυμον διεχρήσατο.
立于死者旁的一名蛮族人用剑砍击阿尔塔巴内斯的面颊,造成了一道非致命的创伤。而跟从阿尔塔巴内斯的两人中的一人乃哥特族出身,趁着对方的手仍停在阿尔塔巴内斯头部之际,抓住机会刺穿了那名蛮族的左侧肋腹,将其结果了性命。
- 8.8.18οἷς ἔδρασεν
关系代词 οἷς 属于格吸引现象:被省略的先行词为表示方式或工具的与格(τούτοις),而从句中原本作及物动词 ἔδρασεν 宾语的宾格 ἃ 被吸引为与格。全句意为“以他们所行之事[令承诺蒙羞]”。
- 8.8.27ξίφει κατὰ κόρρης τὸν Ἀρταβάνην ἐπάταξεν οὐ καιρίαν πληγήν
动词 ἐπάταξεν 接双重构造:以宾格指称受击的人(τὸν Ἀρταβάνην),以介词短语 κατὰ κόρρης 表击打的具体部位(颞部/面颊),并伴随一个表示打击性质的同族/内格宾格(οὐ καιρίαν πληγήν,“非致命的一击”)。
