- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.33.14-8.33.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
纳尔塞斯率领罗马军在广阔的城墙各处发起牵制性猛攻,达吉斯泰乌斯乘虚从无人防守处架梯入城收复罗马。被困于要塞的哥特守军随即投降,罗马在查士丁尼统治时期迎来了第五次陷落。
ἐτύγχανε δὲ Τουτίλας πολλὰς μὲν ἐμπρησάμενος τῆς πόλεως οἰκοδομίας, ἡνίκα δὴ αὐτὴν τὸ πρῶτον ἐξεῖλεν.... ἐν ὑστάτῳ δὲ λογισάμενος, ὡς ἐς ὀλίγους ἀποκεκριμένοι1 οὐχ οἷοί τέ εἰσι τὸ λοιπὸν Γότθοι ἅπαντα τὸν περίβολον Ῥώμης διαφυλάξαι, τειχίσματι βραχεῖ ὀλίγην τινὰ τῆς πόλεως μοῖραν ἀμφὶ τὸν Ἀδριανοῦ περιβαλὼν τάφον καὶ αὐτὸ τῷ προτέρῳ τείχει ἐνάψας φρουρίου κατεστήσατο σχῆμα.
托蒂拉当初初次攻取罗马城时,曾焚毁了城内许多建筑。……最后,他考虑到哥特人人数锐减,此后无力把守整个罗马城墙,便在哈德良陵墓周围筑起一道短墙,圈起城市的一小部分,并将其与原先的城墙相连,构成要塞的格局。
ἐνταῦθά τε τὰ σφίσιν αὐτοῖς τιμιώτατα καταθέμενοι Γότθοι ἐς μὲν τὸ ἀκριβὲς τὸ φρούριον τοῦτο ἐφύλασσον, τὸ δὲ ἄλλο τῆς πόλεως τεῖχος ἀπημελημένον ὑπερεώρων.
哥特人把最珍贵的财物存放在那里,严密把守这座要塞,却对城市其余的城墙弃置不顾。
φρουροὺς τοίνυν σφῶν ἐν τούτῳ τῷ χωρίῳ τηνικάδε ἀπολιπόντες ὀλίγους τινὰς οἱ λοιποὶ ἅπαντες ἀμφὶ τὰς ἐπάλξεις τοῦ τῆς πόλεως γενόμενοι τείχους τῶν πολεμίων ἀποπειράσασθαι τειχομαχούντων ἐν σπουδῇ εἶχον.
当时,他们只在此处留下了少数守兵,其余所有人均聚集在城市城墙的垛口周围,急于迎战攻城的敌军。
Ὅλον μὲν οὖν τὸν Ῥώμης περίβολον διὰ μεγέθους ὑπερβολὴν οὔτε Ῥωμαῖοι ἐπιόντες περιβάλλεσθαι εἶχον οὔτε Γότθοι φρουρεῖν.
然而,由于罗马城墙范围过于宏大,进攻的罗马军既无法将其全盘合围,哥特人亦无法处处守御。
διασκεδαννύμενοι δὲ οἱ μὲν ὅπη παρατύχοι προσέβαλλον, οἱ δὲ ὡς ἐκ τῶν παρόντων ἠμύνοντο. καὶ Ναρσῆς μὲν τοξοτῶν ἐπαγόμενος μέγα τι χρῆμα ἐς μοῖράν τινα τοῦ περιβόλου ἐπέσκηπτεν, ἑτέρωθι δὲ Ἰωάννης ὁ Βιταλιανοῦ ξὺν τοῖς οἱ ἑπομένοις προσέβαλλε.
于是他们分散开来,罗马军见机从各处发起冲击,哥特军则随机制宜进行抵御。纳尔塞斯率领大批弓箭手猛攻城墙的一角,在另一处,维塔利安之〔侄〕约翰则率麾下部众发起进攻。
Φιλημοὺθ δὲ καὶ οἱ Ἔρουλοι κατ’ ἄλλο τι μέρος ἠνώχλουν, ἑκαστάτω τε αὐτῶν οἱ λοιποὶ εἵποντο. ἐτειχομάχουν δὲ ἅπαντες ὡς ἀπωτάτω ἀλλήλων ὄντες.
菲莱穆斯与赫鲁利人在另一段城墙施加压力,其余部队也远远地跟随其后;所有人攻城时彼此之间都尽可能拉开最大的距离。
καὶ κατ’ αὐτοὺς οἱ βάρβαροι ξυνιστάμενοι ἐδέχοντο τὴν ἐπίθεσιν. τὰ μέντοι ἄλλα τοῦ περιβόλου, ἵνα δὴ Ῥωμαίων οὐκ ἐγένετο προσβολή, ἀνδρῶν ἔρημα παντάπασιν ἦν, Γότθων ἁπάντων ὅπη ἂν οἱ πολέμιοι ἐπισκήψαιεν ἀγειρομένων, ᾗπέρ μοι εἴρηται.
蛮族人亦针对他们集结迎战。然而,城墙其余未受罗马军冲击的各处,却完全空无一人,因为正如我所言,全体哥特人都聚集到了敌人猛攻的地方。
ἐν τούτῳ δὲ γνώμῃ Ναρσοῦ ὁ Δαγισθαῖος στρατιώτας τε παμπληθεῖς ἔχων καὶ τό τε Ναρσοῦ καὶ τὸ Ἰωάννου σημεῖον καὶ κλίμακας πολλὰς ἐπαγόμενος μοίρᾳ τινὶ τοῦ περιβόλου ἐξαπιναίως ἐπέσκηψε, φρουρᾶς τὸ παράπαν ἐρήμῳ οὔσῃ.
