- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.5.18-8.5.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了返回故土的乌提古尔人与泰特拉西泰哥特人的和解与定居,并详细梳理了从迈奥蒂斯湖沿黑海北岸至伊斯特罗斯河的地理部族分布及黑海周长的测算。
οἵπερ ἐπειδὴ Λίμνης τῆς Μαιώτιδος ἀγχοῦ ἐγένοντο, Γότθοις ἐνταῦθα τοῖς Τετραξίταις καλουμένοις ἐνέτυχον.
当他们来到迈奥蒂斯湖附近时,在那里遇到了被称为泰特拉西泰人的哥特人。
καὶ τὰ μὲν πρῶτα φραξάμενοι ταῖς ἀσπίσιν οἱ Γότθοι ἀντικρὺ τοῖς ἐπιοῦσιν ὡς ἀμυνόμενοι ἔστησαν, σθένει τε τῷ σφετέρῳ καὶ χωρίου ἰσχύϊ θαρσοῦντες· αὐτοὶ γὰρ ἀλκιμώτατοι ἁπάντων εἰσὶ τῶν τῇδε βαρβάρων.
起初,哥特人联结盾牌,正对来犯者站定以图自卫,仗着自身的武勇与地势的险要;因为他们是当地蛮族中最勇敢的人。
καὶ ἡ πρώτη τῆς Μαιώτιδος ἐκροή, οὗ δὴ τότε οἱ Τετραξῖται Γότθοι ἵδρυντο, ἐν κόλπῳ ξυνιοῦσα μηνοειδεῖ, περιβαλοῦσά τε αὐτοὺς ἐκ τοῦ ἐπὶ πλεῖστον, μίαν ἐπ’ αὐτοὺς εἴσοδον οὐ λίαν εὐρεῖαν τοῖς ἐπιοῦσι παρείχετο.
此外,当时泰特拉西泰哥特人所定居的迈奥蒂斯湖最初的流出水道,汇聚成一个月牙形的港湾,将他们大半包围起来,仅给来犯者留下一条不太宽阔的通道。
ὕστερον δὲ ʽοὔτε γὰρ Οὖννοι χρόνον τινὰ τρίβεσθαι σφίσιν ἐνταῦθα ἤθελον, οἵ τε Γότθοι τῷ τῶν πολεμίων ὁμίλῳ ἐπὶ πολὺ ἀνθέξειν οὐδαμῆ ἤλπιζον’ ἐς λόγους ἀλλήλοις ξυνίασιν, ἐφ’ ᾧ ἀναμιχθέντες κοινῇ ποιήσονται τὴν διάβασιν,1 καὶ οἱ Γότθοι ἱδρύσονται μὲν ἐν τῇ ἀντιπέρας ἠπείρῳ παρ’ αὐτὴν τῆς ἐκβολῆς μάλιστα τὴν ἀκτήν, ἵνα δὴ καὶ τανῦν ἵδρυνται, φίλοι δὲ καὶ ξύμμαχοι τὸ λοιπὸν Οὐτιγούροις ὄντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ σφίσιν ἐνταῦθα βιώσονται τὸν πάντα αἰῶνα.
然而后来——因为匈奴人不愿在那里虚掷时光,而哥特人也绝不指望能长久抵挡敌人的大军——双方展开交涉,达成协议:他们将联合起来共同横渡,而哥特人则定居在对岸大陆紧邻出水口的海岸边(即他们如今确实定居之处),今后作为乌提古尔人的友邻与盟友,以平等相同的条件长久与他们共同生活在那里。
οὕτω μὲν οὖν οἵδε οἱ Γότθοι τῇδε ἱδρύσαντο καὶ τῶν Κουτριγούρων, ὥσπερ μοι εἴρηται, ἀπολελειμμένων ἐν γῇ τῇ ἐπὶ θάτερα τῆς Λίμνης οὔσῃ μόνοι Οὐτίγουροι τὴν χώραν ἔσχον, πράγματα Ῥωμαίοις ὡς ἥκιστα παρεχόμενοι, ἐπεὶ οὐδὲ αὐτῶν ἄγχιστα ᾤκηνται, ἀλλ’ ἔθνεσι πολλοῖς διειργόμενοι μεταξὺ οὖσιν ἀκουσίῳ ἀπραγμοσύνῃ ἐς αὐτοὺς ἔχονται.2
于是,这些哥特人就这样在此定居;并且如我所言,库特里古尔人留在了湖泊另一侧的土地上,唯独乌提古尔人占据了这一领地,几乎没有给罗马人带来任何麻烦,因为他们住得离罗马人并不近,反而是被其间夹隔的许多部族隔开,处于对罗马人无可奈何的相安无事状态。
Ὑπερβάντι δὲ Λίμνην τε τὴν Μαιώτιδα καὶ ποταμὸν Τάναϊν3 ἐπὶ πλεῖστον μὲν τῶν τῇδε πεδίων Κουτρίγουροι Οὖννοι, ᾗπέρ μοι ἐρρήθη, ᾠκήσαντο· μετὰ δὲ αὐτοὺς Σκύθαι τε καὶ Ταῦροι ξύμπασαν ἔχουσι τὴν ταύτῃ χώραν, ἧσπερ μοῖρά τις Ταυρικὴ καὶ νῦν ἐπικαλεῖται, ἵνα δὴ καὶ τῆς Ἀρτέμιδος τὸν νεὼν γεγονέναι φασίν, οὗπέρ ποτε ἡ τοῦ Ἀγαμέμνονος Ἰφιγένεια προὔστη.
