← 普罗科皮乌斯

战史

§8.8.1-8.8.13

希庇斯河畔的军事会议与古巴泽斯的演说

在希庇斯河畔与波斯军对峙之际,罗马与拉齐联军决定主动进击,拉齐人坚决要求撇开罗马人独自率先迎敌,国王古巴泽斯随即发表讲话鼓舞士气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8.1

Χοριάνης μὲν οὖν καὶ ὁ Μήδων στρατὸς ἐστρατοπεδεύσαντο ἀμφὶ ποταμὸν Ἵππιν. ἐπειδὴ δὲ ταῦτα Γουβάζης τε, ὁ Κόλχων βασιλεύς, ἔμαθε καὶ Δαγισθαῖος, ὅσπερ ἡγεῖτο τοῦ Ῥωμαίων στρατοῦ, ἐπίκοινα βουλευσάμενοι ἦγον ἐπὶ τοὺς πολεμίους τὸ Ῥωμαίων καὶ Λαζῶν στράτευμα.

于是,霍里阿内斯与米底人的军队在希庇斯河畔安营扎寨。而当科尔喀斯人的国王古巴泽斯以及统领罗马军队的达吉斯泰奥斯得知此事后,经共同商议,便率领罗马人与拉齐人的联军向敌人进发。

§8.8.2

γενόμενοί τε Ἵππιδος τοῦ ποταμοῦ ἐπὶ θάτερα καὶ αὐτοῦ ἐνστρατοπεδευσάμενοι τὰ παρόντα ἐν βουλῇ εἶχον, πότερα μένουσί τε αὐτοῖς καὶ δεχομένοις ἐπιόντας τοὺς πολεμίους ξυνοίσει μᾶλλον ἢ ἐπὶ τοὺς πολεμίους σφίσιν ἰτέον, ὅπως δὴ θάρσους τοῦ σφετέρου ποιησάμενοι ἐπίδειξιν Πέρσαις, ἔνδηλά τε τοῖς ἐναντίοις καταστησάμενοι ὡς καταφρονήματι ἐπ’ αὐτοὺς ἴωσι, τῆς τε ξυμβολῆς αὐτῆς ἄρχοντες δουλῶσαι τῶν ἀνθισταμένων τὸ φρόνημα ἱκανοὶ εἶεν. ἐπειδή τε ἡ γνώμη ἐνίκα τῶν ἐπὶ τοὺς πολεμίους παρακαλούντων, ὥρμηντο ἐπ’ αὐτοὺς εὐθὺς ἅπαντες. ἐνταῦθα Λαζοὶ Ῥωμαίοις ξυντάσσεσθαι οὐκέτι ἠξίουν, προτεινόμενοι ὅτι δὴ Ῥωμαῖοι μὲν οὔτε πατρίδος οὔτε τῶν ἀναγκαιοτάτων προκινδυνεύοντες ἐς τὸν ἀγῶνα καθίστανται, αὐτοῖς δὲ ὑπέρ τε παίδων καὶ γυναικῶν καὶ γῆς τῆς πατρῴας ὁ κίνδυνός ἐστιν· ὥστε κἂν γυναῖκας τὰς σφετέρας ἐρυθριῷεν, εἰ σφίσι πρὸς τῶν ἐναντίων ξυμβαίη κρατεῖσθαι. ταύτῃ δὴ τῇ ἀνάγκῃ τὴν οὐκ οὖσαν αὐτοῖς ἀρετὴν αὐτοσχεδιάσειν ὑπώπτευον.1

他们来到希庇斯河的另一侧并在该处驻扎后,便商讨眼前的局势:究竟是留守阵地迎击来犯之敌对他们更为有利,还是他们应当主动向敌人发起进攻,以便向波斯人展现自我的胆魄,向对手表明他们是以蔑视的态度向其进军,并通过抢先发起交锋来慑服对抗者的斗志。当主张主动迎敌者的意见占了上风时,全军便立即向他们冲杀过去。此时,拉齐人不再屑于与罗马人编在同一阵列,他们借口称:罗马人踏上战场并未以祖国或最至亲至要者涉险,但对他们自己而言,危险关乎儿女、妻子与祖传的土地;因此,倘若他们被对手击败,甚至会在自己的妻子面前羞红脸面。他们料想,迫于这种必要性,他们定能仓促激发出本不具备的勇气。

