← 普罗科皮乌斯

战史

§8.32.27-8.32.36

托蒂拉之死与埋葬及对命运的省思

身负重伤的托蒂拉逃抵卡普拉斯后伤重身亡并被安葬,作者借此抒发对命运无常的感慨。罗马军掘墓验尸后上报纳尔塞斯,随后作者又记载了托蒂拉实中流矢身亡及哥特军队溃败的另一说法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.32.27

σταδίους δὲ ἀνύσαντες τέσσαράς τε καὶ ὀγδοήκοντα ἐς χωρίον ἀφίκοντο Κάπρας ὄνομα. οὗ δὴ τὸ λοιπὸν ἡσυχάζοντες Τουτίλα τὴν πληγὴν ἐθεράπευον, ὅσπερ οὐ πολλῷ ὕστερον τὸν βίον ἐξεμέτρησεν.

他们奔行了八十四斯塔德,抵达一个名叫卡普拉斯的地方。他们终于在此稍事歇息,为托蒂拉处理伤口,但他不久之后便离开了人世。

§8.32.28

ἐνταῦθά τε αὐτὸν οἱ ἐπισπόμενοι κρύψαντες τῇ γῇ ἀνεχώρησαν. Αὕτη γέγονε Τουτίλᾳ τῆς τε ἀρχῆς καὶ τοῦ βίου καταστροφή, ἔτη ἕνδεκα Γότθων ἄρξαντι, οὐκ ἐπαξίως ἐπιγενομένη τῶν ἔμπροσθεν αὐτῷ πεπραγμένων, ἐπεὶ καὶ τὰ πράγματα πρότερον τῷ ἀνθρώπῳ ἐχώρησε, καὶ τοῖς ἔργοις οὐ κατὰ λόγον ἡ τελευτὴ ἐπεγένετο.

追随他的人在此将他掩埋入土后便离开了。托蒂拉统治哥特人达十一年之久,其统治与生命便迎来了这般的结局;这结局降临于他,与其先前的功业绝不相称,盖因先时局势对他十分有利,而这一结局降临于其功业之上却是悖离常理的。

§8.32.29

ἀλλὰ καὶ νῦν ἡ τύχη ὡραϊζομένη τε διαφανῶς καὶ διασύρουσα τὰ ἀνθρώπεια τό τε παράλογον τὸ αὐτῆς ἴδιον καὶ τὸ τοῦ βουλήματος ἀπροφάσιστον ἐπιδέδεικται, Τουτίλᾳ μὲν τὴν εὐδαιμονίαν ἐξ αἰτίας οὐδεμιᾶς ἐπὶ χρόνου μῆκος αὐτοματίσασα, δειλίαν δὲ οὕτω τῷ ἀνθρώπῳ καὶ καταστροφὴν ἀπαυθαδισαμένη. ἐξ οὐ προσηκόντων ἐν τῷ παρόντι.1 ἀλλὰ ταῦτα μὲν ἀνθρώπῳ, οἶμαι, καταληπτὰ οὔτε γέγονε πώποτε οὔτε μήποτε ὕστερον ἔσται·2 λέγεται δὲ ἀεὶ καὶ δοξάζεται διαψιθυριζόμενα ἐς τὸν πάντα αἰῶνα, ὥς πη ἑκάστῳ φίλον, λόγῳ τῷ εἰκότι δοκοῦντι εἶναι παρηγοροῦντι τὴν ἄγνοιαν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.

