- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.34.13-8.34.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕库里乌斯击溃拉格纳里斯,罗马军攻克数座要塞;特亚未能争取到法兰克人的支援,遂绕道进军坎帕尼亚,纳尔塞斯得知后集结全军前往迎战。
ταῦτα ἀκούσας Πακούριος ὀλίγους μέν τινας ἐπὶ τῇ τοῦ Δρυοῦντος φυλακῇ εἴασε, παντὶ δὲ τῷ ἄλλῳ στρατῷ ἐπὶ τοὺς πολεμίους αὐτίκα ᾔει.
帕库里乌斯听闻此事后,仅留下少数人防守德留斯,随即率领其余全部军队向敌军进发。
Ῥάγναρις δὲ τοὺς μὲν πεντήκοντα μελλήσει οὐδεμιᾷ ἔκτεινεν, ὡς ὑπαντιάσων δὲ τοῖς πολεμίοις ἐκ τοῦ Τάραντος τοὺς Γότθους ἐξῆγεν. ἐπειδή τε ἀλλήλοις ξυνέμιξαν, ἡσσῶνται Γότθοι.
拉格纳里斯毫不迟疑地杀死了那五十人,并率领哥特人离开塔兰托以迎击敌军。两军交锋后,哥特人败北。
Ῥάγναρίς τε αὐτοῦ ἀποβαλὼν πλείστους ξὺν τοῖς καταλοίποις δρασμῷ εἴχετο.1 ἐς μέντοι τὸν Τάραντα εἰσελθεῖν οὐδαμῆ ἴσχυσε, πανταχόθεν αὐτὸν περιβεβλημένων Ῥωμαίων, ἀλλ’ ἐς Ἀχεροντίδα ἐλθὼν ἔμεινε.
拉格纳里斯当场损失了大半部属,与余众一同仓皇逃奔。然而由于罗马人已从四面合围,他绝无法进入塔兰托,只得前往阿克隆提亚驻留下来。
ταῦτα μὲν οὖν τοιαύτῃ ἐγεγόνει. Ῥωμαῖοι δὲ οὐ πολλῷ ὕστερον τόν τε Πόρτον πολιορκήσαντες ὁμολογίᾳ εἷλον καὶ φρούριον ἐν Τούσκοις, ὃ δὴ Νέπα καλοῦσι, καὶ τὸ ἐν Πέτρᾳ τῇ Περτούσῃ ὀνομαζομένῃ ὀχύρωμα.
于是,这些事情便以这般结局告终。不久之后,罗马人围攻波尔图斯并通过协议攻取了该城,随后又攻克了图斯基亚境内被称为内帕的一座堡垒,以及名为佩特拉·佩尔图萨的要塞。
Τεΐας δὲ ʽοὐ γὰρ ἀξιομάχους τῷ Ῥωμαίων στρατῷ Γότθους κατὰ μόνας ᾤετο εἶναἰ παρὰ Θευδίβαλδον τὸν Φράγγων ἄρχοντα ἔπεμψε, χρήματα πολλὰ προτεινόμενος ἐπί τε ξυμμαχίαν παρακαλῶν.
特亚方面——因他认为哥特人单凭自身力量不足以抗衡罗马大军——派人前往法兰克人的统治者特乌迪巴尔德处,许以重金,恳请其结成同盟。
ἀλλὰ Φράγγοι τὰ ξύμφορα, οἶμαι, βεβουλευμένοι οὔτε ὑπὲρ τῆς Γότθων οὔτε ὑπὲρ τῆς τῶν Ῥωμαίων ὠφελείας ἐβούλοντο θνήσκειν, ἀλλὰ σφίσιν αὐτοῖς προσποιεῖν Ἰταλίαν ἐν σπουδῇ εἶχον, καὶ τούτου δὴ ἕνεκα τοὺς ἐν πολέμῳ κινδύνους ὑφίστασθαι ἤθελον. ἐτύγχανε δὲ Τουτίλας ἔνια μὲν τῶν χρημάτων ἐν Τικινῷ καταθέμενος, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, τὰ δὲ πλεῖστα ἐν φρουρίῳ ἐχυρῷ μάλιστα, ὅπερ ἐν Κύμῃ τῇ ἐπὶ Καμπανίας ξυμβαίνει εἶναι, καὶ φρουροὺς ἐνταῦθα καταστησάμενος, ἄρχοντά τε αὐτοῖς τὸν ἀδελφὸν τὸν αὑτοῦ ξὺν Ἡρωδιανῷ ἐπιστήσας.
然而法兰克人据我推测是在权衡自身的利益,他们既不愿为哥特人的利益舍命,也不愿为罗马人的利益战死,而是专心致志于将意大利据为己有,正因如此才甘冒战乱的危险。当时托蒂拉正如我先前所述,已将一部分财物寄存于蒂基努姆,但绝大部分则留在位于坎帕尼亚库迈的一座极其坚固的堡垒中,并在那里部署了守卫,任命自己的兄弟与赫罗迪亚努斯一同担任其长官。
τούτους δὴ βουλόμενος ὁ Ναρσῆς ἐξελεῖν ἐς Κύμην τινὰς τοὺς τὸ φρούριον πολιορκήσοντας ἔπεμψεν, αὐτὸς δὲ Ῥώμην διακοσμῶν αὐτοῦ ἔμεινε. καὶ ἄλλους στείλας ἐκέλευε Κεντουκέλλας πολιορκεῖν.
