← 普罗科皮乌斯

战史

§8.6.21-8.6.31

海峡水流的成因与作为大海终点的拉齐卡

作者列举了墨西拿海峡的旋涡以及博斯普鲁斯海峡表层流与深层流相反的现象,指出海峡的水流是由于地形狭窄所致而非大海的终点,大海真正的终点乃是在陆地正面阻挡其去路的拉齐卡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.6.21

οὐ μὴν ἀλλὰ κἀν τῷ τὴν Ἰταλίαν τε καὶ Σικελίαν διείργοντι πορθμῷ πολλὰ τῷ παραλόγῳ γίνεσθαι πέφυκε. δοκεῖ γὰρ ἐκ τοῦ Ἀδριατικοῦ καλουμένου πελάγους τὸ ῥεῦμα ἐκεῖσε ἰέναι. καίτοι ἐξ Ὠκεανοῦ καὶ Γαδείρων ἡ τῆς θαλάσσης πρόοδος γίνεται. ἀλλὰ καὶ ἴλιγγοι ἐξαπιναίως ἐνταῦθα συχνοὶ ἀπ’ οὐδεμιᾶς ἡμῖν φαινομένης αἰτίας τὰς ναῦς διαχρῶνται. καὶ διὰ τοῦτο οἱ ποιηταὶ λέγουσι πρὸς τῆς Χαρύβδεως ῥοφεῖσθαι τὰ πλοῖα, ὅσα ἂν τύχῃ τηνικάδε ὄντα ἐν τῷ πορθμῷ τούτῳ.

不仅如此,在分隔意大利与西西里的海峡中,许多事情也往往以违背常理的方式发生;因为那里的水流似乎是从所谓的亚得里亚海流入该地的,尽管大海的推进原本是从大洋和加狄拉而来的。更有甚者,当地频繁骤起的旋涡在没有任何我们可见的原因下摧毁船只;正因如此,诗人们才说,当时恰好身处该海峡的所有船只都会被卡律布狄斯所吞噬。

§8.6.24

οὗτοι δὲ ταῦτα δὴ ἅπαντα οἴονται τὰ πλείστῳ παραλόγῳ ἐν πᾶσι ξυμβαίνοντα τοῖς πορθμοῖς, ἐκ τῆς ἄγχιστα οὔσης ἑκατέρωθεν ἠπείρου ξυμβαίνειν· βιαζόμενον γάρ φασι τῇ στενοχωρίᾳ τὸ ῥόθιον ἐς ἀτόπους τινὰς καὶ λόγον οὐκ ἐχούσας ἀνάγκας χωρεῖν.

而这些人认为,在所有海峡中以极不合理方式发生的一切现象,都是由于两岸陆地极度靠近所致;因为他们声称,浪潮受到狭窄水道的挤压,被迫转入某种怪异而毫无道理的必然状态。

§8.6.25

Ὥστε εἰ καὶ ὁ ῥοῦς ἐκ τοῦ Ἱεροῦ καλουμένου ἐς Βυζάντιον δοκεῖ φέρεσθαι, οὐκ ἄν τις τήν τε θάλασσαν καὶ τὸν Εὔξεινον Πόντον ἀπολήγειν ἰσχυρίσαιτο ἐνταῦθα εἰκότως. οὐ γὰρ ἐπὶ στερρᾶς τινὸς ὁ λόγος ὅδε φύσεως ἕστηκεν, ἀλλ’ ἡ στενοχωρία κἀνταῦθα νικάτω.1 οὐ μὴν οὐδὲ παντάπασι τὸ τοιοῦτον ταύτῃ πη ἔχει. λέγουσι γὰρ οἱ ἀσπαλιεῖς τῶν τῇδε χωρίων ὡς οὐχ ὅλος δὴ εὐθὺ τοῦ Βυζαντίου ὁ ῥοῦς κάτεισιν, ἀλλ’ αὐτοῦ τὰ μὲν ἄνω, ἅπερ ἡμῖν διαφανῆ ἐστί, κατὰ ταῦτα ἰέναι ξυμβαίνει, τὰ μέντοι ἔνερθεν, ἵνα δὴ ἄβυσσός ἐστί τε καὶ ὠνόμασται, τὴν ἐναντίαν τοῖς ἄνω διαρρήδην χωρεῖν, ἔμπαλίν τε τοῦ φαινομένου ἐσαεὶ φέρεσθαι.

因此,即使水流看似从所谓的圣所流向拜占庭,任何人也无法合乎情理地断言大海与攸克辛诺斯海在此终止;因为这种说法并非建立在某种稳固的自然法则之上,而是不妨让水道狭窄在此也占上风。然而,即便这种情形在当地也绝非完全如此;因为当地的渔民说,并非整股水流都径直奔向拜占庭,而是水流表层、即我们所能看见的部分确实照此流动,但深处、即实为渊薮且如此得名之处,却明确地朝与表层相反的方向流动,永远与表层所见的水流背道而驰。

§8.6.28

ταῦτά τοι, ἐπειδὰν ἄγραν μετιόντες ἰχθύων τὰ λίνα ἐνταῦθά πη ἀπορρίψωσι, ταῦτα δὲ ἀεὶ τῷ ῥεύματι βιαζόμενα τὴν ἐπὶ τὸ Ἱερὸν φέρεσθαι.2

正因如此,每当他们为了捕鱼而将网抛向这里,渔网总是受到水流的逼迫而朝向圣所的方向被带走。

§8.6.29

Ἐν δὲ Λαζικῇ πανταχόθεν ἡ γῆ τῆς θαλάσσης ἀποκρουομένη τὴν πρόοδον καὶ ἀναχαιτίζουσα τὸν αὐτῆς δρόμον, πρῶτόν τε καὶ μόνον ἀπολήγειν αὐτὴν ἐνταῦθα ποιεῖ, τοῦ δημιουργοῦ δηλονότι τὰ ὅρια σφίσι τῇδε θεμένου.

然而在拉齐卡,陆地从四面八方击退大海的推进并遏制它的奔流,使大海首次也是唯一一次在当地终止,显然是因为造物主在此处为它们设立了界限。

§8.6.30

ἁπτομένη γὰρ ἡ θάλασσα τῆς ταύτῃ ἠϊόνος οὔτε πρόσω χωρεῖ οὔτε πη ἐς ὕψος ἐπαίρεται μεῖζον, καίπερ πανταχόθεν ἀεὶ περιρρεομένη ποταμῶν ἐκβολαῖς ἀναρίθμων τε καὶ ὑπερφυῶν ἄγαν, ἀλλ’ ἀναποδίζουσα ὀπίσω ἐπάνεισιν αὖθις καὶ μέτρον διαριθμουμένη τὸ ταύτης ἴδιον, διασώζει τὸν ἐξ αὐτῆς ὅρον, ὥσπερ τινὰ δειμαίνουσα νόμον, ἀνάγκῃ τε τῇ ἀπ’ αὐτοῦ ἐς τὸ ἀκριβὲς σφιγγομένη μή τι τῶν ξυγκειμένων ἐκβᾶσα φανείη.3 τὰς γὰρ ἄλλας ἁπάσας τῆς θαλάσσης ἀκτὰς οὐκ ἀπ’ ἐναντίας αὐτῇ, ἀλλ’ ἐκ πλαγίου ξυμβαίνει κεῖσθαι. ἀλλὰ περὶ μὲν τούτων γινωσκέτω τε καὶ λεγέτω ἕκαστος ὅπη αὐτῷ δ φίλον.

因为大海一旦触及当地的海岸,既不再向前推进,也不在任何程度上抬升得更高,尽管它始终被四面八方注入的无数且极其庞大的河流所包围;相反,它倒退而回,丈量着自身固有的尺度,坚守着出自自身的边界,仿佛畏惧某种法则,并被源自该法则的必然性精确束缚,以免显得僭越了所约定的界限;因为大海的所有其他海岸都不是正面与它相对,而是位于它的侧翼。不过关于这些事情,就让每个人各随其意去理解和评说吧。

语法注3 条
  1. 8.6.26ἀλλ’ ἡ στενοχωρία κἀνταῦθα νικάτω

    使用第三人称现在时命令式 νικάτω,表达让步或认可的语气:“就且让(水道的)狭窄在此处也占上风(作为解释)吧”。

  2. 8.6.28ταῦτα δὲ ἀεὶ τῷ ῥεύματι βιαζόμενα τὴν ἐπὶ τὸ Ἱερὸν φέρεσθαι

    承接前文§8.6.27 开头的 λέγουσι,构成宾格加不定式结构(以 ταῦτα 为宾格主语,φέρεσθαι 为不定式谓语)。时间从属句(ἐπειδὰν ...)之后的 δὲ 为后承小词(apodotic δέ)。阴性宾格短语 τὴν ἐπὶ τὸ Ἱερὸν 省略了如 ὁδόν 之类的名词,作副词性用法,意为“朝向圣所的方向”。

  3. 8.6.30μή τι τῶν ξυγκειμένων ἐκβᾶσα φανείη

    由表示畏惧与戒备的分词(δειμαίνουσα)及束缚的表达所引导的 μή 戒备从句,在叙述中采用希求式 φανείη 表示设想中的担忧。τῶν ξυγκειμένων 是中性复数分词的名词化用法,意为“所约定的事物”或“既定的界限”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.6.21-8.6.31