← 普罗科皮乌斯

战史

§8.35.27-8.35.38

特亚斯之死与哥特战争的终结

特亚斯在换盾的瞬间胸部暴露中矛战死,其首级虽被示众,哥特人仍死战至次日夜晚。最终哥特人派代表向纳尔塞斯求和,获准携带私产离开意大利,历时十八年的哥特战争遂宣告结束。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.35.27

τῶν δέ τινα ὑπασπιστῶν μετεκάλει σπουδῇ, οὐ τὴν τάξιν λιπὼν οὐδὲ ὅσον ἄχρι ἐς δάκτυλον ἕνα οὐδὲ ἀναποδίσας, ἢ τοὺς πολεμίους ἐπὶ τὰ πρόσω ἐπαγαγόμενος, οὐδὲ ἐπιστραφείς, οὐδὲ τὰ νῶτα τῇ ἀσπίδι ἐρείσας, οὐ μὴν οὐδὲ πλάγιος γεγονώς, ἀλλ’ ὥσπερ τῷ ἐδάφει ἐρηρεισμένος αὐτοῦ μετὰ τῆς ἀσπίδος εἱστήκει, κτείνων τε τῇ δεξιᾷ χειρὶ καὶ ἀποκρουόμενος τῇ λαιᾷ καὶ ἀνακαλῶν τὸ τοῦ ὑπασπιστοῦ ὄνομα.

他急忙呼唤一名侍从,其间未曾离开阵线哪怕一指之宽,既未后退或诱敌向前,亦未转身,未将后背倚在盾上,更未侧转身躯,而是宛如扎根于地面一般,携盾屹立在原地,右手斩敌,左手格挡,口中呼喊着那名侍从的名字。

§8.35.28

καὶ ὁ μὲν αὐτῷ μετὰ τῆς ἀσπίδος παρῆν, ὁ δὲ ταύτην εὐθὺς τῆς βαρυνομένης τοῖς δόρασιν ἀντηλλάσσετο.

侍从携盾来到他身旁,他随即用这面盾换下了那面被长矛压得沉重的盾牌。

§8.35.29

ἐν τούτῳ δέ οἱ χρόνου τινὰ βραχεῖαν στιγμὴν γυμνῷ γενέσθαι τὰ στέρνα ξυνέβη,1 τύχῃ τέ οἱ ξυνέπεσε τότε ἀκοντίῳ βεβλῆσθαι καὶ ἀπ’ αὐτοῦ εὐθυωρὸν θνήσκει.

但正在此时,他的胸口恰巧有短暂一瞬暴露在外,碰巧在此时被一支标枪击中,随即当场毙命。

§8.35.30

καὶ αὐτοῦ τὴν κεφαλὴν ἐπὶ κοντοῦ μετεωρίσαντες τῶν Ῥωμαίων τινὲς στρατιᾷ ἑκατέρᾳ περιιόντες ἐδείκνυον, Ῥωμαίοις μέν, ὅπως δὴ θαρσήσωσι μᾶλλον, Γότθοις δέ, ὅπως ἀπογνόντες τὸν πόλεμον καταλύσωσιν.

几名罗马人将他的头颅挑在高杆上,巡行于两军之间予以示众:对罗马人是为了让他们倍增士气,对哥特人则是为了让他们陷入绝望而结束战争。

§8.35.31

Οὐ μὴν οὐδ’ ὣς τὴν ξυμβολὴν κατέλυσαν Γότθοι, ἀλλ’ ἄχρι ἐς νύκτα ἐμάχοντο, καίπερ ἐξεπιστάμενοι τὸν βασιλέα τεθνάναι σφίσιν. ἐπειδὴ δὲ ξυνεσκόταζεν, αὐτοῦ ἑκάτεροι διαλυθέντες ἐν τῇ τῶν ὅπλων σκευῇ ἐνυκτέρευσαν.

