- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.32.13-8.32.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哥特军全线溃败并冲击本方步兵致使死伤惨重,败退中的托蒂拉被追兵阿斯巴杜斯刺成重伤。
ἤδη δὲ ἀμφὶ τὰ πρὸς ἑσπέραν ἦν καὶ τὰ στρατόπεδα ἐξαπιναίως ἐκινήθη ἑκάτερα, Γότθων μὲν ἐς ὑπαγωγήν, Ῥωμαίων δὲ ἐς τὴν δίωξιν.
时近黄昏,两军阵线突然同时发生异动:哥特人转为溃退,罗马人则转为追击。
ὡρμημένοις γὰρ ἐς αὐτοὺς Γότθοι οὐκ ἀντεῖχον τοῖς πολεμίοις, ἀλλ’ ἐνεδίδοσαν ἐπιόντων αὐτῶν καὶ προτροπάδην ἀνέστρεφον, καταπεπληγμένοι αὐτῶν τῷ τε ὁμίλῳ καὶ τῇ εὐκοσμίᾳ.
因为哥特人无法抵挡向他们冲杀而来的敌军,在敌人的逼近下节节败退,全线狼狈回撤,完全被敌人的庞大阵势与井然秩序所震慑。
ἐς ἀλκήν τε οὐδαμῆ ἔβλεπον, ὥσπερ φάσματα ἐπιπεσόντα σφίσι δειμαίνοντες ἢ ἐξ οὐρανοῦ πολεμούμενοι.
他们根本无意抵抗,畏惧敌人如同惧怕突如其来的鬼魅,又如同遭到来自上天的讨伐。
δι’ ὀλίγου δὲ εἰς πεζοὺς αὐτοῖς τοὺς σφετέρους ἀφικομένοις πολλῷ ἔτι μᾶλλον τὸ κακὸν ᾔρετο καὶ πρόσω ἐχώρει.
不久,当他们退至本方步兵处时,灾祸变得更加严重并进一步蔓延。
οὐ γὰρ ἐν κόσμῳ τὴν ἀναχώρησιν ποιησάμενοι ἐς αὐτοὺς ἦλθον,ʽὡς ἀναπνεύσοντές τε καὶ ξὺν αὐτοῖς ἀναμαχούμενοι, ᾗπερ εἴθισται, ἢ ὠθισμῷ τοὺς διώκοντας ἀπωσόμενοι ἢ παλίωξιν ἐγχειρίσοντες ἢ ἄλλην τινὰ πολέμου ἰδέαν,ʼ ἀλλ’ οὕτως ἀτάκτως ὥστε αὐτῶν τισὶ καὶ διεφθάρθαι τῆς ἵππου ἐπιπεσούσης ξυνέπεσε.1
因为他们退向步兵时绝非秩序井然——并非为了如常情那般喘息一口并与步兵协同反攻,亦非为了以肉搏推挤击退追兵,或尝试反扑,或采取任何其他战术——而是溃乱得如此厉害,以致在骑兵倒卷冲撞之下,竟有人当场丧命。
διόπερ αὐτοὺς οἱ πεζοὶ οὔτε διαστάντες ἐδέξαντο οὔτε διασωσόμενοι ἔστησαν, ἀλλὰ ξὺν αὐτοῖς προτροπάδην ἅπαντες ἔφευγον, ἔνθα δὴ καὶ ἀλλήλους ὥσπερ ἐν νυκτομαχίᾳ διέφθειρον.
因此步兵既没有左右分列让开通道接纳他们,也没有坚守阵脚以保全他们,而是全军与骑兵一同狼狈溃逃;在此情形下,他们甚至自相践踏残杀,恰如在夜战中一般。
ὅ τε τῶν Ῥωμαίων στρατός, τῆς ἐκείνων ἀπολαύοντες ὀρρωδίας, φειδοῖ οὐδεμιᾷ τοὺς ἐν ποσὶν ἀεὶ ἔκτεινον, οὔτε ἀμυνομένους οὔτε ἀντιβλέπειν τολμῶντας, ἀλλὰ σφᾶς αὐτοὺς τοῖς πολεμίοις παρεχομένους ὅ τι βούλοιντο χρῆσθαι· οὕτω δὴ αὐτοῖς τὰ τε δείματα ἐπεκάθιζε καὶ ὁ φόβος ἐκράτει.
