- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.3.9-8.3.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引匈奴战死者中发现妇女一事解释亚马逊人传说的由来,继而记述阿巴斯戈伊人的风俗、其统治者残忍阉割幼童并杀害其父的暴行,以及查士丁尼皇帝对此风的废止与基督教化改造。
τὰ γὰρ ἐπιτηδεύματα μέχρι ἐς τοὺς ἀπογόνους παραπεμπόμενα τῶν προγεγενημένων τῆς φύσεως ἴνδαλμα γίνεται.
因为由祖先传至后代的习俗,会演变成仿佛祖先本性一般的样貌。
Οὔννων τοίνυν καταδραμόντων πολλάκις τὴν Ῥωμαίων ἀρχήν, τοῖς τε ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντων, τινὰς μὲν αὐτῶν πεσεῖν ἐνταῦθα τετύχηκε, μετὰ δὲ τῶν βαρβάρων τὴν ἀναχώρησιν Ῥωμαῖοι διερευνώμενοι τῶν πεπτωκότων τὰ σώματα καὶ γυναῖκας ἐν αὐτοῖς εὗρον.
事实上,当匈奴人屡次袭扰罗马帝国境内并与迎战者短兵相接时,恰有若干人阵亡于此;而在蛮族撤退后,罗马人搜检战死者的尸身时,竟在其中发现了妇人。
ἄλλο μέντοι γυναικῶν στράτευμα οὐδαμῆ τῆς Ἀσίας ἢ τῆς Εὐρώπης ἐπιχωρίαζον ἐφάνη. οὐ μὴν οὐδὲ τὰ Καυκάσια ὄρη ἀνδρῶν ἔρημα γεγενῆσθαι πώποτε ἀκοῇ ἴσμεν. περὶ μὲν οὖν τῶν Ἀμαζόνων τοσαῦτα εἰρήσθω.
然而,无论在亚洲抑或欧洲,都未曾见有其他妇女军队出没。而且据我们所闻,高加索山脉也从未曾沦为全无男子的不毛之地。关于亚马逊人,便止于这番论述吧。
Μετὰ δὲ Ἀψιλίους τε καὶ τοῦ μηνοειδοῦς τὴν ἑτέραν ἀρχὴν ἐς τὴν παραλίαν Ἀβασγοὶ ᾤκηνται, ἄχρι ἐς τὰ Καυκάσια ὄρη διήκοντες. οἱ δὲ Ἀβασγοὶ Λαζῶν μὲν κατήκοοι ἐκ παλαιοῦ ἦσαν, ἄρχοντας δὲ ὁμογενεῖς δύο ἐσαεὶ εἶχον. ὧν ἅτερος μὲν ἐς τῆς χώρας τὰ πρὸς ἑσπέραν, ὁ δὲ δὴ ἕτερος ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον ἵδρυτο.
在阿普西利人以及那半月形海岸的另一端之后,阿巴斯戈伊人居住于沿海一带,直延展至高加索山脉。阿巴斯戈伊人自古便是拉齐人的臣属,但他们一直拥有两位同族的统治者。其中一位定居于该国偏西之地,另一位则定居于朝向日出之方。
οἱ δὲ βάρβαροι οὗτοι μέχρι μὲν ἐς ἐμὲ ἄλση τε καὶ ὕλας ἐσέβοντο· θεοὺς γὰρ τὰ δένδρα βαρβάρῳ τινὶ ἀφελείᾳ ὑπώπτευον εἶναι.
直至我的时代,这些蛮族仍崇奉圣林与树木;因为出于某种蛮荒的单纯,他们以为树木便是神祇。
πρὸς δὲ τῶν ἐν σφίσιν ἀρχόντων τὰ δεινότατα διὰ φιλοχρηματίας μέγεθος ἔπασχον. ἄμφω γὰρ αὐτῶν οἱ βασιλεῖς, ὅσους ἂν παῖδας ἐν τούτῳ τῷ ἔθνει ἀγαθούς τε τὴν ὄψιν καὶ τὸ σῶμα καλοὺς ἴδοιεν, τούτους δὴ ὀκνήσει οὐδεμιᾷ ἐκ τῶν γειναμένων ἀφέλκοντες εὐνούχους τε ἀπεργαζόμενοι ἀπεδίδοντο ἐς Ῥωμαίων τὴν γῆν τοῖς ὠνεῖσθαι βουλομένοις χρημάτων μεγάλων.
然而,由于其统治者极度贪恋财货,他们遭受了来自本族君主的极惨痛荼毒。因为他们的两位国王只要见到这个部族中有任何容貌秀美、身躯俊俏的少年,便毫无顾忌地将他们从生身父母身边夺走,阉割为宦官后,以巨额钱财售往罗马人的土地给那些意欲购买之人。
τούς τε αὐτῶν πατέρας ἔκτεινον εὐθύς, τοῦ μὴ αὐτῶν τινὰς τίσασθαί ποτε τῆς ἐς τοὺς παῖδας ἀδικίας τὸν βασιλέα ἐγχειριεῖν,1 μηδὲ ὑπόπτους αὐτοῖς τῶν κατηκόων τινὰς ἐνταῦθα εἶναι. ἥ τε τῶν υἱέων εὐμορφία σφίσιν ἐς τὸν ὄλεθρον ἀπεκρίνετο· διεφθείροντο γὰρ οἱ ταλαίπωροι, παίδων θανάσιμον δεδυστυχηκότες εὐπρέπειαν.2 καὶ ἀπ’ αὐτοῦ τῶν ἐν Ῥωμαίοις εὐνούχων οἱ πλεῖστοι καὶ οὐχ ἥκιστα ἐν τῇ βασιλέως αὐλῇ γένος Ἀβασγοὶ ἐτύγχανον ὄντες.