然而哥特人即便如此也未停止交战,尽管深知自己的国王已经阵亡,仍鏖战至夜幕降临。待到天黑,双方在原地各自散开,顶盔贯甲露宿过夜。

§8.35.32

ἡμέρᾳ δὲ τῇ ἐπιγενομένῃ ἀναστάντες ὄρθρου τρόπῳ τῷ αὐτῷ αὖθις ἐτάξαντο καὶ μέχρι ἐς νύκτα ἐμάχοντο, καὶ οὔτε ὑπεχώρουν ἀλλήλοις οὔτε πη ἐτρέποντο ἢ ἀνεπόδιζον, καίπερ ἀμφοτέρωθεν κτεινομένων πολλῶν, ἀλλ’ ἀπηγριωμένοι τῷ ἐς ἀλλήλους ἀπηνεῖ ἔργου εἴχοντο, Γότθοι μὲν εὖ εἰδότες ὅτι δὴ τὴν ὑστάτην διαφέρουσι μάχην, Ῥωμαῖοι δὲ αὐτῶν ἐλασσοῦσθαι ἀπαξιοῦντες.

次日拂晓起身,他们再度以同样的方式列阵,战斗持续至深夜;双方虽有众多人丧生,却互不退让,亦无任何人溃逃或后撤,而是被对彼此的残酷敌意所激怒,坚守战阵;哥特人深知这是他们进行的最后一战,罗马人则不屑于败于他们之手。

§8.35.33

ἐν ὑστάτῳ δὲ οἱ βάρβαροι παρὰ τὸν Ναρσῆν πέμψαντες τῶν λογίμων τινὰς μεμαθηκέναι μὲν ἔλεγον ὡς πρὸς τὸν θεὸν σφίσιν ὁ ἀγὼν γένοιτο· αἰσθάνεσθαι γὰρ τὴν ἀντιταχθεῖσαν αὐτοῖς δύναμιν· καὶ τοῖς ξυμπεσοῦσι ξυμβάλλοντες τὴν τῶν πραγμάτων ἀλήθειαν γνωσιμαχεῖν2 τὸ λοιπὸν βούλεσθαι καὶ ἀπολιπεῖν τὴν ἀγώνισιν, οὐ μέντοι βασιλεῖ ἐπακούσοντες, ἀλλὰ ξὺν τῶν ἄλλων βαρβάρων τισὶν αὐτόνομοι βιοτεύσοντες, ἐδέοντό τε εἰρηναίαν σφίσι τὴν ἀναχώρησιν ἐνδοῦναι Ῥωμαίους, οὐ φθονοῦντας αὐτοῖς λογισμοῦ σώφρονος, ἀλλὰ καὶ χρήμασι τοῖς αὐτῶν ὥσπερ ἐφοδίοις αὐτοὺς δωρουμένους, ὅσα δὴ ἐν τοῖς ἐπὶ τῆς Ἰταλίας φρουρίοις αὐτῶν ἕκαστος ἐναποθέμενος ἔτυχε πρότερον.

最终,蛮族派遣几名显贵前往纳尔塞斯处,声称他们已明白自己的抗争乃是与神明为敌,因为他们感受到了与自己作对的伟力;他们根据所发生的变故领会到了事理的真相,今后愿改变心意放弃抗争,然而并非归顺皇帝,而是要与其他一些蛮族一起独立生活;他们请求罗马人准予他们和平撤离,切勿阻挠他们明智的打算,反而将他们各自的资财权作路费赐予他们,即此前他们每个人碰巧存放在意大利各要塞中的财产。

§8.35.34

ταῦτα ὁ μὲν Ναρσῆς ἐν βουλῇ ἐποιεῖτο. Ἰωάννης δὲ ὁ Βιταλιανοῦ παρῄνει δέησιν ἐνδέχεσθαι τήνδε, καὶ μὴ περαιτέρω θανατῶσιν ἀνθρώποις διὰ μάχης ἰέναι, μηδὲ ἀποπειράσασθαι τόλμης ἐν ἀπογνώσει φυομένης τοῦ βίου, ἣ καὶ τοῖς αὐτῆς ἐχομένοις καὶ τοῖς ὑπαντιάζουσι χαλεπὴ γίνεται.

