- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.4.1-8.4.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了从高加索至黑海北岸各部族的地理分布,讲述了罗马军队在波斯人到来前主动平毁塞巴斯托波利斯等要塞的始末,随后记述了迈奥蒂斯湖畔信奉基督教的泰特拉西泰哥特人向查士丁尼皇帝求赐主教并秘密献策之事。
Μετὰ δὲ τοὺς Ἀβασγῶν ὅρους κατὰ μὲν ὄρος τὸ Καυκάσιον Βροῦχοι ᾤκηνται, Ἀβασγῶν τε καὶ Ἀλανῶν μεταξὺ ὄντες, κατὰ δὲ τὴν παραλίαν Πόντου τοῦ Εὐξείνου Ζῆχοι ἵδρυνται.
在阿巴斯戈伊人的边界之外,沿着高加索山脉居住着布鲁霍伊人,他们位于阿巴斯戈伊人与阿兰人之间;而沿着优克辛海的海岸,则定居着泽霍伊人。
τοῖς δὲ δὴ Ζήχοις κατὰ μὲν παλαιὸν ὁ Ῥωμαίων αὐτοκράτωρ βασιλέα καθίστη, τὸ δὲ νῦν οὐδ’ ὁτιοῦν Ῥωμαίοις ἐπακούουσιν οἱ βάρβαροι οὗτοι.
古时罗马皇帝曾为泽霍伊人指派国王,但如今这些蛮族对罗马人全无顺服。
μετὰ δὲ αὐτοὺς Σαγίναι μὲν οἰκοῦσι, μοῖραν δὲ αὐτῶν τῆς παραλίας Ῥωμαῖοι ἐκ παλαιοῦ ἔσχον.
在他们之后居住着萨吉奈人,罗马人自古占有其沿海的一部分土地。
φρούριά τε δειμάμενοι ἐπιθαλασσίδια δύο, Σεβαστόπολίν τε καὶ Πιτιοῦντα, δυοῖν ἡμέραιν ὁδῷ ἀλλήλοιν διέχοντα, φρουρὰν ἐνταῦθα στρατιωτῶν τὸ ἐξ ἀρχῆς κατεστήσαντο.
罗马人修建了塞巴斯托波利斯和皮提乌斯两座沿海要塞,二者相距两天的行程,从一开始便在此驻扎了守备军队。
τὰ μὲν γὰρ πρότερα κατάλογοι Ῥωμαίων στρατιωτῶν τὰ ἐπὶ τῆς ἀκτῆς πάντα χωρία ἐκ τῶν Τραπεζοῦντος ὁρίων ἄχρι ἐς τοὺς Σαγίνας εἶχον, ᾗπέρ μοι εἴρηται· νῦν δὲ μόνα τὰ δύο ταῦτα φρούρια ἐλέλειπτο σφίσιν, οὗ δὴ τὰ φυλακτήρια καὶ ἐς ἐμὲ εἶχον, ἐπειδὴ Χοσρόης, ὁ Περσῶν βασιλεύς, Λαζῶν αὐτὸν ἐπαγαγομένων ἐς τὴν Πέτραν, στράτευμα Περσῶν ἐνταῦθα στέλλειν ἐν σπουδῇ εἶχε, τούς τε τὰ φρούρια ταῦτα καθέξοντας καὶ καθιζησομένους1 ἐν τοῖς ἐνταῦθα φυλακτηρίοις.
因为在从前,正如我已经说过的,罗马士兵的军团曾控制着从特拉佩祖斯边界直至萨吉奈人的所有沿海要地;但如今只为他们剩下了这两座要塞,他们确实在此驻守直至我的时代。当时波斯国王库思老在拉齐人将其引至佩特拉后,急欲派遣一支波斯军队前往该地,以占据这些要塞并驻扎于当地的哨所中。
ἅπερ ἐπεὶ οἱ Ῥωμαίων στρατιῶται προμαθεῖν ἴσχυσαν, προτερήσαντες τάς τε οἰκίας ἐνέπρησαν καὶ τὰ τείχη ἐς τὸ ἔδαφος καθελόντες ἔς τε τὰς ἀκάτους μελλήσει οὐδεμιᾷ ἐσβάντες ἐς ἤπειρον εὐθὺς τὴν ἀντιπέρας καὶ Τραπεζοῦντα πόλιν ἐχώρησαν, ζημιώσαντες μὲν τῇ τῶν φρουρίων διαφθορᾷ τὴν Ῥωμαίων ἀρχήν, κέρδος δὲ αὐτῇ πορισάμενοι μέγα, ὅτι δὴ τῆς χώρας ἐγκρατεῖς οὐ γεγόνασιν οἱ πολέμιοι. ἄπρακτοι γὰρ ἀπ’ αὐτοῦ ἐς τὴν Πέτραν ἀνέστρεφον Πέρσαι. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.