他们并随即处死少年的父亲,以防其中有人日后图谋向国王报复其侵害子嗣之罪,亦防因此有臣民受其疑忌。于是,儿子的美貌竟成了招致父亲灭顶的根由;因为这些可怜人遭逢了子嗣那招致死难的美貌这一厄运,从而被残杀殆尽。因此之故,罗马人中的多数宦官——尤其是在皇宫之中者——恰多为阿巴斯戈伊族裔。
Ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος ἅπαντα Ἀβασγοῖς ἐπὶ τὸ ἡμερώτερον τετύχηκε μεταμπίσχεσθαι.3
但在当今查士丁尼统治时期,阿巴斯戈伊人的一切恰好转变为更为文明的状态。
τά τε γὰρ Χριστιανῶν δόγματα εἵλοντο καὶ αὐτοῖς Ἰουστινιανὸς βασιλεὺς τῶν τινὰ ἐκ Παλατίου εὐνούχων στείλας, Ἀβασγὸν γένος, Εὐφρατᾶν ὄνομα, τοῖς αὐτῶν βασιλεῦσι διαρρήδην ἀπεῖπε μηδένα τὸ λοιπὸν ἐν τούτῳ τῷ ἔθνει τὴν ἀρρενωπίαν ἀποψιλοῦσθαι, σιδήρῳ βιαζομένης τῆς φύσεως. ὃ δὴ ἄσμενοι Ἀβασγοὶ ἤκουσαν, καὶ τῇ τοῦ Ῥωμαίων βασιλέως ἐπιτάξει θαρροῦντες ἤδη τὸ ἔργον τοῦτο σθένει παντὶ διεκώλυον. ἐδεδίει γὰρ αὐτῶν ἕκαστος μή ποτε παιδίου πατὴρ εὐπρεποῦς γένηται.
因为他们皈依了基督徒的信仰,而查士丁尼皇帝亦从皇宫中派遣了一位宦官——本是阿巴斯戈伊族人,名叫欧夫拉塔斯——向他们的国王明确下令,严禁今后在这支部族中再有用铁刃戕害天性、剥夺任何人阳刚之体的事情发生。阿巴斯戈伊人欣然听取了这一禁令,并仗着罗马皇帝的敕令,旋即竭尽全力制止此类恶行;因为他们人人自危,唯恐何时成为容貌端秀之子的父亲。
τότε δὴ Ἰουστινιανὸς βασιλεὺς καὶ ἱερὸν τῆς θεοτόκου ἐν Ἀβασγοῖς οἰκοδομησάμενος, ἱερεῖς τε αὐτοῖς καταστησάμενος, διεπράξατο ἅπαντα αὐτοὺς ἤθη τῶν Χριστιανῶν ἐκδιδάσκεσθαι, τούς τε βασιλεῖς ἄμφω Ἀβασγοὶ καθελόντες αὐτίκα ἐν ἐλευθερίᾳ βιοτεύειν ἐδόκουν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.
当时,查士丁尼皇帝亦在阿巴斯戈伊人中建造了一座圣母堂,并为他们委派了教士,使他们全然受训于基督徒的一切礼俗;而阿巴斯戈伊人亦随即废黜了两位国王,看似生活于自由之中。这些事情的发展大略便是如此。
- 8.3.16τοῦ μὴ αὐτῶν τινὰς τίσασθαί ποτε τῆς ἐς τοὺς παῖδας ἀδικίας τὸν βασιλέα ἐγχειριεῖν
带属格冠词的否定目的不定式结构(τοῦ μή),表“为了不让……”。对格 αὐτῶν τινάς 作不定式 ἐγχειριεῖν(着手、企图)的逻辑主语,ἐγχειριεῖν 进而接补足不定式 τίσασθαι(报复)。τίσασθαι 又支配复仇对象对格(τὸν βασιλέα)及原因属格(τῆς ἐς τοὺς παῖδας ἀδικίας)。
- 8.3.17παίδων θανάσιμον δεδυστυχηκότες εὐπρέπειαν
完成时分词 δεδυστυχηκότες(遭遇不幸)带同族对格或内含对格 εὐπρέπειαν(美貌),由形容词 θανάσιμον(致命的)修饰;前面的属格 παίδων 表示所属或源由(“子嗣的”)。整体意为“蒙受了子嗣之致命美貌这一厄运”。
- 8.3.18ἅπαντα Ἀβασγοῖς ἐπὶ τὸ ἡμερώτερον τετύχηκε μεταμπίσχεσθαι
动词 τετύχηκε 与中动态/被动态不定式 μεταμπίσχεσθαι(换装,引申为改变状态)构成的句式,中性复数 ἅπαντα 作其主语。介词短语 ἐπὶ τὸ ἡμερώτερον(向着更文明/温和的状态)表转变的趋向。与格 Ἀβασγοῖς 为关系与格(“对阿巴斯戈伊人而言”)。
