- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.7.1-8.7.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐明霍斯劳热衷于争夺拉齐卡的真正动机:在遭遇国内怨怼、攻打达拉受挫并意识到无法立足于罗马腹地后,他图谋控制拉齐卡,以作为沿黑海陆路直逼拜占庭的跳板。
Ὅτου δὲ ὁ Χοσρόης ἕνεκα Λαζικῆς μεταποιεῖσθαι διὰ σπουδῆς εἶχεν ἤδη μὲν πρόσθεν μοι ἐρρήθη· ὃ δὲ δὴ αὐτόν τε καὶ Πέρσας μάλιστα πάντων ἐς τοῦτο ἤνεγκεν, ἐνταῦθα δηλώσω, ὅτι δὴ καὶ χώραν τήνδε περιηγησάμενος ξύμπασαν σαφῆ τὸν περὶ τούτου πεποίηκα λόγον.
霍斯劳为何热衷于争夺拉齐卡,此前我已有所交代;然而,究竟是什么最主要地促使他本人及波斯人走向这一步,我将在此予以说明,因为我已详述了这整片土地,并对有关此事作出了清晰的叙述。
πολλάκις οἱ βάρβαροι οὗτοι, Χοσρόου σφίσιν ἡγουμένου, στρατῷ μεγάλῳ ἐμβαλόντες ἐς Ῥωμαίων τὴν γῆν οὐκ εὐδιήγητα μὲν τοῖς πολεμίοις ἐπήνεγκαν πάθη, ἅπερ μοι ἐν τοῖς ὑπὲρ αὐτῶν λόγοις ἐρρήθη, αὐτοῖς δὲ ὄφελος οὐδ’ ὁτιοῦν ἀπενεγκαμένοις ἐνθένδε τοῖς τε χρήμασι καὶ τοῖς σώμασι προσκεκακῶσθαι ξυνέπεσε· πολλοὺς γὰρ ἀποβεβληκότες ἀεὶ ἀπηλλάσσοντο ἐκ Ῥωμαίων τῆς γῆς.
这些蛮族人屡次在霍斯劳的率领下以大军侵入罗马领土,虽给敌人造成了难以言表的苦难(这些苦难已在我关于他们的叙述中言及),但他们自己却未从中获得任何丝毫益处,反而在钱财与身躯上饱受重创;因为他们每次从罗马领土撤离时都损失了众多人马。
διὸ δὴ ἐς ἤθη ἐπανιόντες τὰ πάτρια Χοσρόῃ ὡς λαθραιότατα ἐλοιδοροῦντο καὶ διαφθορέα τοῦ Περσῶν γένους αὐτὸν ἀπεκάλουν.
因此,当他们返回祖先故土时,便尽可能隐秘地咒骂霍斯劳,并称他为波斯种族的毁灭者。
καί ποτε καὶ ἐκ Λαζικῆς ἐπανήκοντες, ἐπειδὴ ἐνταῦθα πάθεσιν ἔτυχον ὡμιληκότες ἀνηκέστοις τισί, ξυστήσεσθαί τε ἐκ τοῦ ἐμφανοῦς ἐπ’ αὐτὸν ἔμελλον καὶ διαχρήσεσθαι θανάτῳ οἰκτίστῳ, εἰ μὴ προμαθὼν ἐφυλάξατο, θωπείᾳ πολλῇ τοὺς ἐν σφίσι λογιμωτάτους περιελθών.
有一次,当他们从拉齐卡返回时,因在那里恰逢遭受了不可救药的灾祸,他们甚至准备公开结伙反抗他,并以最可悲的死法将其处决,若非他事先察知并有所防备、用极尽谄媚之词笼络了他们之中的显赫人物,这一幕本已发生。
καὶ ἀπ’ αὐτοῦ ἀπολογεῖσθαι τὴν κατηγορίαν ἐθέλων μέγα τι ὄφελος Περσῶν τῇ ἀρχῇ ἐκπορίζεσθαι διὰ σπουδῆς εἶχε. Πόλει γοῦν Δάρας αὐτίκα ἐγκεχειρηκὼς ἀπεκρούσθη ἐνθένδε, ὥσπερ μοι εἴρηται, ἐς ἀπόγνωσίν τε τῆς τοῦ χωρίου ἐπικρατήσεως παντάπασιν ἦλθεν.
