- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.32.1-8.32.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托蒂拉在援军赶到后企图通过虚假撤退发起突袭,但早有防备的纳尔塞斯将弓箭手布置成新月阵型,将盲目以长矛冲锋的哥特骑兵夹击重创。
Ἐν τούτῳ δὲ Γότθοις καὶ οἱ δισχίλιοι ἧκον· οὕσπερ ἐς τὸ χαράκωμα Τουτίλας ἀφικέσθαι μαθών, ἐπειδὴ καὶ ὁ καιρὸς ἐς ἄριστον ἦγεν, αὐτός τε ἐς σκηνὴν τὴν οἰκείαν ἐχώρησε καὶ Γότθοι διαλύσαντες τὴν παράταξιν ὀπίσω ἀνέστρεφον.
在此期间,哥特人的那两千人也赶到了。托蒂拉得知他们已抵达营垒,由于时辰已近午餐,他便自行退回自己的帐篷,哥特人亦解散战线向后撤回。
ἐν δὲ τῇ καταλύσει τῇ αὐτοῦ γεγονὼς Τουτίλας τοὺς δισχιλίους ἤδη παρόντας εὗρε. τό τε ἄριστον ἅπαντας αἱρεῖσθαι κελεύσας καὶ τὴν τῶν ὅπλων σκευὴν μεταμφιασάμενος ἅπασαν ἐξωπλίσατο μὲν ἐς τὸ ἀκριβὲς ἐν στρατιωτῶν λόγῳ,1 εὐθὺς δὲ τὴν στρατιὰν ἐπὶ τοὺς πολεμίους ἐξῆγεν, ἀπροσδόκητος αὐτοῖς ἐπιπεσεῖσθαι οἰόμενος καὶ ταύτῃ αἱρήσειν.
托蒂拉回到自己的住所,发现那两千人已经到了。他下令全军进餐,并换下了全身原先的武备,完全按照普通士兵的标准整肃武装,随即立即率军向敌人杀去,料想自己能出其不意地袭击敌军,并以此取胜。
ἀλλ’ οὐδ’ ὣς ἀπαρασκεύους Ῥωμαίους εὗρε. δείσας γὰρ ὁ Ναρσῆς, ὅπερ ἐγένετο, μὴ σφίσιν ἀπροσδοκήτοις ἐπιπέσοιεν οἱ πολέμιοι, ἀπεῖπεν ἅπασι μήτε ἄριστον αἱρεῖσθαι μήτε ἀποδαρθεῖν μήτε μὴν ἀποθωρακίσασθαι τῶν πάντων μηδένα μήτε τοῦ χαλινοῦ μεθεῖναι τὸν ἵππον.
然而即使如此,他也没能发现罗马人毫无防备。因为纳尔塞斯担心——正如事实所发生的那样——敌人可能会出其不意地发起突袭,便下令严禁任何人进餐,亦不得睡眠,更不得让任何人卸下胸甲,或解下战马的嚼子。
οὐ μέντοι οὐδὲ ἀποσίτους τὸ παράπαν αὐτοὺς εἴασεν, ἀλλ’ ἐν τῇ τάξει καὶ τῇ τῶν ὅπλων σκευῇ ἀκρατισαμένους ἐκέλευσε διηνεκὲς οὕτως ἀποσκοποῦντας καραδοκεῖν τῶν πολεμίων τὴν ἔφοδον.
但他也没有完全让他们饿着肚子,而是命令他们在阵列中全副武装地吃点简餐,并始终这样注视前方,严阵以待敌人的进攻。
τρόπῳ μέντοι τῷ αὐτῷ οὐκέτι ἐτάξαντο, ἀλλὰ Ῥωμαίοις μὲν τὰ κέρα, ἐν οἷς κατὰ τετρακισχιλίους οἱ πεζοὶ τοξόται εἱστήκεισαν, ἐπὶ τὸ μηνοειδὲς τοῦ Ναρσοῦ γνώμῃ ἐτράπετο.
