- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.6.1-8.6.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者审视了关于亚洲与欧洲边界的地理争论,对比了主张以塔奈斯河为界与以法西斯河为界的双方论据,并批评了人们盲信古老权威而怠于探求真理的倾向。
Ἐπεὶ δὲ ἀφικόμεθα ἐνταῦθα τοῦ λόγου, ἀναγράψασθαι οὔ μοι ἀπὸ καιροῦ ἔδοξεν εἶναι1 ὅσα δὴ ἀμφὶ τοῖς ὁρίοις τῆς τε Ἀσίας καὶ τῆς Εὐρώπης διαμάχονται πρὸς ἀλλήλους οἱ ταῦτα δεινοί.
既然叙述已至此处,我觉得将精通此事者就亚洲与欧洲的边界相互争论的问题记录下来,并非不合时宜。
λέγουσι μὲν γάρ τινες αὐτῶν τὰ ἠπείρω ταύτα διορίζειν ποταμὸν Τάναϊν, ἀπισχυριζόμενοι μὲν χρῆναι τὰς τομὰς φυσικὰς εἶναι, τεκμηριούμενοι δὲ ὡς ἡ μὲν θάλασσα προϊοῦσα ἐκ τῶν ἑσπερίων ἐπὶ τὴν ἑῴαν φέρεται μοῖραν, ποταμὸς δὲ Τάναις ἐκ τῶν ἀρκτῴων φερόμενος ἐς ἄνεμον νότον μεταξὺ ταῖν ἠπείροιν χωρεῖ· ἔμπαλιν δὲ τὸν Αἰγύπτιον Νεῖλον ἐκ μεσημβρίας ἰόντα πρὸς βορρᾶν ἄνεμον Ἀσίας τε καὶ Λιβύης μεταξὺ φέρεσθαι.
因为他们中有些人主张塔奈斯河划分了这两大洲,坚称界线必须是天然的,并以海自西向东流去,而塔奈斯河自北向南风方向流淌、穿行于两大洲之间作为依据;反之,埃及的尼罗河自南向北风方向流淌,穿行于亚洲与利比亚之间。
ἄλλοι δὲ ἀπ’ ἐναντίας αὐτοῖς ἰόντες οὐχ ὑγιᾶ τὸν λόγον ἰσχυρίζονται εἶναι. λέγουσι γὰρ ὡς τὰ μὲν ἠπείρω ταύτα τὸ ἐξ ἀρχῆς ὅ τε ἐν Γαδείροις διορίζει πορθμὸς ἀπ’ Ὠκεανοῦ ἐξιὼν καὶ ἡ προϊοῦσα ἐνθένδε θάλασσα, καὶ τὰ μὲν τοῦ πορθμοῦ καὶ τῆς θαλάσσης ἐν δεξιᾷ Λιβύη τε καὶ Ἀσία ὠνόμασται, τὰ δὲ ἐν ἀριστερᾷ πάντα Εὐρώπη ἐκλήθη μέχρι που ἐς λήγοντα τὸν Εὔξεινον καλούμενον Πόντον.
然而另一些人持相反立场,坚称这种说法并不合理。因为他们说,这两大洲最初是由自大洋流出的加代拉海峡以及由此向前延伸的大海所划分的,海峡与大海右侧者被称为利比亚和亚洲,左侧的一切则全被称为欧洲,直至所谓攸克辛诺斯海的尽头附近。
Τούτων δὲ δὴ τοιούτων ὄντων ὁ μὲν Τάναϊς ποταμὸς ἐν γῇ τῆς Εὐρώπης τικτόμενος ἐκβάλλει ἐς Λίμνην τὴν Μαιώτιδα, ἡ δὲ Λίμνη ἐς τὸν Εὔξεινον Πόντον τὰς ἐκβολὰς ποιεῖται οὔτε λήγοντα οὔτε μὴν κατὰ μέσον, ἀλλ’ ἔτι πρόσω.
既然如此,塔奈斯河发源于欧洲之地上,注入迈奥蒂斯湖,而该湖注入攸克辛诺斯海之处既非其尽头,亦非其中段,而是在更远处。
τὰ δὲ εὐώνυμα τούτου δὴ τοῦ Πόντου τῇ τῆς Ἀσίας λογίζεται μοίρα. χωρὶς δὲ τούτων ποταμὸς Τάναϊς ἐξ ὀρέων τῶν Ῥιπαίων καλουμένων ἔξεισιν, ἅπερ ἐν γῇ τῇ Εὐρώπῃ ἐστίν, ὥσπερ καὶ αὐτοὶ οἱ ταῦτα ἐκ παλαιοῦ ἀναγραψάμενοι ὁμολογοῦσι.
而此海左侧的地方被划归为亚洲的一部分。此外,塔奈斯河发源于所谓的里派亚山脉,正如古来记述此事的人自己也承认的那样,该山脉位于欧洲之地上。
τούτων δὲ τῶν Ῥιπαίων ὀρῶν τὸν Ὠκεανὸν ὡς ἀπωτάτω ξυμβαίνει εἶναι. τὰ τοίνυν αὐτῶν τε καὶ Τανάϊδος ποταμοῦ ὄπισθεν ξύμπαντα Εὐρωπαῖα ἐφ’ ἑκάτερα ἐπάναγκες εἶναι.
