← 普罗科皮乌斯

战史

§8.35.12-8.35.26

退守奶山与特亚斯的奋战

哥特军因海上补给被切断而陷入绝境,退守奶山后孤注一掷发起步战突袭,国王特亚斯亲立前锋奋战到底。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.35.12

ἕως μὲν οὖν ἐθαλασσοκράτουν ἐνταῦθα οἱ Γότθοι, ἐσκομιζόμενοι τὰ ἐπιτήδεια ναυσὶν ἀντεῖχον, ἐπεὶ τῆς θαλάσσης ἐστρατοπεδεύοντο οὐ πολλῷ ἄποθεν.

只要哥特人在此地仍掌控着制海权,他们就凭借距离大海不远安营扎寨的优势,用船只运进给养坚守阵地。

§8.35.13

ὕστερον δὲ Ῥωμαῖοι τά τε πλοῖα τῶν πολεμίων προδοσίᾳ Γότθου ἀνδρὸς εἷλον ὃς δὴ ταῖς ναυσὶν ἐφειστήκει πάσαις, καὶ αὐτοῖς νῆες ἀνάριθμοι ἦλθον ἔκ τε Σικελίας καὶ τῆς ἄλλης ἀρχῆς.

但后来,由于一名掌管全舰队的哥特男子的背叛,罗马人缴获了敌人的船只,并且还有无数战船从西西里和帝国其他地区前来支援罗马人。

§8.35.14

ἅμα δὲ καὶ ὁ Ναρσῆς πύργους ξυλίνους ἐπὶ τοῦ ποταμοῦ τῇ ὄχθῃ καταστησάμενος δουλῶσαι τῶν ἐναντίων τὸ φρόνημα παντελῶς ἴσχυσεν.

与此同时,纳尔塞斯在河岸上建起木塔,完全击垮了对手的气焰。

§8.35.15

Οἷς δὴ οἱ Γότθοι περίφοβοι γεγενημένοι καὶ πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ἐς ὄρος ἄγχιστα ὂν καταφεύγουσιν, ὅπερ Ῥωμαῖοι Γάλακτος Ὄρος τῇ Λατίνων καλοῦσι φωνῇ· οὗ δὴ αὐτοῖς Ῥωμαῖοι ἐπισπέσθαι οὐδαμῆ εἶχον, τῆς δυσχωρίας ἀντιστατούσης.

哥特人为此惊恐万状,加之日用品匮乏的逼迫,便逃奔至邻近的一座山,罗马人用拉丁语称之为“奶之山”;而罗马人因险峻地形的阻碍,根本无法追击他们到那里。

§8.35.16

ἀλλὰ τοῖς βαρβάροις αὐτίκα ἐνταῦθα ἀναβεβηκόσι μετέμελεν, ἐπεὶ τῶν ἐπιτηδείων πολλῷ ἔτι μᾶλλον ἐσπάνιζον, σφίσι τε αὐτοῖς καὶ τοῖς ἵπποις ἐκπορίζεσθαι αὐτὰ οὐδεμιᾷ μηχανῇ ἔχοντες.

然而蛮族人刚一登上该山便立生悔意,因为他们越发缺乏口粮,无论如何也无法为自己和马匹筹集到粮食。

§8.35.17

διὸ δὴ τὴν ἐν ξυμβολῇ τοῦ βίου καταστροφὴν αἱρετωτέραν τῆς πρὸς τοῦ λιμοῦ εἶναι οἰόμενοι ὁμόσε τοῖς πολεμίοις παρὰ δόξαν ἐχώρουν, ἀπροσδόκητοί τε αὐτοῖς ἐξαπιναίως ἐπέπεσον.

因此,他们认为战死沙场远胜于死于饥馑,遂出人意料地扑向敌人,猝然袭击了他们。

§8.35.18

Ῥωμαῖοι δὲ αὐτοὺς ὡς ἐκ τῶν παρόντων ἀμυνούμενοι ἔστησαν, οὐ κατὰ ἄρχοντας ἢ λόχους ἢ καταλόγους τὴν τάξιν καταστησάμενοι, οὐδὲ τρόπῳ τῳ ἄλλῳ διακεκριμένοι ἀλλήλων, οὐδὲ τῶν σφίσι παραγγελλομένων ἐν τῇ ξυμβολῇ ἀκουσόμενοι, ἀλλ’ ἀλκῇ τῇ πάσῃ, ὅπη ποτὲ παρατύχῃ, τοῖς πολεμίοις ἀντιταξόμενοι.

罗马人则立定脚步,在当时的情况下竭力自卫,既没有按将领、连队或名册编排阵型,亦未以任何其他方式彼此区分,甚至在交战中也听不见传达给他们的口令,而只是倾尽全力,不论遭遇何种情况,皆誓死迎击敌军。

§8.35.19

Γότθοι μὲν οὖν τῶν ἵππων ἀφέμενοι πρῶτοι πεζῇ μετωπηδὸν εἰς βαθεῖαν φάλαγγα ἔστησαν ἅπαντες, καὶ Ῥωμαῖοι δὲ ταῦτα ἰδόντες τοὺς ἵππους ἀφῆκαν, καὶ τρόπῳ τῷ αὐτῷ ἐτάξαντο πάντες.

哥特人率先弃马,全部步战,正面展开排成深厚方阵;罗马人见状亦放开战马,以同样的方式全员列阵。

§8.35.20

Ἐνταῦθά μοι μάχη τε πολλοῦ λόγου ἀξία καὶ ἀνδρὸς ἀρετὴ οὐδὲ τῶν τινὸς λεγομένων ἡρώων, οἶμαι, καταδεεστέρα1 γεγράψεται, ἧς δὴ ὁ Τεΐας δήλωσιν ἐν τῷ παρόντι πεποίηται.