然而,两军不再以原先的方式列阵。在罗马方面,左右两翼各部署了约四千名步弓手,依据纳尔塞斯的谋略而弯曲成新月形。
Γότθοι δὲ οἱ πεζοὶ ἅπαντες ὄπισθεν τῶν ἱππέων ἀθρόοι ἵσταντο, ἐφ’ ᾧ, ἢν τοῖς ἱππεῦσι τραπῆναι ξυμβῇ, ἀναστρέφοντες μὲν ἐπ’ αὐτοὺς οἱ φεύγοντες σώζοιντο, ἐπίκοινα δὲ ἀμφότεροι εὐθὺς χωρήσαιεν.2 Προείρητο δὲ Γότθοις ἅπασι μήτε τοξεύματι μήτε ἄλλῳ ὁτῳοῦν ἐς συμβολὴν τήνδε ὅτι μὴ τοῖς δόρασι χρῆσθαι.
而哥特的全体步兵则密集地列于骑兵背后,其意图在于:一旦骑兵溃败,溃逃者可退至步兵阵中得以保全,随后双方可立即协同推进。此外,预先已向全体哥特人下达命令:在此次交战中不得使用弓箭或任何其他武器,只准使用长矛。
διὸ δὴ Τουτίλαν πρὸς τῆς ἀβουλίας καταστρατηγηθῆναι τῆς αὑτοῦ3 ξυνηνέχθη· ὅς γε καθιστάμενος ἐς τήνδε τὴν μάχην οὐκ οἶδα ὅτῳ ἀναπεισθεὶς παρείχετο τοῖς ἐναντίοις τὴν αὑτοῦ στρατιὰν οὔτε τῇ ὁπλίσει ἀντίξουν οὔτε τῇ τάξει ἀντίρροπον οὔτε τῳ ἄλλῳ ἀντίπαλον, ἐπεὶ Ῥωμαῖοι μὲν ἑκάστοις ὡς ἐπικαιρότατα ἦν ἐν τῷ ἔργῳ ἐχρῶντο, ἢ τοξεύοντες, ἢ δόρατα ὠθοῦντες, ἢ ξίφη διαχειρίζοντες, ἢ ἄλλο τι ἐνεργοῦντες τῶν σφίσι προχείρων κἀν τῷ παρόντι ἐπιτηδείων, οἱ μὲν ἱππευόμενοι, οἱ δὲ καὶ πεζῇ ἐς τὴν παράταξιν καθιστάμενοι, κατὰ τὸ τῇ χρείᾳ ξυνοῖσον, καὶ πὴ μὲν κύκλωσιν τῶν πολεμίων διαπρασσόμενοι, πὴ δὲ προσιόντας δεχόμενοι καὶ ταῖς ἀσπίσιν ἀποκρουόμενοι τὴν ἐπίθεσιν.
因此,托蒂拉竟因自己的短视而遭遇了战术上的惨败。他在组织这场战斗时,不知受了何种想法的驱使,竟使自己的军队在装备上无法匹敌,在阵形上无从制衡,在任何其他方面都无法与对手抗衡。因为罗马人在交战中以最合时宜的方式运用各种〔手段〕,或射箭,或挺矛刺击,或挥剑劈砍,或施展手头任何现成而应景的手段,有的骑马,有的则依实战之需徒步列于阵列之中,或在一处包抄敌人,或在另一处迎击逼近之敌并用盾牌击退其攻势。
οἱ δὲ τῶν Γότθων ἱππεῖς, τῶν πεζῶν σφίσιν ἀπολελειμμένων ὀπίσω, μόνοις θαρσοῦντες τοῖς δόρασιν ὁρμῇ ἀνεπισκέπτῳ ἐπῄεσαν, ἔν τε τῷ πόνῳ γενόμενοι τῆς σφετέρας ἀβουλίας ἀπώναντο.
哥特骑兵把步兵甩在后方,仅仗着长矛盲目冲锋,一旦陷入苦战,便自食其无谋的恶果。
ἐπὶ μέσους γὰρ τοὺς πολεμίους ὁρμήσαντες ἔλαθον σφᾶς αὐτοὺς ἐν μέσῳ πεζῶν τῶν ὀκτακισχιλίων γενόμενοι,4 τοῖς τε τοξεύμασι πρὸς αὐτῶν βαλλόμενοι ἑκατέρωθεν ἀπεῖπον εὐθύς, ἐπεὶ οἱ τοξόται ἄμφω τοῦ μετώπου τὰ κέρα ἐπὶ τὸ μηνοειδὲς κατὰ βραχὺ ἔτρεπον, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται.
