- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.5.1-8.5.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普罗科皮乌斯叙述了匈奴人在乌提古尔与库特里古尔兄弟统治下分为两部的渊源,以及猎人因追逐母鹿而发现涉水通道、从而突袭并驱逐对岸哥特人的经过。被驱逐的哥特人进入罗马境内后迁往意大利,而留下的库特里古尔人则定居于当地,对罗马帝国时战时和。
Πάλαι μὲν Οὔννων, τῶν τότε Κιμμερίων καλουμένων, πολύς τις ὅμιλος τὰ χωρία ταῦτα ἐνέμοντο ὧν ἄρτι ἐμνήσθην, βασιλεύς τε εἷς ἅπασιν ἐφειστήκει.
古时,当时被称为辛梅里安人的匈奴人的一大群落曾占据着我方才提到的这些地方,且有一位国王统治所有人。
καί ποτέ τις αὐτῶν τὴν ἀρχὴν ἔσχεν, ᾧ δὴ παῖδες ἐγένοντο δύο, ἅτερος μὲν Οὐτιγοὺρ ὄνομα, Κουτριγοὺρ δὲ ὁ ἕτερος.
后来他们中的一人执掌政权,生有二子,一个名叫乌提古尔,另一个名叫库特里古尔。
οἵπερ, ἐπειδὴ αὐτοῖν ὁ πατὴρ τὸν βίον συνεμετρήσατο, τήν τε ἀρχὴν ἄμφω ἐν σφίσιν αὐτοῖς διεδάσαντο καὶ τὴν ἐπωνυμίαν τοῖς ἀρχομένοις αὐτοῖς ἔδοσαν· οἱ μὲν γὰρ Οὐτίγουροι, οἱ δὲ Κουτρίγουροι καὶ ἐς ἐμὲ ὀνομάζονται. οὗτοι μὲν ἅπαντες τῇδε ᾤκηντο, κοινὰ μὲν τὰ ἐπιτηδεύματα ξύμπαντα ἔχοντες, οὐκ ἐπιμιγνύμενοι δὲ ἀνθρώποις οἳ δὴ τῆς τε Λίμνης καὶ τῆς ἐνθένδε ἐκροῆς ἐς τὰ ἐπὶ θάτερα ἵδρυντο, ἐπεὶ οὔτε διέβαινόν ποτε τὰ ὕδατα ταῦτα οὔτε διαβατὰ εἶναι ὑπώπτευον, πρὸς τὰ εὐκολώτατα περίφοβοι ὄντες, τῷ μηδὲ ἀποπειράσασθαι αὐτῶν πώποτε, ἀλλ’ ἀμελέτητοι τῆς διαβάσεως παντάπασιν εἶναι.1
他们的父亲结束寿命后,二人便在彼此之间平分了统治权,并用自己的名字称呼其治下之民;因为直至我的时代,他们一派被称为乌提古尔人,另一派被称为库特里古尔人。这些人全都居住于此,拥有完全相同的习俗,但并不与定居在湖泊及其流出水道另一侧的人们往来,因为他们既从未渡过这些水域,亦未曾料想过其能够渡过;他们对本属最轻而易举之事心怀恐惧,由于从未对此作过任何尝试,对渡水之事全然未经操练。
Λίμνην δὲ τὴν Μαιῶτιν καὶ τὴν ἐξ αὐτῆς ἐκβολὴν ὑπερβάντι2 εὐθὺς μὲν ἐς αὐτήν που τὴν ταύτης ἀκτὴν οἱ Τετραξῖται καλούμενοι Γότθοι τὸ παλαιὸν ᾤκηντο, ὧν ἐπεμνήσθην ἀρτίως· πολλῷ δὲ αὐτῶν ἄποθεν Γότθοι τε καὶ Οὐισίγοτθοι καὶ Βανδίλοι καὶ τὰ ἄλλα Γοτθικὰ γένη ξύμπαντα ἵδρυντο.
越过迈奥蒂斯湖及其流出的水道,古时恰在其岸边某处居住着被称为泰特拉西泰人的哥特人,即我方才提到的那些人;而在离他们甚远之处,定居着哥特人、西哥特人、汪达尔人以及所有其他的哥特族系。
οἳ δὴ καὶ Σκύθαι ἐν τοῖς ἄνω χρόνοις ἐπεκαλοῦντο, ἐπεὶ πάντα τὰ ἔθνη ἅπερ τὰ ἐκείνῃ χωρία εἶχον, Σκυθικὰ μὲν ἐπὶ κοινῆς ὀνομάζεται, ἔνιοι δὲ αὐτῶν Σαυρομάται ἢ Μελάγχλαινοι, ἢ ἄλλο τι ἐπεκαλοῦντο.