在此处,我将记述一场大可评说之战,以及一位依我看来绝不逊色于任何所谓英雄的勇士的武艺,这正是特亚斯在此时所展现出来的。

§8.35.21

Γότθους μὲν ἐς εὐτολμίαν ἡ τῶν παρόντων ἀπόγνωσις ὥρμα, Ῥωμαῖοι δὲ αὐτούς, καίπερ ἀπονενοημένους ὁρῶντες, ὑφίσταντο δυνάμει τῇ πάσῃ, τοῖς καταδεεστέροις ἐρυθριῶντες ὑποχωρεῖν, ἀμφότεροί τε θυμῷ ἐπὶ τοὺς πέλας πολλῷ ἵεντο, οἱ μὲν θανατῶντες, οἱ δὲ ἀρετῶντες.2 καὶ ἡ μὲν μάχη πρωὶ ἤρξατο, Τεΐας δὲ πᾶσιν ἔνδηλος γεγενημένος καὶ τὴν μὲν ἀσπίδα προβεβλημένος, ἐπανατεινόμενος δὲ τὸ δόρυ, πρῶτος ξὺν ὀλίγοις τισὶ τῆς φάλαγγος ἔστη.

对眼下局势的绝望驱使哥特人孤注一掷,而罗马人虽见敌众已陷入绝境,仍全力抵挡,以向劣于自己之人退让为耻;双方皆满腔怒火冲向近旁的敌人,一方渴求速死,另一方则渴求建功立业。战斗清晨即起,特亚斯身形在众人面前一览无余,他将盾牌护在身前,高擎长矛,与少数人挺立于方阵最前列。

§8.35.23

Ῥωμαῖοι δὲ αὐτὸν ἰδόντες, οἰόμενοί τε, ἢν αὐτὸς πέσῃ, διαλυθήσεσθαι τὴν ξυμβολὴν σφίσιν αὐτίκα δὴ μάλα, ξυνίσταντο ἐπ’ αὐτὸν ὅσοι ἀρετῆς μετεποιοῦντο, παμπληθεῖς ὄντες, καὶ τὰ δόρατα ἐς αὐτὸν ἅπαντες οἱ μὲν ὤθουν, οἱ δὲ ἐσηκόντιζον.

罗马人一见到他,自忖若能击毙此人,战局必当立时化解,于是凡自诩勇武之人皆结队群起攻之,众人有的挺矛直刺,有的掷矛投掷。

§8.35.24

αὐτὸς δὲ ὑπὸ τῇ ἀσπίδι κεκαλυμμένος ταύτῃ μὲν τὰ δόρατα ἐδέχετο πάντα, ἐμπίπτων δὲ αὐτοὺς ἐκ τοῦ αἰφνιδίου πολλοὺς διεχρῆτο.

他以盾牌遮护自身,将所有长矛尽数挡在盾上,并猝然冲向敌阵,斩杀甚众。

§8.35.25

καὶ ὁπηνίκα οἱ τὴν ἀσπίδα ἔμπλεων οὖσαν πεπηγότων δοράτων θεῷτο,3 τῶν τινὶ ὑπασπιστῶν ταύτην παραδιδοὺς ἑτέραν ᾑρεῖτο.

每当他见到盾牌上插满了长矛,便将其交给一名侍从,换取另一面盾牌。

§8.35.26

οὕτω μαχόμενος ἐς τῆς ἡμέρας τὸ τριτημόριον διαγέγονε, καὶ τότε δὴ δώδεκα μὲν αὐτῷ δόρατα ἐμπεπηγότα ἡ ἀσπὶς εἶχε, κινεῖν δὲ αὐτὴν ὅπη βούλοιτο καὶ ἀποκρούεσθαι τοὺς ἐπιόντας οὐκέτι ἴσχυε.

他就这样奋战了三分之一天的时间;而彼时他的盾牌上已刺入了十二支长矛,他再无力随意挪动盾牌来击退涌上的敌军了。

语法注3 条
  1. 8.35.20οὐδὲ τῶν τινὸς λεγομένων ἡρώων, οἶμαι, καταδεεστέρα

    这是由比较级形容词καταδεεστέρα引导的简缩比较结构(comparatio compendiaria)。从属格 τῶν τινὸς λεγομένων ἡρώων 在字面上是“所谓英雄中的任何一人”,但在逻辑上省去了比较对象“其武勇(ἀρετή)”,意即“不逊色于任何所谓英雄之武勇”。

  2. 8.35.21οἱ μὲν θανατῶντες, οἱ δὲ ἀρετῶντες

    此处使用了两个带有-άω后缀的意愿动词(desiderative verbs)θανατάω(渴求速死)与ἀρετάω(渴求建功立业/显现武勇)形成鲜明对照。前者描绘哥特人陷入绝境后舍生忘死的狂暴心态,后者则表现罗马将士争先立功的求胜气概。

  3. 8.35.25ὁπηνίκα οἱ τὴν ἀσπίδα ἔμπλεων οὖσαν πεπηγότων δοράτων θεῷτο

    由ὁπηνίκα引导的过去迭代时态从句,动词采用希求法(θεῷτο)。与格代词οἱ为利害与格(共感与格),在此充当所有格功能,修饰τὴν ἀσπίδα(即“他的盾牌”)。ἔμπλεων是雅典式变格形容词ἔμπλεως的阴性单数宾格,支配属格补足语 πεπηγότων δοράτων(插满长矛)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.35.12-8.35.26