因为他们直冲敌军中央,却在不知不觉中陷入了八千步兵的夹击之中,遭到两翼射来的箭雨密集打击,随即力竭气馁,因为弓箭手正如我先前所述,已将阵线两翼逐渐向内弯曲成新月状。
πολλοὺς μὲν οὖν ἄνδρας, πολλοὺς δὲ ἵππους ἐν τῷ πόνῳ τούτῳ Γότθοι ἀπέβαλον, οὔπω τοῖς ἐναντίοις ξυμμίξαντες, πολλῶν τε ἀνηκέστων κακῶν ἐς πεῖραν ἐλθόντες ὀψέ τε καὶ μόλις ἐς τῶν πολεμίων ἀφίκοντο τὴν παράταξιν.
于是哥特人在尚未与敌人短兵相接之前,便在这场苦战中损失了众多人马,经历了无数不可挽回的惨祸,迟缓且艰难地才杀到敌人的阵线前。
Ἐνταῦθα τῶν Ῥωμαίων τινὰς ἢ τῶν σφίσι ξυμμάχων βαρβάρων μᾶλλον τῶν ἄλλων θαυμάζειν οὐκ ἔχω.
在此处,我无法对罗马人或其蛮族盟军中的某些特定人物给予凌驾于他人之上的赞赏。
μία γὰρ ἁπάντων προθυμία τε καὶ ἀρετὴ καὶ ἐναγώνισις ἦν, ἕκαστοί τε τῶν ἐναντίων ἐπιόντων σφίσιν ὡς καρτερώτατα δεξάμενοι τὴν ἐπιδρομὴν ἀπεώσαντο.
因为全军上下抱持着相同的热忱、勇气与求胜之心,每个人都极其坚韧地迎击来犯之敌,并击退了对方的冲杀。
- 8.32.2ἐν στρατιωτῶν λόγῳ
介词 ἐν 与名词 λόγος 构成的固定短语,意为“以……的身份”或“按照……的规格”。指托蒂拉脱去了前文所述极尽华丽的君王装束,重新换上与普通士兵(στρατιώτης)无异的简朴实战装备。
- 8.32.6ἐφ’ ᾧ, ἢν τοῖς ἱππεῦσι τραπῆναι ξυμβῇ, ἀναστρέφοντες μὲν ἐπ’ αὐτοὺς οἱ φεύγοντες σώζοιντο, ἐπίκοινα δὲ ἀμφότεροι εὐθὺς χωρήσαιεν
复合句式:连词 ἐφ’ ᾧ(“条件是/为了使……”)引导从句,因主句动词为未完成过去时(ἵσταντο)而采用祈愿式动词(σώζοιντο、χωρήσαιεν),并在其中嵌套了虚拟式的条件从句(ἢν ... ξυμβῇ)。
- 8.32.7πρὸς τῆς ἀβουλίας καταστρατηγηθῆναι τῆς αὑτοῦ
一种反讽的修辞构词:被动语态动词 καταστρατηγεῖσθαι(“在谋略上被击败/被智取”)与表示施事或原因的 πρὸς 加属格连用,其原因却是“自身的愚妄”(τῆς ἀβουλίας τῆς αὑτοῦ)。意指托蒂拉并非单纯被敌人的诡计击溃,而是因自身无谋的战术部署而自食恶果。
- 8.32.9ἔλαθον σφᾶς αὐτοὺς ἐν μέσῳ πεζῶν τῶν ὀκτακισχιλίων γενόμενοι
动词 λανθάνω 搭配分词(γενόμενοι)以及反身代词(σφᾶς αὐτούς)构成的惯用句式,意为“自己不知不觉中便处于……”。形象地表现了哥特骑兵在盲目冲锋中浑然不觉地陷入了八千步弓手形成的包围网之中。