§8.8.5

πρῶτοί τε αὐτοὶ κατὰ μόνας ὤργων τοῖς πολεμίοις ὁμόσε ἰέναι, ὅπως αὐτοὺς μὴ ξυνταράξωσιν ἐν τῷ ἔργῳ Ῥωμαῖοι, οὐχ ὅμοια σφίσιν ἐς τὸν κίνδυνον προθυμούμενοι.

为了防止对危险没有相同热忱的罗马人在战斗中扰乱他们,他们急切渴望独自率先与敌人展开肉搏。

§8.8.6

ταῦτα νεανιευσαμένων Λαζῶν περιχαρὴς ὁ Γουβάζης γενόμενος μικρόν τε ἄποθεν Ῥωμαίων αὐτοὺς ξυγκαλέσας τοιάδε παρεκελεύσατο.

见拉齐人如此血气方刚,古巴泽斯大喜过望,他将拉齐人召集到距罗马人稍远之处,向他们发出如下训勉:

§8.8.7

“Παραίνεσιν μὲν ἐς εὐψυχίαν ὁρμῶσαν οὐκ οἶδα εἴ τινα δεῖ πρὸς ὑμᾶς, ὦ ἄνδρες, ποιεῖσθαι. οἷς γὰρ ἡ τῶν πραγμάτων ἀνάγκη τὴν προθυμίαν ἀνίστησι, παρακελεύσεως ἂν οὐδεμιᾶς προσδεῖν οἴομαι, ὅπερ καὶ ἡμῖν ἔν γε τῷ παρόντι τετύχηκεν.

“诸位,我不知道是否还需要向你们作一番激发勇气的告诫。因为我认为,凡其热忱已被局势的紧迫所唤醒之人,绝不需要任何劝诫,而这正是在当下发生于我们身上的实情。

§8.8.8

ὑπὲρ γυναικῶν γὰρ καὶ παίδων καὶ γῆς τῆς πατρῴας καὶ ἁπλῶς εἰπεῖν ὑπὲρ τῶν ὅλων ὁ κίνδυνός ἐστιν, ὑπὲρ ὧν ἡμῖν ἐπίασι Πέρσαι.

因为如今所临的危险关乎妻子、儿女与祖传土地,简而言之关乎一切,而波斯人正是为了夺取这些向我们扑来。

§8.8.9

τοῖς δέ τι ἀφαιρεῖσθαι τῶν ὑπαρχόντων βιαζομένοις οὐδεὶς τῶν πάντων παραχωρεῖ, ὑπερμάχεσθαι τῶν προσηκόντων ἀναγκαζούσης τῆς φύσεως.

面对强行剥夺自己既有财产的人,天下绝无一人会退让,因为天性迫使人们为属于自己的东西奋战。

§8.8.10

οὐκ ἀγνοεῖτε δὲ ὡς Πέρσαις τὴν πλεονεξίαν οὐδὲν ἵστησιν, ἐν ἐξουσίᾳ γεγονόσι τοῦ δύνασθαι, οὐδὲ ἄρξουσι μόνον ἡμῶν ἢ τάξουσι φόρους ἢ τὰ ἄλλα κατηκόους ποιήσονται, εἴ τι μὴ ἐπιλελήσμεθα ὧν Χοσρόης ἐγκεχείρηκεν ἐφ’ ἡμῖν οὐ πολλῷ πρότερον, ἢν νῦν περιέσονται ἡμῶν τῷ πολέμῳ.