此时,遵照纳尔塞斯的计谋,达吉斯泰乌斯率领大队士兵,携带纳尔塞斯与约翰的军旗及许多攻城梯,突然袭向一段完全无人把守的城墙。
τάς τε κλίμακας εὐθὺς ἁπάσας οὐδενὸς ἀμυνομένου τῷ τείχει ἐρείσας πόνῳ οὐδενὶ ξὺν τοῖς ἑπομένοις ἐντὸς τοῦ περιβόλου ἐγένετο, τάς τε πύλας κατ’ ἐξουσίαν ἀνέῳγον.
由于城上无人防守,他立刻将所有长梯架在墙上,毫无阻碍地率随从进入城垣之内,从容打开了城门。
ὧνπερ αὐτίκα Γότθοι αἰσθόμενοι οὐκέτι ἐς ἀλκὴν ἔβλεπον, ἀλλ’ ἔφευγον ἅπαντες ὅπη αὐτῶν ἑκάστῳ δυνατὰ ἐγεγόνει. καὶ οἱ μὲν εἰς τὸ φρούριον εἰσεπήδησαν, οἱ δὲ δὴ ἐς τὸν Πόρτον ἐχώρησαν δρόμῳ.
哥特人立即察觉此事后,便不再指望抵抗,全部向各自力所能及之处逃去。有些人逃入了要塞,有些人则飞奔逃往波图斯。
Ἐνταῦθά μοι τοῦ λόγου2 ἔννοια γέγονεν ὅντινα ἡ τύχη διαχλευάζει τὰ ἀνθρώπεια τρόπον, οὐκ ἀεὶ κατὰ ταὐτὰ παρὰ τοὺς ἀνθρώπους ἰοῦσα οὐδὲ ἴσοις αὐτοὺς ὀφθαλμοῖς βλέπουσα, ἀλλὰ ξυμμεταβαλλομένη χρόνῳ καὶ τόπῳ, καὶ παίζει ἐς αὐτοὺς παιδιάν τινα παρὰ τὸν καιρὸν ἢ τὸν χῶρον ἢ τὸν τρόπον διαλλάσσουσα τὴν τῶν ταλαιπώρων ἀξίαν, εἴ γε3 ὁ Ῥώμην μὲν ἀπολωλεκὼς τὰ πρότερα Βέσσας οὐ πολλῷ ὕστερον ἀνεσώσατο Ῥωμαίοις τῆς Λαζικῆς Πέτραν, ἔμπαλιν δὲ ὁ Δαγισθαῖος Πέτραν τοῖς πολεμίοις μεθεὶς ἀνεκτήσατο ἐν χρόνῳ ὀλίγῳ βασιλεῖ Ῥώμην.
记述至此,我不禁感叹命运是如何戏弄人间的事务:她并不始终如一地对待人类,亦不以平等的目光看待他们,而是随时间与地点而变换,同人类开着某种玩笑,根据时机、处所或境遇改变这群可怜人的荣辱价值。昔日失掉罗马的贝萨斯,不久之后便为罗马人收复了拉齐卡的佩特拉;相反,曾将佩特拉拱手让给敌人的达吉斯泰乌斯,却在短时间内为皇帝收复了罗马。
ἀλλὰ ταῦτα μὲν γέγονέ τε τὸ ἐξ ἀρχῆς καὶ ἀεὶ ἔσται, ἕως ἂν ἡ αὐτὴ τύχη ἀνθρώποις ᾖ. Ναρσῆς δὲ τότε παντὶ τῷ στρατῷ ἐπὶ τὸ φρούριον πολεμῶν ᾔει.
然而此类事情自古有之,且只要人类受制于同样的命运,就将永远持续下去。此时,纳尔塞斯率全军向要塞进逼攻打。
κατορρωδήσαντές τε οἱ βάρβαροι καὶ τὰ πιστὰ ὑπὲρ τῶν σωμάτων κεκομισμένοι σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριόν οἱ αὐτίκα δὴ μάλα παρέδοσαν, ἕκτον τε καὶ εἰκοστὸν ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.
蛮族人惊恐万分,在获得人身安全的誓约后,随即向他献出了自身与要塞。这正是查士丁尼皇帝独揽大权统御天下的第二十六个年头。
οὕτω τε Ῥώμη ἐπὶ τούτου βασιλεύοντος τὸ πέμπτον ἑάλω, ἧσπερ εὐθὺς ὁ Ναρσῆς τῶν πυλῶν τὰς κλεῖς βασιλεῖ ἔπεμψε.
罗马城在皇帝在位期间便这样第五次陷落,纳尔塞斯随即将其各城门的钥匙送交给了皇帝。
- 8.33.14ἐς ὀλίγους ἀποκεκριμένοι
完成时被动分词 ἀποκεκριμένοι 与介词短语 ἐς ὀλίγους(“至少数”)连用,表示经历战斗损耗后“兵力锐减至少数”的结果状态,而非单纯的空间隔离。
- 8.33.24Ἐνταῦθά μοι τοῦ λόγου
地点副词 ἐνταῦθα 转用于篇章叙述的推进,支配表示叙述的属格 τοῦ λόγου(部分属格),意为“在拙作记述至此之际”。
- 8.33.24εἴ γε
连词 εἴ γε 在此引出一个证实性兼例证性的从句(“鉴于……”、“正如……所见”),以贝萨斯与达吉斯泰乌斯互为对照的历史事实,来印证前述关于命运无常的普遍论断。
