- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.34.1-8.34.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马城被攻占后,溃逃的哥特人与入城的蛮族士兵大肆屠戮,坎帕尼亚的元老院议员及作为人质的显贵子弟惨遭处决,同时塔兰托的拉格纳里斯背弃协定并诱押了罗马护卫士兵。
Τότε δὴ τοῖς ἀνθρώποις διαφανέστατα ἐπιδέδεικται ὡς ἅπασιν, οἷσπερ ἔδει γενέσθαι κακῶς, καὶ τὰ εὐτυχήματα δοκοῦντα εἶναι εἰς ὄλεθρον ἀποκέκριται, κατὰ νοῦν τε ἀπαλλάξαντες1 ἴσως τῇ τοιαύτῃ εὐημερίᾳ ξυνδιαφθείρονται.
正是在那时,向世人最为鲜明地昭示了:凡是注定要遭遇不幸的人,即使看似是吉庆的幸事,亦会化为毁灭;即便他们随心如愿,或许也会同这般荣景一同归于覆灭。
Ῥωμαίων γὰρ τῇ τε ξυγκλήτῳ βουλῇ καὶ τῷ δήμῳ τὴν νίκην τήνδε πολλῷ ἔτι μᾶλλον φθόρου αἰτίαν ξυνηνέχθη γενέσθαι τρόπῳ τοιῷδε.
因为对于罗马的元老院和民众而言,这场胜利以如下方式成了远为巨大的祸患根源。
Γότθοι μὲν φεύγοντες καὶ τὴν Ἰταλίας ἐπικράτησιν ἀπογνόντες, ὁδοῦ ποιούμενοι πάρεργον, τοὺς παρατυχόντας σφίσι Ῥωμαίους οὐδεμιᾷ διεχρῶντο φειδοῖ.
哥特人在逃跑途中,对保有意大利的统治已感绝望,便在行路之余顺便对手边遇到的罗马人大加屠戮,毫无怜恤。
οἱ δὲ βάρβαροι τοῦ Ῥωμαίων στρατοῦ ὡς πολεμίοις ἐχρῶντο πᾶσιν οἷς ἂν ἐντύχοιεν ἐν τῇ ἐς τὴν πόλιν εἰσόδῳ.
而罗马军队中的蛮族士兵,则将进城时所遇到的一切人均视作敌人对待。
πρὸς δὲ καὶ τόδε αὐτοῖς ξυνηνέχθη γενέσθαι. πολλοὶ τῶν ἀπὸ τῆς ξυγκλήτου βουλῆς, τοῦτο Τουτίλᾳ δεδογμένον,2 τὰ πρότερα ἔμενον ἐς τὰ ἐπὶ Καμπανίας χωρία.
此外,他们还遭遇了如下变故。元老院中的许多人,遵照托蒂拉原先的决定,此前一直留居在坎帕尼亚地区的庄园里。
ὧνπέρ τινες, ἐπεὶ Ῥώμην ἔχεσθαι πρὸς τοῦ βασιλέως στρατοῦ ἔγνωσαν, ἐκ Καμπανίας ἐξαναστάντες ἐς αὐτὴν ᾔεσαν. ὃ δὴ Γότθοι μαθόντες, ὅσοι ἐν τοῖς ταύτῃ ὀχυρώμασιν ἐτύγχανον ὄντες, ἅπαντα διερευνώμενοι τὰ ἐκείνῃ χωρία τοὺς πατρικίους ἅπαντας ἔκτειναν. ἐν τοῖς καὶ Μάξιμος ἦν, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην.
其中有些人得知罗马已被皇帝的军队占领,便离开坎帕尼亚赶往城内。当地要塞中的哥特人得知此事后,搜遍了那一带的全部区域,将贵族们悉数诛杀。我在前文中提及的马克西姆斯亦在其中。
ἐτύγχανε δὲ καὶ Τουτίλας, ἡνίκα Ναρσῇ ὑπαντιάσων ἐνθένδε ᾔει, τῶν ἐκ πόλεως ἑκάστης δοκίμων Ῥωμαίων τοὺς παῖδας ἀγείρας καὶ αὐτῶν ἐς τριακοσίους ἀπολεξάμενος, οὕσπερ μάλιστα τὸ σῶμα καλοὺς ᾤετο εἶναι, τοῖς μὲν γειναμένοις ὅτι δὴ αὐτῷ ξυνδιαιτήσονται ὑπειπών, ὁμήρους δέ οἱ λόγῳ τῷ ἀληθεῖ ἐσομένους.3 καὶ αὐτοὺς Τουτίλας μὲν τότε ὑπὲρ ποταμὸν Πάδον ἐκέλευσεν εἶναι, Τεΐας δὲ τανῦν ἐνταῦθα εὑρὼν ἅπαντας ἔκτεινε.