对于越过迈奥蒂斯湖和塔奈斯河的人而言,如我所言,库特里古尔匈奴人定居在当地绝大部分平原上;紧接着他们,斯基泰人和陶里人占据了那里的整片土地,其中某一部分如今仍被称为陶里卡,据说阿耳忒弥斯的神庙便曾坐落于此,阿伽门农之女伊菲革涅亚曾任那里的祭司。
καίτοι Ἀρμένιοι ἐν τῇ παρ’ αὐτοῖς Κελεσηνῇ καλουμένῃ χώρᾳ τὸν νεὼν τοῦτον γεγονέναι φασὶ Σκύθας τε τηνικάδε ξύμπαντας καλεῖσθαι τοὺς ἐνταῦθα ἀνθρώπους, τεκμηριούμενοι τοῖς ἀμφί τε Ὀρέστῃ καὶ πόλει Κομάνῃ δεδιηγημένοις μοι ἐς ἐκεῖνο τοῦ λόγου.
然而,亚美尼亚人声称这座神庙位于他们境内被称为刻勒塞涅的地方,并且当时那里的所有人也都被称为斯基泰人,他们以此前我在记述中关于俄瑞斯忒斯和科马纳城所叙述的事情为据。
ἀλλὰ περὶ μὲν τούτων λεγέτω ἕκαστος ὥς πη αὐτῷ βουλομένῳ ἐστί· πολλὰ γὰρ τῶν ἑτέρωθι γεγενημένων, ἴσως δὲ καὶ οὐδαμῆ ξυμπεπτωκότων, ἄνθρωποι προσποιεῖσθαι φιλοῦσιν ὡς πάτρια ἤθη, ἀγανακτοῦντες, ἢν μὴ τῇ δοκήσει τῇ αὐτῶν ἅπαντες ἕπωνται.
不过关于这些事,且听各人随其所愿去说;因为人们往往将发生在别处的许多事,甚至或许根本未曾发生之事,据为自己的祖传传统,若非所有人都顺从其见解便会忿忿不平。
Μετὰ δὲ τὰ ἔθνη ταῦτα πόλις θαλασσία οἰκεῖται, Βόσπορος ὄνομα, Ῥωμαίων κατήκοος γενομένη οὐ πολλῷ πρότερον.
在这些部族之后,有一座沿海城市,名叫博斯波鲁斯,是不久前归顺罗马人的。
ἐκ δὲ Βοσπόρου πόλεως ἐς πόλιν Χερσῶνα ἰόντι, ἣ κεῖται μὲν ἐν τῇ παραλίᾳ, Ῥωμαίων δὲ καὶ αὐτὴ κατήκοος ἐκ παλαιοῦ ἐστί, βάρβαροι, Οὐννικὰ ἔθνη, τὰ μεταξὺ ἅπαντα ἔχουσι.
从博斯波鲁斯城前往赫尔松城(该城坐落于海滨,自古也是罗马人的属民),其间的所有土地均被蛮族各匈奴部族所占据。
καὶ ἄλλα δὲ πολίσματα δύο ἀγχοῦ Χερσῶνος, Κῆποί τε καὶ Φανάγουρις καλούμενα, Ῥωμαίων κατήκοα ἐκ παλαιοῦ τε καὶ ἐς ἐμὲ ἦν. ἅπερ οὐ πολλῷ ἔμπροσθεν βαρβάρων τῶν πλησιοχώρων ἑλόντες τινὲς ἐς ἔδαφος καθεῖλον.
赫尔松附近还有另外两座小城镇,分别称为凯珀伊和法纳古里斯,自古及至我的时代皆臣属于罗马人。不久前邻近的某些蛮族攻占并将它们夷为平地。
ἐκ δὲ Χερσῶνος πόλεως ἐς τὰς ἐκβολὰς ποταμοῦ Ἴστρου, ὃν καὶ Δανούβιον καλοῦσιν, ὁδὸς μέν ἐστιν ἡμερῶν δέκα, βάρβαροι δὲ τὰ ἐκείνῃ ξύμπαντα ἔχουσιν.