你们并非不知,一旦大权在握,便没有什么能遏止波斯人的贪欲;倘若他们如今在战争中战胜我们,他们绝非仅是统治我们、征收贡税或在其他方面使我们沦为属民——除非我们已完全忘却了不久前霍斯劳对我们所图谋的恶行。

§8.8.11

ἀλλὰ μηδὲ ἄχρι τοῦ λόγου προϊέτω μοι τὰ τῆς Περσῶν πείρας,2 μηδὲ διαλιπέτω τὸ Λαζῶν ὄνομα. οὐ χαλεπὸς δέ, ὦ ἄνδρες, ἡμῖν ὁ πρὸς Μήδους ἀγών, πολλάκις αὐτοῖς καὶ ἐς χεῖρας ἐλθοῦσι καὶ ὑπερβαλλομένοις τῇ μάχῃ.3

然而,但愿波斯人企图的结果甚至不要在话语中向我展现,拉齐人的名字也绝不可湮灭!诸位,我们与米底人的对抗并不艰难,因为我们屡次与他们短兵相接,并在战斗中压倒了他们。

§8.8.12

τῷ γὰρ ξυνειθισμένῳ τὸ δύσκολον οὐδαμῆ πάρεστι, προδαπανηθείσης τῆς τοῦ ἔργου ταλαιπωρίας μελέτῃ καὶ πείρᾳ. ὥστε διὰ τοῦτο καὶ καταφρονεῖν τῶν πολεμίων ἅτε νενικημένων ἐν ξυμβολαῖς καὶ οὐχ ὁμοίως θρασυνομένων ἡμᾶς δεήσει.

因为对于习以为常者而言,困难绝无藏身之地,行动的艰辛早已在操练与经验中预先耗尽。因此,正因如此,我们也当蔑视敌人,因为他们已在多次交锋中沦为败者,不再具有同样的胆气。

§8.8.13

φρόνημα γὰρ δουλωθὲν ἅπαξ παλινδρομεῖν ἥκιστα εἴωθε. ταῦτα τοίνυν ἐκλογιζόμενοι μετὰ τῆς ἀγαθῆς ἐλπίδος τοῖς ἐναντίοις ὁμόσε χωρεῖτε.”

因为斗志一旦被慑服,便极难死灰复燃。因此,念及这些,怀着美好的希望向对手冲锋吧!”

语法注3 条
  1. 8.8.4ταύτῃ δὴ τῇ ἀνάγκῃ τὴν οὐκ οὖσαν αὐτοῖς ἀρετὴν αὐτοσχεδιάσειν ὑπώπτευον

    动词 ὑπώπτευον 在此并非通常的“怀疑/提防”,而是引申为“料想、预料”,后接将来时不定式(αὐτοσχεδιάσειν)。其主语依上下文为拉齐人,生动表现了他们的心理:即在这等迫切的必要性(ταύτῃ τῇ ἀνάγκῃ)逼迫下,他们能够在阵前仓促激发出平日所不具备的英勇(τὴν οὐκ οὖσαν αὐτοῖς ἀρετήν)。

  2. 8.8.11ἀλλὰ μηδὲ ἄχρι τοῦ λόγου προϊέτω μοι τὰ τῆς Περσῶν πείρας

    προϊέτω 是 πρόειμι(行进、延伸)的现在时主动态第三人称单数命令式,与否定连词 μηδέ 连用构成祈愿性的否定表达(“绝不可延展至……”)。与格 μοι 为伦理与格,表示讲话者古巴泽斯个人的深切关切;主语 τὰ τῆς Περσῶν πείρας(波斯人图谋的结果)连同 ἄχρι τοῦ λόγου(甚至达到话语层面)构成决不容许其恶果哪怕在言语中被道出的强烈反感。

  3. 8.8.11πολλάκις αὐτοῖς καὶ ἐς χεῖρας ἐλθοῦσι καὶ ὑπερβαλλομένοις τῇ μάχῃ

    两个分词 ἐλθοῦσι 与 ὑπερβαλλομένοις 为阳性复数与格,修饰并呼应前句 οὐ χαλεπὸς ... ἡμῖν ὁ πρὸς Μήδους ἀγών(“我们对抗米底人的战斗绝非艰难”)中的与格人称代词 ἡμῖν。它们作状语使用,表示原因或情境(“鉴于我们屡次与他们短兵相接并在交战中压倒他们”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.8.1-8.8.13