在更早的时代,他们也被称为斯基泰人,因为占据该处土地的所有部族通称为斯基泰系,但其中一些人被称为萨乌罗马泰人、黑袍人或别的名称。
Προϊόντος δὲ τοῦ χρόνου, φασίν, εἴπερ ὁ λόγος ὑγιής ἐστι, τῶν μὲν Κιμμερίων νεανίας τινὰς ἐν κυνηγεσίῳ διατριβὴν ἔχειν, ἔλαφον δὲ μίαν πρὸς αὐτῶν φεύγουσαν ἐς τὰ ὕδατα ἐσπηδῆσαι ταῦτα. τούς τε νεανίας, εἴτε φιλοτιμίᾳ εἴτε φιλονεικίᾳ τινὶ ἐχομένους, ἢ καί τι δαιμόνιον αὐτοὺς κατηνάγκασε, τῇ ἐλάφῳ ἐπισπέσθαι ταύτῃ, μηχανῇ τε μεθίεσθαι αὐτῆς οὐδεμιᾷ, ἕως ξὺν αὐτῇ ἐς τὴν ἀντιπέρας ἀκτὴν ἵκοντο.
随着时间的推移,据传(若这一说法属实),辛梅里安人的几名青年在狩猎消遣时,有一头母鹿因躲避他们而跳入了这些水中;而青年们无论是因为争强好胜还是某种好斗之心所驱使,抑或是某种神力强迫了他们,便紧随这头母鹿之后,绝不放弃追踪,直到随它抵达了对岸。
καὶ τὸ μὲν διωκόμενον ὅ τι ποτ’ ἦν εὐθὺς ἀφανισθῆναι· (δοκεῖν γάρ μοι3 οὐδὲ ἄλλου του ἕνεκα ἐνταῦθα ἐφάνη, ὅτι μὴ τοῦ γενέσθαι κακῶς τοῖς τῇδε ᾠκημένοις βαρβάροις) τοὺς δὲ νεανίας τοῦ μὲν κυνηγεσίου ἀποτυχεῖν, μάχης δὲ ἀφορμὴν καὶ λείας εὑρέσθαι.
被追逐之物无论究竟为何,随即消失不见(在我看来,它在此出现绝非为了别的目的,纯粹是为了降祸于居住在此地的蛮族);而青年们虽在狩猎中一无所获,却找到了作战与劫掠的契机。
ἐς ἤθη γὰρ τὰ πάτρια ὅτι τάχιστα ἐπανήκοντες ἔνδηλα πᾶσι Κιμμερίοις πεποίηνται ὅτι δὴ ταῦτα βατὰ σφίσι τὰ ὕδατα εἴη. ἀνελόμενοι οὖν αὐτίκα τὰ ὅπλα πανδημεί τε διαβάντες ἐγένοντο μελλήσει οὐδεμιᾷ ἐν τῇ ἀντιπέρας ἠπείρῳ, Βανδίλων μὲν ἤδη ἐνθένδε ἀναστάντων ἐπί τε Λιβύης ἱδρυσαμένων, ἐν Ἱσπανίᾳ δὲ Οὐισιγότθων οἰκησαμένων.
因为他们以最快速度返回故土,向所有辛梅里安人阐明这些水域对他们而言确实可以通行。于是他们立即拿起武器,全族渡河,毫无迟延地进入了对岸的大陆;当时汪达尔人已从该处迁走并定居于利比亚,西哥特人也已居住在伊斯帕尼亚。
Γότθοις οὖν τοῖς ἐς τὰ τῇδε ᾠκημένοις πεδία ἐξαπιναίως ἐπιπεσόντες πολλοὺς μὲν ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐτρέψαντο ἅπαντας.
于是他们突然袭击定居于当地平原上的哥特人,杀戮多人,并使余者全部溃逃。
ὅσοι τε αὐτοὺς διαφυγεῖν ἴσχυσαν, ξὺν παισί τε καὶ γυναιξὶν ἐνθένδε ἀναστάντες ἀπέλιπον μὲν τὰ πάτρια ἤθη, διαπορθμευσάμενοι δὲ ποταμὸν Ἴστρον ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο.
