← 普罗科皮乌斯

战史

§8.35.1-8.35.11

维苏威火山与两军隔德拉孔河对峙

本段详细描述了坎帕尼亚的贝维乌斯(维苏威)火山与德拉孔河的地形特征,随后记述了罗马军与哥特军隔河扎营对峙达两个月之久,其间仅以箭战和偶发的单挑相抗衡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.35.1

Ἔστι δέ τι ὄρος ἐπὶ Καμπανίας ὁ Βέβιος, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ὅτι δὴ πολλάκις ἀφίησιν ἦχον μυκηθμῷ ἐμφερῆ. καὶ ἐπειδὰν αὐτῷ τοῦτο ξυμβαίη, ὁ δὲ καὶ κόνεως ἐπὶ τούτῳ ζεούσης μέγα τι χρῆμα ἐρεύγεται.1 ταῦτα μὲν ἐς ἐκεῖνό μοι τοῦ λόγου ἐρρήθη.

坎帕尼亚有一座名为贝维乌斯(维苏威)的山,我在先前的记述中曾提及它,指出它常发出类似于公牛咆哮的轰鸣。每逢发生此种情形,它便随之喷出大量的炽热灰烬。关于这些,我在那处记载中已然说明。

§8.35.2

τούτου δὴ τοῦ ὄρους, ᾗπερ καὶ τῆς κατὰ τὴν Σικελίαν Αἴτνης, κενὰ τὰ ἐν μέσῳ ἐκ τῶν ἐσχάτων ἄχρι ἐς τὴν ὑπερβολὴν ἀπὸ ταὐτομάτου τετύχηκεν εἶναι,2 οὗ δὴ ἔνερθεν διηνεκὲς τὸ πῦρ καίεται.

此山正如西西里的埃特纳山一样,其内部从最底层直至山巅自然形成一片空洞,而烈火就在其深处经年不熄地燃烧。

§8.35.3

ἐς τόσον δὲ βάθος τοῦτο δὴ τὸ κενὸν διήκειν ξυμβαίνει ὥστε δὴ ἀνθρώπῳ ἐν τῇ ἀκρωρείᾳ ἑστῶτι ὑπερκύπτειν τε τολμῶντι ἐνθένδε οὐ ῥᾳδίως ἡ φλὸξ ὁρατὴ γίνεται.3

这空洞延展之深,以至于即使有人站在山巅上壮着胆子探身下望,火光也难以轻易映入眼帘。

§8.35.4

ὁπηνίκα δὲ ξυνενεχθείη τῷ ὄρει τῷδε τὴν κόνιν, ᾗπέρ μοι ἐρρήθη, ἐρεύγεσθαι, καὶ πέτρας ἀποτεμνομένη ἀπὸ τῶν τοῦ Βεβίου ἐσχάτων ἡ φλὸξ ὑπὲρ τὴν κορυφὴν τοῦ ὄρους τούτου μετεωρίζει, τὰς μὲν βραχείας, τὰς δὲ καὶ μεγάλας κομιδῆ οὔσας, ἐνθένδε τε αὐτὰς ἀποπεμπομένη ὅπη παρατύχοι διασκεδάννυσι.

而当正如我所说、此山开始喷吐灰烬之时,烈焰便从贝维乌斯的最底层削下岩石,将它们高高掀起至山巅之上——有的细小,有的则极其庞大——并自那里将它们抛射出去,散落各处。

§8.35.5

ῥέει δὲ καὶ ῥύαξ ἐνταῦθα πυρὸς ἐκ τῆς ἀκρωρείας κατατείνων ἄχρι ἐς τοῦ ὄρους τὸν πρόποδα καὶ ἔτι πρόσω, ἅπερ ἅπαντα καὶ κατὰ τὴν Αἴτνην γίνεσθαι πέφυκεν. ὄχθας δὲ ποιεῖται ὑψηλὰς ἑκατέρωθεν ὁ τοῦ πυρὸς ῥύαξ, τὰ ἔνερθεν τέμνων.

一道火流亦自峰顶奔涌而下,直抵山脚乃至更远处,这一切同样是埃特纳山天然具备的现象。这道火流切削地下,在两旁筑起高耸的岩岸。

§8.35.6

καὶ φερομένη μὲν ἐπὶ τοῦ ῥύακος τὰ πρῶτα ἡ φλὸξ καιομένῃ εἰκάζεται ὕδατος ἐκροῇ· ἐπεὶ δὲ αὐτῇ ἀποσβεσθῆναι ξυμβαίη, ἀναστέλλεται μὲν τῷ ῥύακι ὁ δρόμος εὐθύς, ἐπίπροσθέν τε ὁ ῥοῦς οὐδαμῆ πρόεισι, τὸ δὲ ὑφίζανον τούτου δὴ τοῦ πυρὸς πηλὸς φαίνεται σποδιᾷ ἐμφερής.

烈焰最初随奔流涌动时,宛如倾泻而出的滚烫烈水;但一旦熄灭,火流的前进便立即受阻,流体不再向前推进,而这火流沉积下来的残渣,便呈现为形如灰烬的泥泞。

§8.35.7

Κατὰ τούτου δὴ τοῦ Βεβίου τὸν πρόποδα ὕδατος πηγαὶ ποτίμου εἰσί. καὶ ποταμὸς ἀπ’ αὐτῶν πρόεισι Δράκων ὄνομα, ὃς δὴ ἄγχιστά πη τῆς Νουκερίας πόλεως φέρεται. τούτου τοῦ ποταμοῦ ἑκατέρωθεν ἐστρατοπεδεύσαντο ἀμφότεροι τότε.