而且从这些里派亚山脉出发,大洋恰恰在最远之处。因此,这些山脉及塔奈斯河背后的一切,在两侧都必然属于欧洲。
πόθεν οὖν ἄρα ποτὲ ἄρχεται ἤπειρον ἑκατέραν διορίζειν ὁ Τάναϊς οὐ ῥᾴδιον εἶναι εἰπεῖν. ἢν δέ τινα ποταμὸν διορίζειν ἄμφω τὰ ἠπείρω λεκτέον, οὗτος δὴ ἐκεῖνος ὁ Φᾶσις ἂν εἴη.2 καταντικρὺ γὰρ πορθμοῦ τοῦ ἐν Γαδείροις φερόμενος ταῖν ἠπείροιν κατὰ μέσον χωρεῖ, ἐπεὶ ὁ μὲν πορθμὸς ἐξ Ὠκεανοῦ ἐξιὼν θάλασσαν τήνδε ἀπεργαζόμενος τὰ ἠπείρω ταῦτα ἐφ’ ἑκάτερα ἔχει, ὁ δὲ Φᾶσις κατ’ αὐτόν που λήγοντα μάλιστα ἰὼν τὸν Εὔξεινον Πόντον ἐς τοῦ μηνοειδοῦς τὰ μέσα ἐκβάλλει, τὴν τῆς γῆς ἐκτομὴν ἀπὸ τῆς θαλάσσης διαφανῶς ἐκδεχόμενος.
那么,塔奈斯河究竟从何处开始划分两大洲,实在难以言明。如果非要指出某条划分两大洲的河流不可,那必定就是那条法西斯河了。因为它正对着加代拉的海峡,穿行于两大洲的正中;因为海峡自大洋流出形成这片海,两侧拥有这两大洲,而法西斯河正对着攸克辛诺斯海的尽头流淌,注入月牙形的正中,明显自大海接续了对陆地的分割。
ταῦτα μὲν οὖν ἑκάτεροι προτεινόμενοι διαμάχονται. Ὡς δὲ οὐ μόνος ὁ πρότερος λόγος, ἀλλὰ καὶ οὗτος, ὅνπερ ἀρτίως ἐλέγομεν, μήκει τε χρόνου κεκόμψευται καὶ ἀνδρῶν τινῶν παλαιοτάτων δόξῃ, ἐγὼ δηλώσω, ἐκεῖνο εἰδὼς ὡς ἐκ τοῦ ἐπὶ πλεῖστον ἄνθρωποι ἅπαντες, ἤν τινος φθάσωσι λόγου ἀρχαίου πεποιημένοι τὴν μάθησιν,3 οὐκέτι ἐθέλουσι τῇ τῆς ἀληθείας ζητήσει ἐμφιλοχωροῦντες ταλαιπωρεῖν, οὐδὲ νεωτέραν τινὰ μεταμαθεῖν ἀμφ’ αὐτῷ δόξαν, ἀλλὰ ἀεὶ αὐτοῖς τὸ μὲν παλαιότερον ὑγιές τε δοκεῖ καὶ ἔντιμον εἶναι, τὸ δὲ κατ’ αὐτοὺς εὐκαταφρόνητον νομίζεται εἶναι καὶ ἐπὶ τὸ γελοιῶδες χωρεῖ.
双方各陈己见,争执不休。然而,不仅前一种说法,而且我们方才所述的这后一种说法,也因历时悠久及某些极古老人士的声望而增色,对此我将予以阐明;因为我深知,绝大多数人在一旦先入为主地学会了某种古老的说法后,便不再愿意执着于真理的探究而劳心费力,亦不愿就此重新学习某种更新的观点;反之,在他们看来,更古老的说法似乎总是合理且尊贵的,而当代的观点则被认为是不足挂齿的,乃至沦为笑柄。
πρὸς δὲ τούτοις τανῦν οὐ περὶ νοερῶν ἢ νοητῶν τινὸς ἢ ἀφανῶν ἄλλως γίγνεται ζήτησις, ἀλλὰ περὶ ποταμοῦ τε καὶ χώρας· ἅπερ ὁ χρόνος οὔτε ἀμείβειν οὔτε πη ἀποκρύψασθαι ἴσχυσεν.
此外,如今所探究的并非理性思考或纯粹理智之物,亦非其他方面不可见的事物,而是一条河流与一片土地——这些都是岁月既无法改变、亦无法以任何方式隐藏之物。
- 8.6.1οὔ μοι ἀπὸ καιροῦ ἔδοξεν εἶναι
介词短语 ἀπὸ καιροῦ 是惯用表达,意为“不合时宜”或“不恰当”;加上否定词 οὐ 构成了间接肯定(低调陈述,litotes),表示“合乎时宜”、“恰当”或“有益”。句子由非人称动词 ἔδοξε 与不定词 εἶναι 构成。
- 8.6.8οὗτος δὴ ἐκεῖνος ὁ Φᾶσις ἂν εἴη
这是承接前文条件从句 ἢν δέ τινα ποταμὸν διορίζειν ἄμφω τὰ ἠπείρω λεκτέον(省略系动词的非人称动形容词)的归结从句,采用 ἄν + 希求语气(潜在希求语气,potential optative),表达委婉的断定(“那必定就是那条著名的法西斯河了”)。指示代词 οὗτος 与 ἐκεῖνος 的重叠使用加强了指向著名事物的语气。
- 8.6.9ἤν τινος φθάσωσι λόγου ἀρχαίου πεποιημένοι τὴν μάθησιν
动词 φθάνω 与分词连用的句式。表示“预先……”、“先于……”的动词 φθάνω 支配迂说法分词 πεποιημένοι τὴν μάθησιν(相当于 μαθόντες,“习得”),表达“若他们预先习得了某种古老说法的知识”这一抢先完成的语意。