凡得以逃脱他们的人,携同子女与妻子从彼处起行,舍弃了故土,渡过伊斯特罗斯河,进入了罗马人的土地。
Καὶ πολλὰ μὲν τοὺς ταύτῃ ᾠκημένους δεινὰ ἔδρασαν, μετὰ δὲ δόντος βασιλέως ᾠκήσαντο ἐς τὰ ἐπὶ Θρᾴκης χωρία, καὶ τὰ μὲν ξυνεμάχουν Ῥωμαίοις, τάς τε συντάξεις ὥσπερ οἱ ἄλλοι στρατιῶται πρὸς βασιλέως κομιζόμενοι ἀνὰ πᾶν ἔτος καὶ φοιδερᾶτοι ἐπικληθέντες· οὕτω γὰρ αὐτοὺς τότε Λατίνων φωνῇ ἐκάλεσαν Ῥωμαῖοι, ἐκεῖνο, οἶμαι, παραδηλοῦντες, ὅτι δὴ οὐχ ἡσσημένοι αὐτῶν τῷ πολέμῳ Γότθοι, ἀλλ’ ἐπὶ ξυνθήκαις τισὶν ἔνσπονδοι· ἐγένοντο σφίσι· φοίδερα γὰρ Λατῖνοι τὰς ἐν πολέμῳ καλοῦσι ξυνθήκας, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν δεδήλωται λόγοις· τὰ δὲ καὶ πόλεμον πρὸς αὐτοὺς διέφερον οὐδενὶ λόγῳ, ἕως ᾤχοντο ἀπιόντες ἐς Ἰταλίαν, Θευδερίχου ἡγουμένου σφίσι. τὰ μὲν οὖν τῶν Γότθων τῇδε κεχώρηκεν.
他们对当地的居民施加了诸多暴行,但随后在皇帝的准许下定居于色雷斯一带的土地,一方面作为同盟者与罗马人并肩作战,如同其他士兵一样每年从皇帝处领取薪饷,并被称为“福伊德拉蒂”(同盟军);因为罗马人当时用拉丁语这样称呼他们,我以为这意在表明哥特人并未在战争中败于他们,而是依据某些协议与他们立约结成了盟友;因为拉丁人将战争中的条约称为“福伊德拉”(盟约),正如我在先前的记述中所说明的那样;但另一方面,他们亦毫无道理地与罗马人交兵,直至在狄奥多里克的率领下离去并进入意大利。哥特人的命运大抵如此演变。
Οὖννοι δὲ αὐτῶν τοὺς μὲν κτείναντες, τοὺς δέ, ὥσπερ ἐρρήθη, ἐξαναστήσαντες τὴν χώραν ἔσχον. καὶ αὐτῶν Κουτρίγουροι μὲν παῖδάς τε καὶ γυναῖκας μεταπεμψάμενοι ἐνταῦθα ἱδρύσαντο, οὗ δὴ καὶ ἐς ἐμὲ ᾤκηνται. καὶ δῶρα μὲν πολλὰ πρὸς βασιλέως ἀνὰ πᾶν ἔτος κομίζονται, καὶ ὣς δὲ διαβαίνοντες ποταμὸν Ἴστρον καταθέουσιν ἐσαεὶ τὴν βασιλέως χώραν, ἔνσπονδοί τε καὶ πολέμιοι Ῥωμαίοις ὄντες. Οὐτίγουροι δὲ ξὺν τῷ ἡγουμένῳ ἐπ’ οἴκου ἀπεκομίζοντο, μόνοι τὸ λοιπὸν ἐνταῦθα καθιζησόμενοι.
而匈奴人杀了其中一部分人,又如前所述驱逐了另一部分人,占有了该土地。他们之中的库特里古尔人接来妻子儿女,定居于此,确实直至我的时代他们仍住在此地。尽管他们每年从皇帝处获得大量赏赐,却依然渡过伊斯特罗斯河,不断侵扰皇帝的国土,对罗马人而言既是盟友又是宿敌。而乌提古尔人则随其领袖返回故土,从此独自定居于彼处。
- 8.5.4τῷ μηδὲ ἀποπειράσασθαι αὐτῶν πώποτε, ἀλλ’ ἀμελέτητοι τῆς διαβάσεως παντάπασιν εἶναι
表原因的定冠词与格不定式 τῷ μηδὲ ἀποπειράσασθαι(“由于从未尝试过”)在连词 ἀλλά 之后转为了主格加不定式结构 ἀμελέτητοι... εἶναι(破格语法)。形容词 ἀμελέτητοι 在性数格上与主句主语(οὗτοι / περίφοβοι ὄντες)保持主格复数一致。
- 8.5.5Λίμνην δὲ τὴν Μαιῶτιν καὶ τὴν ἐξ αὐτῆς ἐκβολὴν ὑπερβάντι
与格分词 ὑπερβάντι 为表示视点或关系的与格(处所视角的与格),意为“对于越过迈奥蒂斯湖及其流出水道的人而言/越过之后”,是地理描写中从旅行者或观察者视角确定方位位置的标准句法结构。
- 8.5.9δοκεῖν γάρ μοι
作为插入句(表限制或范围的不定式)起作用的独立不定式结构(“依我之见/在我看来”)。它是一种惯用表达,用以插入作者的个人看法或推测,而非全句的主要谓语动词。