正因如此,他企图为这一指责洗刷罪责,便竭力为波斯帝国谋取某种重大利益。无论如何,他随即对达拉城发起进攻,却从那里被击退,正如我所叙述的那样,并完全陷入无法夺取该据点的绝望之中。
οὐδὲ γὰρ αὐτὸ ἐξ ἐπιδρομῆς ἐξαιρήσειν τὸ λοιπὸν εἶχεν,1 οὕτω φυλασσομένων τῶν ἐκείνῃ φρουρῶν, οὐ μὴν οὐδὲ πολιορκῶν μηχανῇ τινὶ περιέσεσθαι αὐτῶν ἤλπιζε.
因为随着当地守军如此戒备森严,他此后已不可能通过突袭将其攻陷,而且他也绝不指望能通过围攻以某种器械战胜他们。
τά τε γὰρ ἄλλα τῶν ἐπιτηδείων ἐσαεὶ ἐν πόλει Δάρας διαρκῶς ἐστὶν ἐξεπίτηδες ἀποκείμενα, ὅπως δὴ ἐς μέγα τι χρόνου διαρκέσειε μῆκος, καὶ πηγὴ ἄγχιστά πη φυομένη ἐν χώρῳ κρημνώδει ποταμὸν ἀπεργάζεται μέγαν ὅσπερ τῆς πόλεως εὐθὺ φέρεται, οὐ δυναμένων ʽτῶν ἐπιβουλεύειν ἐφιεμένων’ ἑτέρωσέ πη αὐτὸν ἀποτρέπειν ἢ τρόπῳ τῳ ἄλλῳ διὰ τὴν δυσχωρίαν βιάζεσθαι.
因为达拉城内除了其他必需品始终故意被大量储备以便维持极长的一段时日之外,在邻近一处悬崖峭壁之地涌出的泉水汇成一条大河,径直奔向该城,而企图暗害该城的人因地势险恶根本无法将其引向他处,亦无法以任何其他方式强行阻断。
ἐπειδὰν δὲ τοῦ περιβόλου ἐντὸς γένηται, τήν τε πόλιν περιιὼν ξύμπασαν καὶ τὰς ταύτῃ δεξαμενὰς ἐμπλησάμενος εἶτα ἔξεισιν, ὡς ἀγχοτάτω τε τοῦ περιβόλου ἐς χάος ἐμπεσὼν ἀφανίζεται. καὶ ὅπη ποτὲ τὸ ἐνθένδε ἐκδίδωσιν οὐδενὶ γέγονε φανερὸν ἐς τόδε τοῦ χρόνου. τοῦτο δὲ τὸ χάος οὐκ ἐπὶ παλαιοῦ γεγονὸς ἔτυχεν, ἀλλὰ χρόνῳ πολλῷ ὕστερον ἢ τὴν πόλιν Ἀναστάσιος βασιλεὺς ἐδείματο ταύτην ἡ φύσις αὐτὸ τοῦ χωρίου ἀπαυτοματίσασα ἔθετο, καὶ διὰ τοῦτο ξυμβαίνει τοῖς προσεδρεύειν ἐθέλουσιν ἀμφὶ πόλιν Δάρας πιέζεσθαι ὕδατος ἀπορίᾳ πολλῇ.
而每当水流进入城墙圈内,流经全城并注满各处蓄水池后,便流出城外,并在紧邻城墙之处坠入一处深渊而消失不见。它自此究竟流向何方,直到当今时代也无人知晓。这处深渊并非自古便存在,而是在阿纳斯塔修斯皇帝建造此城很久之后,当地的大自然自发形成并安置于该处的;正因如此,凡企图围困达拉城的人,都会遭受极其严重的水荒逼迫。
Ταύτης οὖν, ὥσπερ μοι εἴρηται, ἀποτυχὼν ὁ Χοσρόης τῆς πείρας ἐς ἔννοιαν ἦλθεν ὡς, ἢν καὶ πόλιν οἱ Ῥωμαίων ἑτέραν τινὰ παραστήσασθαι δυνατὰ εἴη, ἀλλὰ καθίζεσθαι οὐ μή ποτε οἷός τε εἴη2 ἐν μέσῳ Ῥωμαίων, ὀχυρωμάτων τοῖς πολεμίοις ἀπολελειμμένων ὀπίσω πολλῶν.