诚然,命运在此刻再次公然展现其任性,嘲弄着人类的事务,昭示出其所独具的无常与其意愿的难以捉摸:它毫无根据地将幸运长期自动赋予托蒂拉,如今却又在当前局势下不合情理地蛮横将懦怯与灭顶之灾强加于此人。 然而我认为,此类事情人类过去从未参透,今后亦断然无法参透;人们不过是随各自心意,在万世之中不断以此议论、猜测并窃窃私语,以貌似合情合理的言辞来慰藉自身的无知罢了。但我仍须回到先前的叙述之中。

§8.32.31

Τουτίλαν γοῦν Ῥωμαῖοι οὕτως ἐξ ἀνθρώπων ἀφανισθῆναι οὐκ ἔγνωσαν, ἕως αὐτοῖς γυνὴ μία, Γότθα γένος, ἔφρασέ τε καὶ τὸν τάφον ἐπέδειξεν.

无论如何,罗马人起初并不知道托蒂拉已然如此辞世,直到一名哥特族妇人告知他们并指明了坟墓所在。

§8.32.32

οἵ τε ἀκηκοότες οὐχ ὑγιᾶ τὸν λόγον εἶναι οἰόμενοι, ἐν τῷ χωρίῳ ἐγένοντο, καὶ τὴν θήκην ὀκνήσει οὐδεμιᾷ διορύξαντες ἐξήνεγκαν μὲν τὸν Τουτίλαν ἐνθένδε νεκρόν, ἐπιγνόντες δὲ αὐτόν, ὥς φασι, καὶ τούτου δὴ τοῦ θεάματος ἐμπλησάμενοι τὴν σφετέραν ἐπιθυμίαν αὖθις αὐτὸν τῇ γῇ ἔκρυψαν, ἔς τε Ναρσῆν αὐτίκα τὸν πάντα λόγον ἀνήνεγκαν.

听闻此事的罗马人认为此话未必可靠,便前往该地,毫不迟疑地掘开坟墓,从里面抬出了托蒂拉的尸首;据称他们验明了他的身份,以此景象满足了自己的好奇心之后,便再度将他埋入土中,并立刻将全过程报告给纳尔塞斯。

§8.32.33

Τινὲς δὲ οὐχ οὕτω τά γε κατὰ Τουτίλαν καὶ τήνδε τὴν μάχην ξυμβῆναι, ἀλλὰ τρόπῳ τῳ ἑτέρῳ φασίν· ὅνπερ μοι ἀναγράψασθαι οὔ τοι ἀπὸ τρόπου ἔδοξεν εἶναι.

然而有些人声称,关于托蒂拉及这场战役的经过并非如此,而是以另一种方式发生的;将这一说法记录下来,在我看来绝非不妥。

§8.32.34

λέγουσι γὰρ οὐκ ἀπροφάσιστον οὐδὲ παράλογον τὴν ὑπαγωγὴν ξυνενεχθῆναι τῷ Γότθων στρατῷ, ἀλλὰ Ῥωμαίων ἀκροβολιζομένων τινῶν βέλος ἐκ τοξεύματος τῷ Τουτίλᾳ ἐξαπιναίως ἐπιπεσεῖν, οὐκ ἐκ προνοίας τοῦ πέμψαντος, ἐπεὶ Τουτίλας ἐν στρατιώτου λόγῳ ὡπλισμένος τε καὶ παρατεταγμένος ὅπου δὴ τῆς φάλαγγος ἀπημελημένος εἱστήκει, οὐ βουλόμενος τοῖς πολεμίοις ἔνδηλος εἶναι, οὐδέ πη αὑτὸν ἐς ἐπιβουλὴν παρεχόμενος, ἀλλὰ τύχης τούτῳ ταῦτα σκευωρουμένης τινὸς καὶ ἰθυνάσης ἐπὶ τὸ τοῦ ἀνθρώπου σῶμα τὸν ἄτρακτον· καὶ αὐτὸν μὲν καιρίαν βληθέντα, ὡς ἔνι μάλιστα, περιώδυνον γεγενημένον ἔξω γενέσθαι τῆς φάλαγγος ξύν τε ὀλίγοις κατὰ βραχὺ ὀπίσω ἰέναι.