纳尔塞斯意欲拿下这些人,便派遣若干部队前往库迈围攻该堡垒,自己则留在罗马料理城防事务;他又派人命其包围琴图姆切莱。
Τεΐας δὲ ἀμφὶ τοὺς ἐν Κύμῃ φρουροὺς καὶ τὰ χρήματα δείσας, ἀπογνούς τε τὴν ἀπὸ τῶν Φράγγων ἐλπίδα, τούς οἱ ἑπομένους διέτασσεν ὡς τοῖς πολεμίοις ὁμόσε χωρήσων.
特亚为库迈的守军和财物深感忧虑,又断绝了从法兰克人处获得援助的希望,便整顿部下准备与敌军正面决战。
Ὧνπερ αἰσθόμενος ὁ Ναρσῆς Ἰωάννην τε τὸν Βιταλιανοῦ ἀδελφιδοῦν καὶ Φιλημοὺθ ξὺν τῷ οἰκείῳ στρατεύματι ἐς τὰ ἐπὶ Τουσκίας χωρία ἰέναι κελεύει, ἐνταῦθά τε καθιζησομένους καὶ τοῖς ἐναντίοις ἀναχαιτίσοντας2 τὴν ἐπὶ Καμπανίας ὁδόν,3 ὅπως οἱ Κύμην πολιορκοῦντες ἀδεέστερον αὐτὴν ἢ βίᾳ ἢ ὁμολογίᾳ ἐξελεῖν δύναιντο.
纳尔塞斯察知这一动向后,命令维塔利亚努斯的侄子约翰以及菲勒穆特率其所属部队前往图斯基亚地区,并在当地驻扎以切断敌军通往坎帕尼亚的道路,以便围攻库迈的人马能够更为安全地通过强攻或协议受降将其拿下。
ἀλλὰ Τεΐας ὁδοὺς μὲν ἐν δεξιᾷ τὰς ἐπιτομωτάτας ἐπὶ τὸ πλεῖστον ἀφείς, περιόδους δὲ πολλὰς καὶ μακροτάτας περιβαλόμενος, διά τε τῆς παραλίας κόλπου τοῦ Ἰονίου ἰών, ἐς Καμπανίαν ἀφίκετο, τοὺς πολεμίους λαθὼν ἅπαντας. ὅπερ ἐπεὶ Ναρσῆς ἔμαθε, τούς τε ἀμφὶ τὸν Ἰωάννην καὶ Φιλημοὺθ μετεπέμπετο, οἳ τὴν δίοδον ἐν Τούσκοις ἐφρούρουν, καὶ Βαλεριανὸν ἄρτι Πέτραν ἐξαιροῦντα τὴν Περτοῦσαν καλουμένην μετεκάλει ξὺν τοῖς ἑπομένοις, τάς τε δυνάμεις ξυνήγειρε, παντί τε καὶ αὐτὸς τῷ στρατῷ ὡς ἐς μάχην ξυντεταγμένος ἐς Καμπανοὺς ᾔει.
然而特亚将最便捷的道路多置于右侧舍弃不走,而是绕了许多极长的大弯,沿着伊奥尼亚湾的海岸行进,从而抵达了坎帕尼亚,避开了所有的敌军。纳尔塞斯获悉此事后,便召回在图斯基亚把守通道的约翰和菲勒穆特一行,同时将刚刚攻占被称为佩特拉·佩尔图萨要塞的瓦勒里安及其部队一并召回;纳尔塞斯集结各部军力,自己亦率领全军摆出迎战阵势,开赴坎帕尼亚。
- 8.34.15δρασμῷ εἴχετο
动词 ἔχομαι 的中动语态与表示方式或手段的与格名词(δρασμῷ)连用构成的惯用表达,意为“投身于逃跑”或“仓皇逃奔”。
- 8.34.22καθιζησομένους καὶ τοῖς ἐναντίοις ἀναχαιτίσοντας
阳性宾格复数未来分词,与前面 κελεύει 的宾语 Ἰωάννην... καὶ Φιλημοὺθ 一致。紧承不定式 ἰέναι 之后,表示移动的目的(“为了驻扎在那里并阻遏敌军”)。
- 8.34.22τοῖς ἐναντίοις ἀναχαιτίσοντας τὴν ἐπὶ Καμπανίας ὁδόν
动词 ἀναχαιτίζω(阻遏、截断)兼带表受损的与格(τοῖς ἐναντίοις)与直接宾格宾语(τὴν... ὁδόν),意为“对敌人截断通往坎帕尼亚的道路”。