就在此座贝维乌斯山麓下,有甘甜适饮的泉源。自泉中流出一条名为德拉孔的河流,其水道紧邻努凯里亚城流淌。彼时两军便隔着这条河在两岸分别安营扎寨。

§8.35.8

ἔστι δὲ ὁ Δράκων τὸ μὲν ῥεῦμα βραχύς, οὐ μέντοι ἐσβατὸς οὔτε ἱππεῦσιν οὔτε πεζοῖς, ἐπεὶ ʽἐν στενῷ ξυνάγων τὸν ῥοῦν’ τήν τε γῆν ἀποτεμνόμενος ὡς βαθύτατα ἑκατέρωθεν ὥσπερ ἀποκρεμαμένας ποιεῖται τὰς ὄχθας.

德拉孔河的水量虽小,但无论是骑兵还是步兵都无法涉渡;因为它的水流受狭隘处所束缚,极深地切削两旁的泥土,使河岸陡峭犹如悬崖绝壁。

§8.35.9

πότερα δὲ τῆς γῆς ἢ τοῦ ὕδατος φέρεται τὴν αἰτίαν ἡ φύσις4 οὐκ ἔχω εἰδέναι. καταλαβόντες δὲ τοῦ ποταμοῦ τὴν γέφυραν Γότθοι, ἐπεὶ αὐτῆς ἐστρατοπεδεύσαντο ἄγχιστα, πύργους τε ξυλίνους ταύτῃ ἐνθέμενοι μηχανάς τε ἄλλας καὶ τὰς βαλλίστρας καλουμένας ἐνταῦθα πεποίηνται, ὅπως ἐνθένδε κατὰ κορυφὴν τῶν πολεμίων ἐνοχλοῦντας δύνωνται βάλλειν.

这究竟应当归咎于土壤的性质还是水流的特性,我实无法得知。哥特人由于就近驻营,遂控制了河上的桥梁,在此架设了木塔,并设置了其他器械以及所谓的弩炮,以便从上方居高临下地射击进逼的敌军。

§8.35.10

ἐκ χειρὸς μὲν οὖν γίνεσθαί τινα ξυμβολὴν ἀμήχανα ἦν, τοῦ ποταμοῦ, ᾗπέρ μοι εἴρηται, μεταξὺ ὄντος· ἀμφότεροι δὲ ὡς ἀγχοτάτω τῆς κατ’ αὐτὸν ὄχθης γενόμενοι τοξεύμασι τὰ πολλὰ ἐς ἀλλήλους ἐχρῶντο.

因此,正如我所说由于有河流相隔,短兵相接的交锋绝无可能;但双方都尽量逼近各自一侧的河岸,主要以箭矢互射。

§8.35.11

ἐγίνοντο δὲ καὶ μονομαχίαι τινές, Γότθου ἀνδρός, ἂν οὕτω τύχοι, ἐκ προκλήσεως τὴν γέφυραν διαβαίνοντος. χρόνος τε μηνῶν δυοῖν τοῖν στρατοπέδοιν ἐς τοῦτο ἐτρίβη.

有时亦会发生单挑决斗,偶有哥特武士在接受挑战后越过桥梁。两军在此种僵持中耗费了两个月的时间。

语法注4 条
  1. 8.35.1ὁ δὲ καὶ κόνεως ἐπὶ τούτῳ ζεούσης μέγα τι χρῆμα ἐρεύγεται

    在接续条件/时间从句 ἐπειδὰν αὐτῷ τοῦτο ξυμβαίη 之后,主句开头的 ὁ δέ 中的 δέ 为后置引申连词(归结从属连词,apodotic de),代词 ὁ 指代前文的“火山”(ὁ Βέβιος)。介词短语 ἐπὶ τούτῳ 表示“在此之上/值此之际”。

  2. 8.35.2κενὰ τὰ ἐν μέσῳ ἐκ τῶν ἐσχάτων ἄχρι ἐς τὴν ὑπερβολὴν ἀπὸ ταὐτομάτου τετύχηκεν εἶναι

    句子的核心骨架为 τὰ ἐν μέσῳ ... κενὰ εἶναι τετύχηκεν(“内部恰巧处于中空状态”)。κενά 作表语形容词,τὰ ἐν μέσῳ 为实质主语。介词短语 ἐκ τῶν ἐσχάτων(“自最底层起”)与 ἄχρι ἐς τὴν ὑπερβολήν(“直至顶峰”)界定了这一空洞的纵向跨度。

  3. 8.35.3ὥστε δὴ ἀνθρώπῳ ἐν τῇ ἀκρωρείᾳ ἑστῶτι ὑπερκύπτειν τε τολμῶντι ἐνθένδε οὐ ῥᾳδίως ἡ φλὸξ ὁρατὴ γίνεται

    在由 ὥστε 引导的直陈式结果从句(γίνεται)中,与格短语 ἀνθρώπῳ ... ἑστῶτι ... τολμῶντι 充当评判或视点与格(dativus iudicantis),依附于表语形容词 ὁρατή(“对……而言是可见的”)。

  4. 8.35.9πότερα δὲ τῆς γῆς ἢ τοῦ ὕδατος φέρεται τὴν αἰτίαν ἡ φύσις

    间接疑问从句,主语为 ἡ φύσις。短语 αἰτίαν φέρεται 为习惯表达,意为“承担责任/受咎”,属格 τῆς γῆς 与 τοῦ ὕδατος 借隔词语序前置,修饰主语 ἡ φύσις,意即“究竟是土地的性质抑或水流的性质应当承担此咎”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.35.1-8.35.11