因为他们声称,哥特军队的溃退并非无因亦非毫无道理,而是某些罗马士兵在游击交锋时,一支箭矢突然射中了托蒂拉,这并非射箭者有意为之,盖因托蒂拉身着普通士兵的武装,列阵于方阵中某处不引人注目的位置,既不愿在敌人面前显露身份,亦未将自己置于被暗算的危险之中;但这乃是命运针对他所策划的图谋,命运将箭矢导向了此人的身躯;他受了极深的致命伤,剧痛难忍,遂脱离方阵,率领少数随从缓缓退向后方。

§8.32.35

καὶ μέχρι μὲν ἐς Κάπρας ἀντέχοντα τῇ ταλαιπωρίᾳ τὸν ἵππον ἐλᾶν, ἐνταῦθα δὲ λειποψυχήσαντα τὸ λοιπὸν μεῖναι τὴν πληγὴν θεραπεύσοντα, οὐ πολλῷ τε ὕστερον αὐτῷ ἐπιγενέσθαι τὴν τέλειον ἡμέραν τοῦ βίου.

他强忍痛苦策马疾驰直至卡普拉斯,在此处他失去了知觉,随后的时间里留下来疗伤,不久之后他生命的终期便降临了。

§8.32.36

τὴν δὲ Γότθων στρατιὰν οὔτε ἄλλως ἀξιόμαχον τοῖς ἐναντίοις οὖσαν, ἀλλὰ καὶ ἀπομάχου σφίσι παρὰ δόξαν γεγενημένου τοῦ ἄρχοντος, ἐν θάμβει γενέσθαι, εἰ μόνος αὐτοῖς οὐκ ἐξ ἐπιβουλῆς τῶν πολεμίων ὁ Τουτίλας καιρίαν βληθείη,3 καὶ ἀπ’ αὐτοῦ περιφόβους τε καὶ ἀθύμους γεγενημένους ἔς τε ὀρρωδίαν ὅρον οὐκ ἔχουσαν καὶ ὑπαγωγὴν οὕτως αἰσχρὰν ἐμπεπτωκέναι. ἀλλὰ περὶ μὲν τούτων λεγέτω ἕκαστος ὅπη γινώσκει.

而哥特军队本就无法抵挡对手,加之其统帅出人意料地失去战斗能力,他们因托蒂拉竟独自一人在非敌军有意策划的情况下遭受致命重创而惊愕万分,并由此变得极度惶恐与沮丧,陷入无边无际的恐怖以及如此可耻的溃退之中。然而关于这些事情,且由各人按照各自的见解去述说吧。

语法注3 条
  1. 8.32.30ἐξ οὐ προσηκόντων ἐν τῷ παρόντι

    介词短语,在语义上修饰前一句末尾的分词短语“δειλίαν δὲ οὕτω τῷ ἀνθρώπῳ καὶ καταστροφὴν ἀπαυθαδισαμένη”。否定词 οὐ 与中性复数分词 προσηκόντων 结合形成固定副词性表达,意为“在当下的处境中极不相称地 / 毫无正当理由地”,置于句首起强调作用。

  2. 8.32.30οὔτε μήποτε ὕστερον ἔσται

    源自 οὐ μή 结构的强烈将来否定。与前半句的“οὔτε γέγονε πώποτε”(过去从未发生)相对照,连接词 οὔτε 与 μήποτε 以及将来时直陈式 ἔσται 搭配,构成了对未来的极度强调否定(“今后亦绝不可能如此”)。

  3. 8.32.36εἰ μόνος αὐτοῖς οὐκ ἐξ ἐπιβουλῆς τῶν πολεμίων ὁ Τουτίλας καιρίαν βληθείη

    连接词 εἰ 引导从句,后接间接引语祈愿式(βληθείη),依附于表示惊愕情绪的短语(ἐν θάμβει γενέσθαι)。该从句表达当事者主观的震惊与疑虑(“惊异于托蒂拉竟孤身一人在非敌方图谋下遭受致命重创”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.32.27-8.32.36