从赫尔松城前往伊斯特罗斯河(亦称多瑙河)的河口,有十天的路程,那里的全部土地皆由蛮族占据。
Ἴστρος δὲ ποταμὸς ἐξ ὀρέων μὲν τῶν Κελτικῶν ῥεῖ, περιιὼν δὲ τὰς Ἰταλίας ἐσχατιάς, φερόμενός τε ἐπὶ τὰ Δακῶν καὶ Ἰλλυριῶν καὶ τὰ ἐπὶ Θρᾴκης χωρία, ἐκβάλλει ἐς τὸν Εὔξεινον Πόντον. τὰ δὲ ἐνθένδε ἅπαντα μέχρι ἐς Βυζάντιον τοῦ Ῥωμαίων βασιλέως τυγχάνει ὄντα.
伊斯特罗斯河发源于凯尔特人的山脉,绕过意大利的边界,流向达基亚人、伊利里亚人以及色雷斯一带的地方,注入攸克辛诺斯海。而自此直至拜占庭的所有地方,皆归罗马皇帝所有。
Ἡ μὲν οὖν τοῦ Εὐξείνου Πόντου περίοδος ἐκ Καλχηδόνος μέχρι ἐς Βυζάντιον ταύτῃ πη ἔχει.
攸克辛诺斯海自卡尔刻冬直至拜占庭的环绕行程大致如此。
ἐς ὅσον δὲ ἡ περίοδος ἥδε διήκει, ἅπαντα μὲν ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν, βαρβάρων, ὥσπερ μοι ἐρρήθη, ᾠκημένων ἐνταῦθα τοσούτων τὸ πλῆθος, ἐπιμιξίας τε Ῥωμαίοις παρ’ αὐτῶν τινάς, ὅτι μὴ ὅσα κατὰ πρεσβείαν, ἴσως οὐδεμιᾶς οὔσης· ἐπεὶ οὐδὲ τοῖς πρότερον ταῦτα ἐγκεχειρηκόσι διαμετρήσασθαι ἐς τὸ ἀκριβές τι ξυμβαίνει εἰρῆσθαι.
至于这一环周延伸有多远,我无法精确言明,因为如我所言,那里居住着如此众多的蛮族,除了使节往来之外,他们与罗马人之间或许毫无交涉;即便对于此前曾试图测量这些距离的人而言,亦未能道出任何精确的事实。
ἐκεῖνο μέντοι διαφανές ἐστιν, ὡς Πόντου τοῦ Εὐξείνου τὰ ἐν δεξιᾷ, εἴη δ’ ἂν ἐκ Καλχηδόνος ἐς ποταμὸν Φᾶσιν, δυοῖν καὶ πεντήκοντα ὁδὸς ἡμερῶν ἐστὶν εὐζώνῳ ἀνδρί· ᾧ δὴ οὐκ ἀπὸ τρόπου τεκμηριούμενος φαίη ἄν τις4 καὶ τὴν ἑτέραν τοῦ Πόντου μοῖραν μέτρου τοῦδε εἶναι οὐ πολλῷ ἄποθεν.
然而这一点是显而易见的:攸克辛诺斯海的右侧——即从卡尔刻冬至法西斯河——对轻装者而言是五十二天的路程;据此推断,若有人认为海的另一半与这一尺度相差无几,亦非无理之谈。
- 8.5.21ἐφ’ ᾧ ἀναμιχθέντες κοινῇ ποιήσονται τὴν διάβασιν
连词 ἐφ' ᾧ 意为“在……条件下”,后接将来时直陈式(ποιήσονται, ἱδρύσονται, βιώσονται),引出条约的具体条款。此构式与接不定式的用法等价,在此强调协议条款在将来的确定履行。
- 8.5.22ἀκουσίῳ ἀπραγμοσύνῃ ἐς αὐτοὺς ἔχονται
被动态动词 ἔχονται 与与格 ἀπραγμοσύνῃ 连用,表示处于某种持续状态的习惯用法,意为“处于不情愿的无所事事/相安无事状态之中”。介词短语 ἐς αὐτούς 表示方向,即“对他们(罗马人)而言”。
- 8.5.23Ὑπερβάντι δὲ Λίμνην τε τὴν Μαιώτιδα καὶ ποταμὸν Τάναϊν
与格不定过去时分词 Ὑπερβάντι 属于“视点与格”(dative of reference / local perspective),表示“对于越过迈奥蒂斯湖和塔奈斯河的人而言”。主句的主语是 Κουτρίγουροι Οὖννοι,分词与主语在格上并不一致,而是设定了地理观察者的视角。
- 8.5.33ᾧ δὴ οὐκ ἀπὸ τρόπου τεκμηριούμενος φαίη ἄν τις
与格关系代词 ᾧ 指代前文所述的路程天数,作分词 τεκμηριούμενος(以……为推断依据)的根据。短语 οὐκ ἀπὸ τρόπου 为固定成语,意为“合情合理地 / 并非不妥”。φαίη ἄν 为潜势希求法(potential optative),表示“有人大体可以说 / 亦非无稽之谈”。
