← 普罗科皮乌斯

战史

§8.33.1-8.33.13

遣返伦巴第人与纳尔塞斯进军罗马

纳尔塞斯获胜后遣返作乱的伦巴第盟军,命瓦莱里安监视北方,自己率军直驱罗马并沿途收复数座城镇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.33.1

Ναρσῆς δὲ περιχαρὴς τοῖς ξυμπεπτωκόσι γενόμενος ἐπαναφέρων οὐκ ἀνίει1 ἐς τὸν θεὸν ἅπαντα, ὅπερ καὶ ὁ ἀληθὴς λόγος ἐγίνετο, τά τε ἐν ποσὶ διῳκεῖτο.

纳尔塞斯对所发生的一切欣喜若狂,却未尝停止将一切归功于上帝——这确系真实之理——并着手处理眼前的事务。

§8.33.2

καὶ πρῶτα μὲν τῶν οἱ ἐπισπομένων Λαγγοβαρδῶν ἀπαλλαξείων2 τῆς ἀτοπίας ʽοἵ γε πρὸς τῇ ἄλλῃ ἐς τὴν δίαιταν παρανομίᾳ τάς τε οἰκοδομίας, αἷς ἂν ἐντύχοιεν, ἐνεπίμπρασαν καὶ γυναιξὶ ταῖς ἐς τὰ ἱερὰ καταφευγούσαις βιαζόμενοι ἐπλησίαζον’ χρήμασι μεγάλοις αὐτοὺς δεξιωσάμενος ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι, Βαλεριανόν τε καὶ Δαμιανόν, τὸν αὑτοῦ ἀδελφιδοῦν,3 ξὺν τοῖς ἑπομένοις ἐξηγεῖσθαι τῆς ὁδοῦ ἄχρι ἐς τὰ Ῥωμαίων ὅρια σφίσι κελεύσας, ὅπως μηδενὶ ἐν τῇ ἀποπορείᾳ λυμήνωνται.

首先,为了摆脱随军伦巴第人的横暴行径——因这群人除却生活习惯上的其他不法行为外,凡所遇建筑尽行焚毁,甚至强暴逃入圣所避难的妇女——纳尔塞斯厚加赏赐,打发他们返回故土,并命瓦莱里安及其侄达米安率随从为他们引路直至罗马疆界,以防他们在返途中加害任何人。

§8.33.3

ἐπειδὴ δὲ Λαγγοβάρδαι ἀπηλλάγησαν ἐκ Ῥωμαίων τῆς γῆς, Βαλεριανὸς ἐστρατοπεδεύσατο ἀμφὶ πόλιν Βερώναν, ὡς πολιορκήσων τε καὶ παραστησόμενος4 αὐτὴν βασιλεῖ.

伦巴第人离开罗马疆土之后,瓦莱里安在维罗纳城周围扎营,意图围攻此城并使其归顺皇帝。

§8.33.4

δείσαντές τε οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες Βαλεριανῷ ἐς λόγους ἦλθον, ὡς σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ ἐνδώσοντες.

那里的守军畏惧不已,遂与瓦莱里安商谈,打算依协议献出自身及该城。

§8.33.5

ἃ δὴ Φράγγοι μαθόντες, ὅσοι φρουρὰν ἐς τὰ ἐπὶ Βενετίας χωρία εἶχον, διεκώλυον προθυμίᾳ τῇ πάσῃ τῆς χώρας ἅτε αὐτοῖς προσηκούσης ἀξιοῦντες μεταποιεῖσθαι. καὶ ἀπ’ αὐτοῦ ἄπρακτος ἐνθένδε παντὶ τῷ στρατεύματι Βαλεριανὸς ἀνεχώρησε.

在威尼西亚各据点驻军的法兰克人获悉此事,便极力阻挠,声称该地本属他们所有,企图据为己有。瓦莱里安遂率全军无功而返。

§8.33.6

Γότθοι δέ, ὅσοι ἀποφυγόντες ἐκ τῆς ξυμβολῆς διεσώθησαν, διαβάντες ποταμὸν Πάδον, πόλιν τε Τικινὸν καὶ τὰ ἐκείνῃ χωρία ἔσχον, ἄρχοντά τε τὸν Τεΐαν κατεστήσαντο σφίσιν.

与此同时,从交战中逃得性命的哥特人渡过波河,占领了提基努姆城及其周边要塞,并推立特亚斯为他们的领袖。

§8.33.7

ὃς δὴ τὰ χρήματα εὑρὼν ἅπαντα ὅσα Τουτίλας ἔτυχεν ἐν Τικινῷ καταθέμενος, Φράγγους ἐς ξυμμαχίαν ἐπαγαγέσθαι διενοεῖτο, Γότθους δὲ ὡς ἐκ τῶν παρόντων διεῖπέ τε καὶ διεκόσμει, ξυλλέγων σπουδῇ ἀμφ’ αὑτὸν ἅπαντας.

特亚斯找到了托蒂拉碰巧存放在提基努姆的全部资金,打算以此拉拢法兰克人结为同盟,并在当前局势许可的范围内治理与整编哥特人,急切地将众人聚集在自己周围。

§8.33.8

ταῦτα ὁ Ναρσῆς ἀκούσας Βαλεριανὸν μὲν ἐκέλευσε πᾶσι τοῖς ἑπομένοις ἀμφὶ Πάδον ποταμὸν φυλακὴν ἔχειν, ὅπως μὴ Γότθοι ἀδεέστερον ξυστήσεσθαι δυνατοὶ εἶεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ Ῥώμην ᾔει.