当罗马士兵得以预先侦知此事后,抢先纵火焚毁了房屋,并将城墙彻底平毁至地面,毫无迟疑地登上小艇,旋即渡往对岸的大陆及特拉佩祖斯城。他们虽因毁坏要塞使罗马帝国遭受了损失,却为帝国换取了极大的利益,因为敌人终未占领该地区。波斯人因此毫无所获地退回佩特拉。这些事情的经过便是如此。
Ὑπὲρ δὲ Σαγίνας Οὐννικὰ ἔθνη πολλὰ ἵδρυνται. τὸ δ’ ἐντεῦθεν Εὐλυσία μὲν ἡ χώρα ὠνόμασται, βάρβαροι δὲ αὐτῆς ἄνθρωποι τά τε παράλια καὶ τὴν μεσόγειον ἔχουσι, μέχρι ἐς τὴν Μαιῶτιν καλουμένην Λίμνην καὶ ποταμὸν Τάναϊν, ὃς δὴ ἐς τὴν Λίμνην ἐσβάλλει.
在萨吉奈人之上定居着许多匈奴族部族。自此往后的土地名为欧律西亚,蛮族人民占据着其沿海与内陆,直抵名为迈奥蒂斯的湖泊以及注入该湖的塔奈斯河。
αὕτη δὲ ἡ Λίμνη ἐς τὴν ἀκτὴν Πόντου τοῦ Εὐξείνου τὰς ἐκβολὰς ποιεῖται. ἄνθρωποι δὲ οἳ ταύτῃ ᾤκηνται Κιμμέριοι μὲν τὸ παλαιὸν ὠνομάζοντο, τανῦν δὲ Οὐτίγουροι καλοῦνται.
该湖的出口通向优克辛海的海岸。定居于此的人古时被称为辛梅里安人,而如今被称为乌提古尔人。
καὶ αὐτῶν καθύπερθεν ἐς βορρᾶν ἄνεμον ἔθνη τὰ Ἀντῶν ἄμετρα ἵδρυνται. παρὰ δὲ τὸν χῶρον αὐτὸν ὅθεν ἡ τῆς Λίμνης ἐκβολὴ ἄρχεται, Γότθοι οἱ Τετραξῖται καλούμενοι ᾤκηνται, οὐ πολλοὶ ὄντες, οἳ δὴ τὰ Χριστιανῶν νόμιμα σεβόμενοι περιστέλλουσιν οὐδενὸς ἧσσον.
在他们上方朝向北风之处,定居着无数的安特人部族。就在湖水出口开始的地方,居住着被称为泰特拉西泰人的哥特人,人数不多,但他们尊奉并恪守基督徒的礼法,丝毫不逊于任何人。
ʽΤάναϊν δὲ καλοῦσιν οἱ ἐπιχώριοι καὶ τὴν ἐκβολὴν ταύτην, ἥπερ ἐκ Λίμνης ἀρξαμένη τῆς Μαιώτιδος ἄχρι ἐς τὸν Εὔξεινον Πόντον διήκει, ἐς ὁδὸν ἡμερῶν, ὥς φασιν, εἴκοσιν. ἀλλὰ καὶ τὸν ἄνεμον ὃς ἐνθένδε πνεῖ Ταναΐτην προσαγορεύουσιν.ʼ εἴτε δὲ τῆς Ἀρείου δόξης ἐγένοντό ποτε οἱ Γότθοι οὗτοι, ὥσπερ καὶ τὰ ἄλλα Γοτθικὰ ἔθνη, εἴτε καὶ ἄλλο τι ἀμφὶ τῇ δόξῃ αὐτοῖς ἤσκητο, οὐκ ἔχω εἰπεῖν, ἐπεὶ οὐδὲ αὐτοὶ ἴσασιν, ἀλλ’ ἀφελείᾳ τε τανῦν καὶ ἀπραγμοσύνῃ πολλῇ τιμῶσι τὴν δόξαν.