而罗马军队利用他们的惊恐,毫不留情地持续斩杀沿途遇到的每一个人;他们既不反抗,亦不敢对视,只是任由敌方随心处置;惊骇之情便是如此沉重地压在他们心头,恐惧彻底占据了上风。
Καὶ αὐτῶν ἑξακισχίλιοι μὲν ἐν τῷ ἔργῳ τούτῳ ἀπέθανον, πολλοὶ δὲ σφᾶς αὐτοὺς ἐνεχείρισαν τοῖς ἐναντίοις. οἳ δὴ αὐτοὺς ἐν μὲν τῷ παρόντι ἐζώγρησαν, οὐ πολλῷ δὲ ὕστερον ἔκτειναν. οὐ μόνον δὲ Γότθοι ἀνῄρηντο, ἀλλὰ καὶ τῶν πάλαι Ῥωμαίων στρατιωτῶν πλεῖστοι, τῶν τὸ πρότερον ἀποταξαμένων μὲν τῇ Ῥωμαίων στρατιᾷ, ἀπηυτομοληκότων δέ, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, παρὰ Τουτίλαν τε καὶ Γότθους.
在此次交战中,哥特方面有六千人丧生,许多人向对手投降。罗马人当时虽将他们俘获,但不久之后便尽数处死。被杀者不仅有哥特人,还有极多昔日的罗马士兵——他们正如我前文所述,先前脱离了罗马军队,转而投奔了托蒂拉与哥特人。
ὅσοις δὲ δὴ τοῦ Γότθων στρατοῦ μήτε ἀπολωλέναι μήτε ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ ξυνηνέχθη γενέσθαι, οὗτοι διαλαθεῖν τε καὶ φυγεῖν ἴσχυσαν, ὡς αὐτῶν ἕκαστος ἵππου ἢ ποδῶν ἢ τύχης ἔσχεν2ἢ καιροῦ ἢ χώρου φέροντος ἐς τοῦτο ἐπιτυχεῖν.ʼ Ἥδε μὲν οὖν ἡ μάχη ἐς τοῦτο ἐτελεύτα καὶ ξυνεσκόταζε παντάπασιν ἤδη. Τουτίλαν δὲ φεύγοντα ἐν σκότῳ σὺν ἀνδράσιν οὐ πλέον ἢ πέντε οὖσιν, ὧνπερ ὁ Σκιποῦαρ εἷς ἐτύγχανεν ὤν, τῶν τινὲς Ῥωμαίων ἐδίωκον, οὐκ εἰδότες ὡς Τουτίλας εἴη· ἐν τοῖς καὶ Ἄσβαδον τὸν Γήπαιδα ξυνέβαινεν εἶναι.
而哥特军中凡未阵亡亦未落入敌手者,均得以隐匿逃脱,这端赖各自的坐骑、脚力或运气,抑或依凭有利于达成此目的的时机与地形。这场战役便以此告终,天色已然全黑。托蒂拉在黑暗中率领不超过五人仓皇逃命,斯基普阿尔恰好是其中之一;几名罗马士兵在不知其为托蒂拉的情况下展开追击,盖皮德人阿斯巴杜斯恰好也在其中。
ὅσπερ ἐπεὶ Τουτίλα ἀγχοτάτω ἐγένετο, ὡς τῷ δόρατι αὐτὸν κατὰ τῶν νώτων παίσων ἐπῄει.