纳尔塞斯就此进行商议。维塔利安之子约翰建议接受这一请求,不要与心怀求死之志的人进一步交战,亦不要去试探由对生命的绝望所滋生的大胆,这种狂妄对于心怀此念之人以及迎战之人皆极为凶险。

§8.35.35

“Ἀρκεῖ γάρ,” ἔφη, “τοῖς γε σώφροσι τὸ νικᾶν, τὸ δὲ ὑπεράγαν ἐθέλειν ἴσως ἄν τῳ καὶ ἐς τὸ ἀξύμφορον τρέποιτο.”

“因为对于明智之人而言,”他说道,“取得胜利便已足够;过分强求,对某人而言或许还会招致不利。”

§8.35.36

Πείθεται τῇ ὑποθήκῃ Ναρσῆς, καὶ ξυνέβησαν ἐφ’ ᾧ3 τῶν βαρβάρων οἱ ἀπολελειμμένοι χρήματα κεκομισμένοι τὰ αὐτῶν ἴδια ἐκ πάσης ἀπαλλάξονται Ἰταλίας εὐθύς, πόλεμόν τε μηχανῇ οὐδεμιᾷ πρὸς Ῥωμαίους διοίσουσιν ἔτι.

纳尔塞斯听从了这一劝告,双方遂达成协议:幸存的蛮族在取回各自私产后立即撤出整个意大利,并不得以任何手段再与罗马人开战。

§8.35.37

Γότθοι μὲν οὖν μεταξὺ χίλιοι τοῦ στρατοπέδου ἐξαναστάντες ἐς Τικινόν τε πόλιν καὶ χωρία τὰ ὑπὲρ ποταμὸν Πάδον ἐχώρησαν, ὧν ἄλλοι τε ἡγοῦντο καὶ Ἰνδούλφ, οὗπερ πρότερον ἐπεμνήσθην.

于是,其间有一千名哥特人离开军营,前往提基努姆城和波河以北的地区,由因杜尔夫(我此前曾提及他)等人统领。

§8.35.38

οἱ δὲ λοιποὶ ἅπαντες ὅρκια δόντες τὰ ξυγκείμενα πάντα ἐπέρρωσαν. οὕτω τε καὶ Κύμην καὶ τὰ λοιπὰ πάντα ἐξεῖλον Ῥωμαῖοι, καὶ τὸ ὀκτωκαιδέκατον ἔτος ξυνετελεύτα τῷ Γοτθικῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

其余所有人皆宣誓确认了全部协定。罗马人就这样攻克了库麦及所有其余据点,而普罗科匹乌斯所著述的这场哥特战争,至此结束了它的第十八个年头。

语法注3 条
  1. 8.35.29γυμνῷ γενέσθαι τὰ στέρνα ξυνέβη

    无人称动词 ξυνέβη(“发生了……”)支配不定式 γενέσθαι。表语形容词 γυμνῷ 并未按通常规则取不定式主语的宾格,而是受格吸引与指示特亚斯的与格代词 οἱ(利益与格)保持一致;τὰ στέρνα 则是表示身体部位的限定宾格(关系宾格)。

  2. 8.35.33γνωσιμαχεῖν

    此动词为古典史学散文(如希罗多德)中的特有成语,字面含义为“与自己的判断(γνώμη)交锋”,引申为“改变主意”、“认输悔悟”或“放弃原定主张”。在此处与后续的 καὶ ἀπολιπεῖν τὴν ἀγώνισιν(“放弃斗争”)并列,指改变既往顽抗的立场。

  3. 8.35.36ἐφ’ ᾧ

    短语 ἐφ’ ᾧ 具有连词功能,用以引入协议或条约的具体条件(意为“在……的条件下”),界定动词 ξυνέβησαν(“达成协议”)的条款。其从句中使用将来时直陈语气(ἀπαλλάξονται 及 διοίσουσιν),是古典希腊语中规定约文的典型句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.35.27-8.35.38