当初托蒂拉从此处出发迎战纳尔塞斯时,曾从各城显贵罗马人中征集子弟,挑选出约三百名他认为体态最为俊美者,对他们的父母假称这些人将与自己共同起居,但实际上他们是要作为他的质子。当时托蒂拉命令将他们留置于波河彼岸,而特亚如今在那里找到了他们,便将他们全部处死。
Ῥάγναρίς τε, Γότθος ἀνήρ, ὅσπερ ἡγεῖτο τοῦ ἐν Ταραντηνοῖς φυλακτηρίου, καίπερ τὰ πιστὰ γνώμῃ βασιλέως πρὸς τοῦ Πακουρίου κεκομισμένος, Ῥωμαίοις τε προσχωρήσειν ὁμολογήσας, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, παρασχόμενος δὲ καὶ Γότθους ἓξ ἐν ὁμήρων λόγῳ ἐπὶ ταύτῃ δὴ τῇ ὁμολογίᾳ Ῥωμαίοις, ἐπειδὴ Τεΐαν ἤκουσε βασιλέα καταστάντα Γότθοις τούς τε Φράγγους ἐς ἐπικουρίαν ἐπαγαγέσθαι καὶ παντὶ τῷ στρατῷ τοῖς πολεμίοις ἐθέλειν ὁμόσε ἰέναι, μεταπορευθεὶς τὴν βουλὴν ἐπιτελεῖν τὰ ὡμολογημένα οὐδαμῆ ἤθελε.
还有一位统领塔兰托守军的哥特人拉格纳里斯,尽管先前依照皇帝的旨意从帕库里乌斯那里获得了安全保证,并如我前文所述答应归顺罗马人,且为履行此项协议向罗马人交出了六名哥特人充当质子;然而,当他听说特亚已被立为哥特人的国王,已招引法兰克人前来援救,并准备率全军与敌人正面交锋时,便改变主意,绝不愿再履行先前的协定。
σπουδάζων δὲ καὶ διατεινόμενος τοὺς ὁμήρους ἀπολαβεῖν ἐπενόει τάδε. πέμψας παρὰ τὸν Πακούριον ᾔτει σταλῆναί οἱ τῶν Ῥωμαίων στρατιωτῶν ὀλίγους τινάς, ἐφ’ ᾧ ξὺν τῷ ἀσφαλεῖ ἔς τε τὸν Δρυοῦντα ἰέναι σφίσι δυνατὰ εἴη ἐνθένδε τε διαπορθμευσαμένοις τὸν Ἰόνιον κόλπον ἐπὶ Βυζαντίου κομίζεσθαι.
他急切且不遗余力地想要夺回人质,便想出了如下计策:他派人前往帕库里乌斯处,请求派给他少数罗马士兵,以便他们能平安抵达德留斯,再从那里渡过伊奥尼亚湾前往拜占庭。
ὁ μὲν οὖν Πακούριος μακρὰν ἀπολελειμμένος τῶν τῷ ἀνθρώπῳ βεβουλευμένων τῶν οἱ ἑπομένων πεντήκοντα στέλλει.
帕库里乌斯完全未能料及该人心中所谋,便派遣了随从中的五十人。
ὁ δὲ αὐτοὺς τῷ φρουρίῳ δεξάμενος καθεῖρξεν εὐθύς, τῷ τε Πακουρίῳ ἐσήμαινεν ὡς, εἴπερ αὐτῷ τοὺς στρατιώτας βουλομένῳ εἴη τοὺς αὑτοῦ ῥύεσθαι,4 ἀποδιδόναι δεήσει τοὺς Γότθων ὁμήρους.
然而拉格纳里斯一将他们接进要塞,便立刻予以囚禁,并向帕库里乌斯传信说,若他有意救回自己的部下,就必须交还哥特人的人质。
- 8.34.1κατὰ νοῦν τε ἀπαλλάξαντες
动词 ἀπαλλάσσω 在此作不及物或中间态意义使用,意为“脱身、了事、境遇如何”,与副词短语 κατὰ νοῦν(随心所愿)连用,作修饰后续主语的分词短语,带有让步或假定条件意味(“即便他们称心如意”)。
- 8.34.5τοῦτο Τουτίλᾳ δεδογμένον
这是由无人称动词完成时被动分词构成的独立宾格结构(accusative absolute),τοῦτο δεδογμένον 意为“由于这已被决定/按照这一决定”,与格名词 Τουτίλᾳ 表示施事者(决断者)。
- 8.34.8ὁμήρους δέ οἱ λόγῳ τῷ ἀληθεῖ ἐσομένους
与前句的 τοῖς μὲν γειναμένοις ὅτι δὴ αὐτῷ ξυνδιαιτήσονται ὑπειπών 相对比。前半句在 ὑπειπών 之后接 ὅτι 引导的定式从句,而后半句借 δέ 转而采用宾格与将来时分词结构(ἐσομένους,省略的主语指那些少年),构成了句式上的转折交替(anacoluthon),以揭示真实的企图。
- 8.34.12εἴπερ αὐτῷ τοὺς στρατιώτας βουλομένῳ εἴη τοὺς αὑτοῦ ῥύεσθαι
这是一种习惯句式,以人称代词与格(αὐτῷ)搭配表示意愿的分词与格(βουλομένῳ),与系动词(此处为在次要时态动词 ἐσήμαινεν 间接引语下采用的希求法 εἴη)连用,表达“若他愿意/若合其心愿”(即 εἴ τινι βουλομένῳ ἐστί 结构)。