当阿斯巴杜斯逼近托蒂拉时,正欲挺矛刺其后背。
Γοτθικὸν δέ τι μειράκιον ἐκ τῆς Τουτίλα οἰκίας φεύγοντι τῷ δεσπότῃ ἑπόμενον, τύχην τε ἀπαξιοῦν τὴν τότε παροῦσαν, ἀνέκραγε μέγα· “Τί τοῦτο, ὦ κύων, τὸν δεσπότην τὸν σαυτοῦ πλήξων ὥρμηκας;” ὁ μὲν οὖν Ἄσβαδος ἐπὶ Τουτίλαν τὸ δόρυ σθένει παντὶ ὦσεν, αὐτὸς δὲ πρὸς τοῦ Σκιποῦαρ τὸν πόδα πληγεὶς αὐτοῦ ἔμεινε.
此时托蒂拉家中的一名哥特少年追随在溃逃的主人身后,愤于当下的不幸境遇,遂厉声高呼:“你在干什么,恶犬!你竟敢挺矛刺向你自己的主人吗?”阿斯巴杜斯虽使出全身力气将长矛刺向托蒂拉,但他自己的脚也被斯基普阿尔刺中,停留在了原地。
καὶ αὐτὸς δὲ Σκιποῦαρ πρός του τῶν διωκόντων πληγεὶς ἔστη, οἵ τε ξὺν Ἀσβάδῳ πεποιημένοι τὴν δίωξιν, τέτταρες ὄντες, ὅπως αὐτὸν διασώσοιντο, οὐκέτι ἐδίωκον, ἀλλὰ ξὺν αὐτῷ ὀπίσω ἀνέστρεφον. οἱ δὲ τῷ Τουτίλᾳ ἐπισπόμενοι, διώκειν σφᾶς ἔτι τοὺς πολεμίους οἰόμενοι, οὐδέν τι ἧσσον πρόσω ἤλαυνον, καίπερ αὐτὸν καιρίαν πληγέντα καὶ λειποψυχοῦντα βεβαιότατα ἐπαγόμενοι, πρυτανευούσης αὐτοῖς τῆς ἀνάγκης τὸν βίαιον δρόμον.3
斯基普阿尔本人亦被一名追兵击伤而驻足,而与阿斯巴杜斯一同追击的其余四人为了挽救阿斯巴杜斯,便不再继续追赶,而是带着他一同折返。跟随托蒂拉的人误以为追兵仍在身后,丝毫未减慢速度向前飞驰;尽管他们带着受了致命伤且显然正失去知觉的他,迫切的危局仍驱使着他们进行这番狂暴的奔逃。
- 8.32.17ὥστε αὐτῶν τισὶ καὶ διεφθάρθαι τῆς ἵππου ἐπιπεσούσης ξυνέπεσε
由 ὥστε 引导的结果从句中,无人称动词 ξυνέπεσε(“发生了……”)与作其逻辑主语的完成时不定式 διεφθάρθαι 构成了重叠结构。阴性集合名词 τῆς ἵππου 指“骑兵部队/马群”,独立属格 τῆς ἵππου ἐπιπεσούσης 说明了骑兵践踏压迫导致步兵丧命的起因。
- 8.32.21ὡς αὐτῶν ἕκαστος ἵππου ἢ ποδῶν ἢ τύχης ἔσχεν
动词 ἔχω 搭配表示状态的属格构成的习语结构(ὡς... ἔχειν + 属格),意为“依各人拥有战马、脚力或运气的具体情况”。
- 8.32.26πρυτανευούσης αὐτοῖς τῆς ἀνάγκης τὸν βίαιον δρόμον
独立属格结构(πρυτανευούσης... τῆς ἀνάγκης)中,动词 πρυτανεύω(“指引、支配、操纵”)作及物用法,不仅带有与格 αὐτοῖς(“对他们而言”),还支配宾格短语 τὸν βίαιον δρόμον(“疯狂狂奔”),形象地描绘出情势的紧迫逼迫他们必须不顾一切地飞驰。