纳尔塞斯闻讯后,命瓦莱里安率其全部从属在波河一带防守,以防哥特人肆无忌惮地集结联合;他自己则率其余全军直趋罗马。

§8.33.9

ἐν Τούσκοις τε γενόμενος Ναρνίαν μὲν ὁμολογίᾳ εἷλε, καὶ Σπολιτινοῖς ἀτειχίστοις οὖσι φρουρὰν ἔλιπεν, ἀνοικοδομήσασθαι ὅτι τάχιστα ἐπιστείλας ὅσα τοῦ περιβόλου καθελόντες ἐτύγχανον Γότθοι.

他抵达图斯基亚境内后,受降取得了纳尔尼亚,并为缺乏城防的斯波莱蒂乌姆人留下一支守军,责令他们尽快重建哥特人摧毁的城墙各处。

§8.33.10

ἔπεμψε δὲ καί τινας ἀποπειρασομένους τοῦ ἐν Περυσίᾳ φυλακτηρίου. ἡγοῦντο δὲ τῶν ἐν Περυσίᾳ φρουρῶν αὐτόμολοι γεγονότες Ῥωμαῖοι δύο, Μελιγήδιός τε καὶ Οὔλιφος, ὅσπερ Κυπριανοῦ δορυφόρος γεγονὼς πρότερον, Τουτίλᾳ πολλά οἱ ἐπαγγειλαμένῳ ἀναπεισθεὶς Κυπριανὸν τότε ἄρχοντα τοῦ ἐνταῦθα φυλακτηρίου δόλῳ ἔκτεινεν.

他又派遣若干人去试探佩鲁西亚的守军。佩鲁西亚守军的头目是两名变节的前罗马人,梅里格迪奥斯与乌利普斯;后者曾是西普里安的亲兵侍卫,受托蒂拉丰厚许诺的诱惑,奸杀了当时佩鲁西亚的守军长官西普里安。

§8.33.11

ὁ μὲν οὖν Μελιγήδιος λόγους τοῦ Ναρσοῦ ἐνδεξάμενος ἐβουλεύετο ξὺν τοῖς οἱ ἑπομένοις Ῥωμαίοις τὴν πόλιν ἐνδοῦναι, οἱ δὲ ἀμφὶ τὸν Οὔλιφον τῶν πρασσομένων αἰσθόμενοι ξυνίσταντο ἐπ’ αὐτοὺς ἐκ τοῦ ἐμφανοῦς.

梅里格迪奥斯接受了纳尔塞斯的谈判提议,密谋率麾下罗马人献城投降;然而乌利普斯一派察觉到了这一图谋,公开集结与他们相对抗。

§8.33.12

καὶ Οὔλιφος μὲν ξὺν τοῖς οἱ ὁμογνωμονοῦσιν αὐτοῦ διεφθάρη, Μελιγήδιος δὲ παρέδωκε Περυσίαν Ῥωμαίοις αὐτίκα. τῷ μέντοι Οὐλίφῳ ξυνέβη τίσις ἐκ τοῦ θεοῦ δηλονότι ἐπιπεσοῦσα, ἐν αὐτῷ μάλιστα διεφθάρθαι5 τῷ χώρῳ, ἵνα δὴ αὐτὸς τὸν Κυπριανὸν διεχρήσατο. ταῦτα μὲν δὴ οὕτω κεχώρηκε.

乌利普斯及其同伙当场被杀,梅里格迪奥斯随即向罗马军献出了佩鲁西亚。乌利普斯身上显然降临了来自上帝的报应,因他恰恰毙命于自己当年手刃西普里安的同一地点。这些事情便如此告一段落。

§8.33.13

Γότθοι δὲ οἱ ἐν Ῥώμῃ φυλακὴν ἔχοντες ἐπειδὴ Ναρσῆν τε καὶ τὸν Ῥωμαίων στρατὸν ἐπὶ σφᾶς ἰόντας ἄγχιστά πη ἐπύθοντο εἶναι, παρεσκευάζοντο ὡς τὰ δυνατὰ σφίσιν ὑπαντιάσοντες.

在罗马驻守的哥特人得知纳尔塞斯与罗马大军正逼近身旁,便竭尽全力整军备战,以备迎击敌人。

语法注5 条
  1. 8.33.1ἐπαναφέρων οὐκ ἀνίει

    动词 ἀνίημι 搭配补充性分词(ἐπαναφέρων)的句式,意为“未曾停止将……归因于”,否定词 οὐκ 与之结合,表示持续不断地将一切归功于上帝。

  2. 8.33.2ἀπαλλαξείων

    由动词 ἀπαλλάσσω 派生的意愿动词(desiderative verb)ἀπαλλαξείω 的现在主动分词阳性主格单数,意为“渴望摆脱、希求除掉”,支配属格宾语 τῆς ἀτοπίας。

  3. 8.33.2τὸν αὑτοῦ ἀδελφιδοῦν

    反身代词 αὑτοῦ(ἑαυτοῦ 的缩约形式)指代紧邻的名词短语宾语瓦莱里安(Βαλεριανόν),而非主语纳尔塞斯,意为“瓦莱里安自己的侄子达米安”。

  4. 8.33.3ὡς πολιορκήσων τε καὶ παραστησόμενος

    连词 ὡς 与将来时分词(πολιορκήσων 及 παραστησόμενος)连用,表示主语的主观意图或目的,意为“企图围攻并迫使其归降”。

  5. 8.33.12τῷ μέντοι Οὐλίφῳ ξυνέβη ... διεφθάρθαι

    非人称动词 ξυνέβη(“发生了……事”)支配与格人称 τῷ Οὐλίφῳ 和作为主语的完成时不定式 διεφθάρθαι,中间插入的分词短语 τίσις ... ἐπιπεσοῦσα 表明了因果背景,即这一诛灭乃是天谴降临的结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.33.1-8.33.13