- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.31.1-8.31.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
纳尔塞斯与托蒂拉各自排兵布阵,科卡斯与安扎拉斯在阵前展开单挑。随后托蒂拉为等待援军而在阵前表演精湛马术以拖延时间并提议谈判,但遭到纳尔塞斯的拒绝。
Τοσαῦτα μὲν οὖν καὶ ὁ Τουτίλας εἶπε. τὰ δὲ στρατεύματα ἐς μάχην ξυνῄει καὶ ἐτάξαντο ὧδε. μετωπηδὸν μὲν ἀμφοτέρωθεν ἅπαντες ἔστησαν, ὡς βαθύτατόν τε καὶ περίμηκες τῆς φάλαγγος τὸ μέτωπον ποιησόμενοι.
托蒂拉便也说了这番话。两军走向决战,并作了如下部署。双方全员都以面向敌军的阵势列队,意图使自身方阵的正面既尽可能纵深,又尽可能延展。
τῶν δὲ Ῥωμαίων κέρας μὲν τὸ ἀριστερὸν Ναρσῆς τε καὶ Ἰωάννης ἀμφὶ τὸ γεώλοφον εἶχον καὶ ξὺν αὐτοῖς εἴ τι ἄριστον ἐν τῷ Ῥωμαίων στρατῷ ἐτύγχανεν ὄν· ἑκατέρῳ γὰρ τῶν ἄλλων χωρὶς στρατιωτῶν, δορυφόρων τε καὶ ὑπασπιστῶν καὶ βαρβάρων Οὔννων εἵπετο πλῆθος ἀριστίνδην συνειλεγμένων· κατὰ δὲ δεξιὸν Βαλεριανός τε καὶ Ἰωάννης ὁ Φαγᾶς σὺν τῷ Δαγισθαίῳ καὶ οἱ κατάλοιποι Ῥωμαῖοι ἐτάξαντο πάντες.
罗马军的左翼由纳尔塞斯和约翰把守在那座小山丘周围,与他们在一起的是罗马军队中最精锐的部分;因为除了其余士兵外,他们两人各自都由经过精心挑选的扈从、持盾侍从以及蛮族匈人组成的众多卫队随侍;在右翼,瓦莱里安与“饕餮”约翰同达吉斯泰乌斯及所有其余罗马人一同列阵。
πεζοὺς μέντοι τοξότας ἐκ τῶν καταλόγου στρατιωτῶν ὀκτακισχιλίους μάλιστα ἔστησαν ἐς ἄμφω τὰ κέρα. κατὰ δὲ τὰ μέσα τῆς φάλαγγος τούς τε Λαγγοβάρδας καὶ τὸ Ἐρούλων ἔθνος καὶ πάντας τοὺς ἄλλους βαρβάρους ὁ Ναρσῆς ἔταξεν, ἔκ τε τῶν ἵππων ἀποβιβάσας καὶ πεζοὺς εἶναι καταστησάμενος, ὅπως ἂν μὴ κακοὶ ἐν τῷ ἔργῳ γενόμενοι ἢ ἐθελοκακοῦντες, ἂν οὕτω τύχῃ, ἐς ὑπαγωγὴν ὀξύτεροι εἶεν.
不过,他们从正规编制的士兵中抽调了约八千名步弓手部署在两翼。而在方阵的中央,纳尔塞斯部署了伦巴第人、赫鲁利人部落以及所有其他蛮族,让他们从马上下来,编为步兵,以免他们在战斗中表现懦弱,或者万一消极怠战时,过快地逃跑撤退。
τὸ μέντοι πέρας κέρως τοῦ εὐωνύμου τῶν Ῥωμαίων μετώπου Ναρσῆς ἐγγώνιον1 κατεστήσατο, πεντακοσίους τε καὶ χιλίους ἱππεῖς ἐνταῦθα στήσας.
纳尔塞斯更将罗马阵线左翼的末端布置成折角,并在那里配置了一千五百名骑兵。
προείρητο δὲ τοῖς μὲν πεντακοσίοις, ἐπειδὰν τάχιστα τῶν Ῥωμαίων τισὶ τραπῆναι ξυμβαίη, ἐπιβοηθεῖν αὐτοῖς ἐν σπουδῇ, τοῖς δὲ χιλίοις, ὁπηνίκα οἱ τῶν πολεμίων πεζοὶ ἔργου ἄρχωνται, κατόπισθέν τε αὐτῶν αὐτίκα γενέσθαι καὶ ἀμφιβόλους ποιήσασθαι.2
事先已有指令下达:那五百名骑兵的任务是,一旦罗马军有任何部众溃败,便火速前往救援;那一千名骑兵的任务则是,一旦敌方步兵开始交锋,便立即迂回到他们背后,实施前后夹击。
καὶ ὁ Τουτίλας δὲ τρόπῳ τῷ αὐτῷ τοῖς πολεμίοις ἀντίαν τὴν στρατιὰν ξύμπασαν ἔστησε. καὶ περιιὼν τὴν οἰκείαν παράταξιν τοὺς στρατιώτας παρεθράσυνέ τε καὶ παρεκάλει ἐς εὐτολμίαν προσώπῳ καὶ λόγῳ.
托蒂拉亦以同样的方式,将全部军队列阵与敌人相对。他巡视自己的战线,以容颜与言辞激励将士,召唤他们奋发勇武。
καὶ ὁ Ναρσῆς δὲ ταὐτὸ τοῦτο ἐποίει, ψέλλιά τε καὶ στρεπτοὺς καὶ χαλινοὺς χρυσοῦς ἐπὶ κοντῶν μετεωρίσας καὶ ἄλλα ἄττα τῆς ἐς τὸν κίνδυνον προθυμίας ὑπεκκαύματα ἐνδεικνύμενος.
纳尔塞斯亦在做完全同样的事,他将手镯、项圈和金制马嚼子挑在长矛上高高举起,展示着激起奔赴危险之热忱的其他各种赏物。
χρόνον δέ τινα μάχης οὐδέτεροι ἦρχον, ἀλλ’ ἡσυχῆ ἀμφότεροι ἔμενον, προσδεχόμενοι τὴν τῶν ἐναντίων ἐπίθεσιν.
在一段时间内,双方皆未开战,而是静静待命,等待对方发起进攻。
Μετὰ δὲ εἷς ἐκ τοῦ Γότθων στρατοῦ, Κόκκας ὄνομα, δόξαν ἐπὶ τῷ δραστηρίῳ διαρκῶς ἔχων, τὸν ἵππον ἐξελάσας, ἄγχιστα ἦλθε τοῦ Ῥωμαίων στρατοῦ, προὐκαλεῖτό τε, εἴ τίς οἱ βούλοιτο πρὸς μονομαχίαν ἐπεξιέναι.
其后,哥特军中有一人,名叫科卡斯,一贯以骁勇善战著称,他策马出阵,逼近罗马军队,并发出挑战,问是否有人愿意出来与他单挑。
ὁ δὲ Κόκκας οὗτος εἷς τῶν Ῥωμαίων στρατιωτῶν ἐτύγχανεν ὢν τῶν παρὰ Τουτίλαν ἀπηυτομοληκότων τὰ πρότερα.
而这名科卡斯恰好是此前叛逃至托蒂拉一方的罗马士兵之一。
καί οἱ αὐτίκα τῶν τις Ναρσοῦ δορυφόρων ἀντίος ἔστη, Ἀρμένιος γένος, Ἀνζαλᾶς ