- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.6.11-8.6.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引希罗多德与埃斯库罗斯的证言,证明以法西斯河为大陆分界的古老传统,探讨了攸克辛诺斯海与迈奥蒂斯湖关系的不同观点,并借亚里士多德在欧里普斯海峡因无法探明潮汐规律而忧愤终老的轶事说明海峡水流之莫测。
ἥ τε γὰρ πεῖρα ἐγγὺς καὶ ἡ ὄψις ἐς μαρτυρίαν ἱκανωτάτη, οὐδέν τε παρεμποδισθήσεσθαι οἶμαι τοῖς τὸ ἀληθὲς εὑρέσθαι ἐν σπουδῇ ἔχουσιν.
因为经验就在眼前,亲眼所见是极其充分的见证,我认为对于那些热心寻求真相的人而言,绝不会受到任何阻碍。
ὁ τοίνυν Ἁλικαρνασεὺς Ἡρόδοτος ἐν τῇ τῶν ἱστοριῶν τετάρτῃ φησὶ μίαν μὲν εἶναι τὴν γῆν ξύμπασαν, νομίζεσθαι δὲ εἰς μοίρας τε καὶ προσηγορίας τρεῖς διαιρεῖσθαι, Λιβύην τε καὶ Ἀσίαν καὶ Εὐρώπην.
哈利卡纳索斯的希罗多德在《历史》第四卷中说,大地原本是完整的整体,但通常被认为划分为三个部分与名称:利比亚、亚洲和欧洲。
καὶ αὐτῶν Λιβύης μὲν καὶ τῆς Ἀσίας Νεῖλον τὸν Αἰγύπτιον ποταμὸν μεταξὺ φέρεσθαι, τὴν δὲ δὴ Ἀσίαν τε καὶ Εὐρώπην διορίζειν τὸν Κόλχον Φᾶσιν. εἰδὼς δέ τινας ἀμφὶ Τανάϊδι ποταμῷ ταῦτα οἴεσθαι, καὶ τοῦτο ἐν ὑστέρῳ ἐπεῖπε.
其中,埃及的尼罗河穿行于利比亚与亚洲之间,而科尔基斯的法西斯河则划分了亚洲与欧洲。但他由于知道某些人对塔奈斯河持有这种看法,随后也补充提到了这一点。
καί μοι οὐκ ἀπὸ καιροῦ ἔδοξεν εἶναι αὐτὰ τοῦ Ἡροδότου τὰ γράμματα τῷ λόγῳ ἐνθεῖναι ὧδέ πη ἔχοντα· “Οὐδὲ ἔχω συμβαλέσθαι ἀπὸ τοῦ μιῇ ἐούσῃ γῇ1 ὀνόματα τριφάσια κέαται, ἐπωνυμίην ἔχοντα γυναικῶν, καὶ ὁρίσματα αὐτῇ Νεῖλός τε ὁ Αἰγύπτιος ποταμὸς ἐτέθη καὶ Φᾶσις ὁ Κόλχος. οἱ δὲ Τάναϊν ποταμὸν τὸν Μαιήτην καὶ πορθμήια τὰ Κιμμέρια λέγουσιν.” ἀλλὰ καὶ ὁ τραγῳδοποιὸς Αἰσχύλος ἐν Προμηθεῖ τῷ Λυομένῳ εὐθὺς ἀρχόμενος τῆς τραγῳδίας τὸν ποταμὸν Φᾶσιν τέρμονα καλεῖ γῆς τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης.
而且在我看来,将希罗多德本人的原文写入记述之中并非不合时宜,其文大致如下:“大地既然本是一体,为何却被冠以三个取自女性的名称,并定下埃及的尼罗河与科尔基斯的法西斯河作为其分界,我实在无法揣度;不过有些人则指称是迈奥蒂斯的塔奈斯河以及客麦里亚海峡。”不仅如此,悲剧诗人埃斯库罗斯在《被解救的普罗米修斯》中,在悲剧一开头就将法西斯河称为亚洲之地与欧洲的界标。
Κἀκεῖνο δέ μοι ἐν τῷ παρόντι εἰρήσεται, ὡς τούτων δὴ τῶν τὰ τοιαῦτα σοφῶν οἱ μὲν τὴν Μαιῶτιν οἴονται Λίμνην ἀπεργάζεσθαι τὸν Εὔξεινον Πόντον, καὶ αὐτοῦ τὸ μὲν ἐν ἀριστερᾷ, τὸ δὲ ἐν δεξιᾷ τῆς Λίμνης χωρεῖν, μητέρα τε διὰ τοῦτο τοῦ Πόντου καλεῖσθαι τὴν Λίμνην.
目前我也必须说明这一点:在精通此类学问的人中,有些人认为迈奥蒂斯湖孕育了攸克辛诺斯海,其水流一部分流经湖的左侧,一部分流经右侧,因此该湖被称为海之母。
ταῦτά τέ φασι τεκμηριούμενοι, ὅτι δὴ ἐκ τοῦ καλουμένου Ἱεροῦ ἡ τούτου δὴ τοῦ Πόντου ἐκροὴ ἐπὶ Βυζαντίου καθάπερ τις ποταμὸς κάτεισι, καὶ ἀπ’ αὐτοῦ πέρας εἶναι τοῦτο τοῦ Πόντου οἴονται οἱ δὲ τοῦ λόγου κατηγοροῦντες ἀποφαίνουσιν ὅτι δὴ μία τις ἐξ Ὠκεανοῦ ξύμπασα ἡ θάλασσα οὖσα καὶ οὐδαμῆ ἑτέρωθι ἀπολήγουσα ἐς γῆν τὴν Λαζῶν κατατείνει, πλήν γε εἰ μή τις, φασί, τὸ ἐν τοῖς ὀνόμασι διάλλασσον ἑτερότητα εἴπῃ,2 ὅτι δὴ τὸ ἐνθένδε ἡ θάλασσα Πόντος ὠνόμασται.
他们以此作为依据,说从所谓的圣所出发,这片海的流出水如同一条河流般倾泻向拜占庭,并由此认为这是该海的尽头;然而,反驳这一说法的人则指出,源自大洋的整片大海本是一体的,并不在任何其他地方终止,而是一直延伸至拉齐人的土地——除非,他们说,有人将名称上的差异视作本质的差别,仅仅因为自此往后大海被称为攸克辛诺斯海。
Εἰ δὲ τὰ ῥεύματα ἐκ τοῦ Ἱεροῦ καλουμένου κάτεισιν ἐς Βυζάντιον, οὐδὲν τοῦτο πρᾶγμα. τὰ γὰρ ἐν πορθμοῖς ἅπασι ξυμπίπτοντα πάθη οὐδενὶ λόγῳ φαίνεται εἴκοντα, οὐδέ τις αὐτὰ φράσαι πώποτε ἱκανὸς γέγονεν.
即便水流从所谓圣所流向拜占庭,也无关紧要。因为在所有海峡中所发生的现象似乎都无法依常理揣度,至今未曾有人能够对此加以解释。
ἀλλὰ καὶ ὁ Σταγειρίτης Ἀριστοτέλης,3 σοφὸς ἀνὴρ ἐν τοῖς μάλιστα, ἐν Χαλκίδι τῇ τῆς Εὐβοίας τούτου δὴ ἕνεκα γεγονώς, κατανοῶν τε τὸν ταύτῃ πορθμόν, ὅνπερ Εὔριπον ὀνομάζουσι, καὶ λόγον τὸν φυσικὸν ἐς τὸ ἀκριβὲς διερευνᾶσθαι βουλόμενος, ὅπως δὴ καὶ ὅντινα τρόπον ἐνίοτε μὲν τὰ τοῦ πορθμοῦ τούτου ῥεύματα ἐκ δυσμῶν φέρεται, ἐνίοτε δὲ ἐξ ἡλίου ἀνατολῶν, καὶ κατὰ ταῦτα πλεῖν τὰ πλοῖα ξύμπαντα ἐνταῦθα ξυμβαίνει. ἢν δέ ποτε τοῦ ῥοῦ ἐξ ἀνίσχοντος ἡλίου ἰόντος, ἀρξαμένων τε τῶν ναυτῶν ἐνθένδε ξὺν τῇ τοῦ ῥοθίου ἐπιρροῇ ναυτίλλεσθαι, ᾗπερ εἰώθει, ἀπ’ ἐναντίας αὐτοῦ τὸ ῥεῦμα ἴῃ, ὅπερ πολλάκις ἐνταῦθα φιλεῖ γίνεσθαι, ἀναστρέφει μὲν τὰ πλοῖα ταῦτα εὐθὺς ἔνθεν ὥρμηται, τὰ δὲ ἄλλα ἐκ δυσμῶν ἐπὶ θάτερα πλεῖ, καίπερ αὐτοῖς τῶν ἀνέμων τινὸς ὡς ἥκιστα ἐπιπνεύσαντος, ἀλλὰ γαλήνης τε βαθείας τινὸς καὶ νηνεμίας ἐνταῦθα οὔσης, ταῦτα ὁ Σταγειρίτης ἐννοῶν τε καὶ ἀνακυκλῶν ἐπὶ χρόνου μῆκος, δυσθανατῶν ἐπὶ ξυννοίᾳ ἀφίκετο ἐς τὸ μέτρον τοῦ βίου.
甚至斯塔吉拉人亚里士多德,这位极其杰出的智者,正为此目的而前往优卑亚的哈尔基斯,观察当地被称为欧里普斯的海峡,想要精确探究其自然原理:究竟怎样以及以何种方式,该海峡的水流有时自西向东流,有时自东向西流,而所有的船只都根据这种情况在当地航行;如果每当水流自日出方向涌来、水手们依循惯例从那里顺着浪潮开始启航之时,水流却突然逆转而来(这种情况在当地屡见不鲜),那些船只便立刻折返起航之处,而其他船只则自西向另一侧航行,尽管当时并无丝毫风吹拂,反而是极度平静无风——斯塔吉拉人长时间思索并反复推究这些事情,最终在深深的思虑与忧愤中走向了生命的终点。
- 8.6.14ἀπὸ τοῦ μιῇ ἐούσῃ γῇ
直接引自希罗多德《历史》4.45。ἀπὸ τοῦ 在伊奥尼亚方言中相当于 ἀπὸ τίνος,用作间接疑问句的引导词,意为“因何故”。μιῇ ἐούσῃ γῇ 为与格短语,作后接动词 κέαται(即 κεῖνται,“被赋予”)的利益/所属与格,并兼具让步意味(“大地原本为一”)。
- 8.6.18πλήν γε εἰ μή τις, φασί, τὸ ἐν τοῖς ὀνόμασι διάλλασσον ἑτερότητα εἴπῃ
由 πλήν γε εἰ μή(“除非”)引导的例外从句。中性分词短语 τὸ ἐν τοῖς ὀνόμασι διάλλασσον(“名称上的差异”)作动词 εἴπῃ 的直接宾语,ἑτερότητα(“本质的差异”)作谓语宾格,构成双重宾格结构(“称A为B”)。
- 8.6.20ἀλλὰ καὶ ὁ Σταγειρίτης Ἀριστοτέλης
延至本段末尾的长句。句首主语 ὁ Σταγειρίτης Ἀριστοτέλης 后接多个附带分词(γεγονώς, κατανοῶν, βουλόμενος),中途插入描述船只因洋流逆转而折返的条件从句(ἢν δέ ποτε... ἴῃ)及叙述,随后在末尾以 ταῦτα ὁ Σταγειρίτης ἐννοῶν τε καὶ ἀνακυκλῶν 再次呼应并重复主语,最终落到主动词 ἀφίκετο 上。