因此,正如我所言,霍斯劳在这一尝试失败后,便意识到:即便他有可能降服罗马人的另一座城镇,但在背后留下敌人众多要塞的情况下,他也绝不可能安坐于罗马人的腹地之中。
καὶ Ἀντιόχειαν γὰρ τούτου δὴ εἵνεκα ἐς ἔδαφος καθελὼν ἡνίκα ἐξεῖλεν, ἀπηλλάγη ἐκ Ῥωμαίων τῆς γῆς. διὸ δὴ μετεωρισθεὶς τὴν διάνοιαν ἐπὶ μακροτέρας ἐλπίδος ὠχεῖτο, διερευνώμενος ἀμήχανα ἔργα.
事实上,当初攻克安条克时,他正是出于这一原因将其夷为平地后,才撤离了罗马人的领土。因此,他的心志高扬,寄托于更为遥远的期望,探求着难以企及的伟业。
ἀκοῇ γὰρ ἔχων ὅντινα τρόπον ἐπ’ ἀριστερᾷ Πόντου τοῦ Εὐξείνου οὗτοι δὴ βάρβαροι οἳ ἀμφὶ τὴν Μαιῶτιν ᾤκηνται Λίμνην ἀδεῶς κατατρέχουσι Ῥωμαίων τὴν γῆν, οὕτω καὶ Πέρσαις Λαζικὴν ἔχουσι πόνῳ οὐδενὶ δυνατὰ ἔσεσθαι ἔλεγεν, ἡνίκα ἂν βουλομένοις ᾖ,3 εὐθὺ Βυζαντίου ἰέναι, οὐδαμῆ διαπορθμευομένοις τὴν θάλασσαν, ὥσπερ καὶ τὰ ἄλλα βαρβαρικὰ ἔθνη ἃ ταύτῃ ἵδρυται ἐσαεὶ δρῶσι.
因为他风闻在攸克辛诺斯海左侧、环绕麦奥提斯湖居住的那些蛮族人,如何肆无忌惮地蹂躏罗马人的领土,于是他声称,对于波斯人而言,若占据了拉齐卡,在他们愿意之时,也能毫无费力地径直进军拜占庭,根本无须渡海,正如定居在该地的其他蛮族部落始终所做的那样。
διὰ ταῦτα μὲν Λαζικῆς Πέρσαι μεταποιοῦνται. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.
正是由于这些缘故,波斯人才争夺拉齐卡。至于我,则将回到我作出这番离题叙述的地方。
- 8.7.6οὐδὲ γὰρ αὐτὸ ἐξ ἐπιδρομῆς ἐξαιρήσειν τὸ λοιπὸν εἶχεν
此处为 εἶχεν 搭配将来时不定式 ἐξαιρήσειν 的结构。通常 ἔχω 搭配不定式表示“能够”(possum),此处则兼有“拥有……的可能/前景”之意。与否定词 οὐδέ 连用,表示守军戒备森严之下,他“再也没有办法/不可能通过突袭将其攻陷”。
- 8.7.10οὐ μή ποτε οἷός τε εἴη
由强否定表达 οὐ μή 搭配祈愿语气 εἴη 构成。在独立句中,οὐ μή 通常接虚拟语气(或将来直陈语气);在此处,由于它处于由过去时主动词(ἐς ἔννοιαν ἦλθεν)所引出的 ὡς 间接引语从句中,根据时态呼应原则转为了斜格祈愿语气(oblique optative)。
- 8.7.12ἡνίκα ἂν βουλομένοις ᾖ
这是由与格代词搭配分词形成的习惯句式:βουλομένῳ ἐστί τινι(“某人若愿意/随其所愿”)。此处处于由 ἡνίκα ἄν 引导的虚拟式条件时间从句(ᾖ)中,βουλομένοις 作为表语性与格分词,修饰上下文所指的波斯人。