(当地人亦将这自迈奥蒂斯湖开始、延展至优克辛海、据称约二十日路程的出口称为塔奈斯。此外,他们还将自彼处吹来的风称为塔奈忒斯。)这些哥特人是否曾如其他哥特部族一般信奉阿里乌斯的教义,抑或在信仰方面曾有别的实践,我无从得知,因为就连他们自己亦不清楚,如今他们只是以质朴和少事纷争的心态恪守其信仰。
Οὗτοι ὀλίγῳ πρότερον ʽλέγω δέ, ἡνίκα πρῶτόν τε καὶ εἰκοστὸν ἔτος Ἰουστινιανὸς βασιλεὺς τὴν αὐτοκράτορα εἶχεν ἀρχὴν’ πρέσβεις τέτταρας ἐς Βυζάντιον ἔπεμψαν, ἐπίσκοπον σφίσι τινὰ δεόμενοι δοῦναι· ἐπεὶ ὅστις μὲν αὐτοῖς ἱερεὺς ἦν τετελευτήκει οὐ πολλῷ πρότερον, ἔγνωσαν δὲ ὡς καὶ Ἀβασγοῖς ἱερέα βασιλεὺς πέμψειε· καὶ αὐτοῖς προθυμότατα Ἰουστινιανὸς βασιλεὺς ἐπιτελῆ ποιήσας τὴν δέησιν ἀπεπέμψατο.
不久之前(我是指当查士丁尼皇帝执掌最高权力的第二十一年时),他们向拜占庭派遣了四位使节,请求赐给他们一位主教;因为他们原有的祭司在不久前去世,而他们得知皇帝也曾为阿巴斯戈伊人派遣了祭司;查士丁尼皇帝极为欣然地满足了他们的请求,并遣其返回。
οἱ δὲ πρέσβεις οὗτοι δέει Οὔννων τῶν Οὐτιγούρων ἐς μὲν τὸ ἐμφανές, αὐτηκόων πολλῶν ὄντων, ἀποστοματίζοντες ὅτου δὴ ἕνεκα ἥκοιεν, ἄλλο οὐδὲν ὅτι μὴ2 τὰ ἀμφὶ τῷ ἱερεῖ βασιλεῖ ἤγγειλαν, ὡς λαθραιότατα δὲ ξυγγενόμενοι ἅπαντα φράζουσιν, ὅσα συνοίσειν τῇ Ῥωμαίων ἀρχῇ ἔμελλε, ξυγκρουομένων ἐς ἀλλήλους ἀεὶ τῶν σφίσι προσοίκων βαρβάρων.3 ὅντινα δὲ τρόπον οἱ Τετραξῖται καὶ ὅθεν ἀναστάντες ἐνταῦθα ἱδρύσαντο, ἐρῶν ἔρχομαι.
然而这些使节由于畏惧乌提古尔匈奴人,在众人耳目聚集的公开场合背诵其来意时,除了有关祭司之事以外未向皇帝呈报分毫;但在最机密的面见中,他们详尽陈述了一切:即若使其邻近的蛮族持续相互攻伐,将如何有益于罗马帝国。至于泰特拉西泰人究竟以何种方式、又从何处迁徙并定居于该地,我随后便将叙述。
- 8.4.5τούς τε τὰ φρούρια ταῦτα καθέξοντας καὶ καθιζησομένους
将来时分词 καθέξοντας 与 καθιζησομένους 为阳性复数宾格,修饰其前表示集体的中性名词 στράτευμα Περσῶν(按语义一致原则 constructio ad sensum 采用阳性复数),表派遣该军队的目的(即派来占领并驻扎于这些要塞的人员)。
- 8.4.13ἄλλο οὐδὲν ὅτι μὴ
意为“除了……之外别无其他”的希腊语惯用短语。在否定词 οὐδέν 之后,ὅτι μή 整体作为连词性结构使用(相当于“除……之外”),与随后的宾格短语 τὰ ἀμφὶ τῷ ἱερεῖ 共同构成 ἤγγειλαν 的受限宾语。
- 8.4.13ξυγκρουομένων ἐς ἀλλήλους ἀεὶ τῶν σφίσι προσοίκων βαρβάρων
属格独立结构(genitive absolute),兼具境况与条件含义(“若是其邻近的蛮族持续相互攻伐”),与主句动词 ἔμελλε 结合,提出此类外交策略为罗马帝国带来益处的前提条件。
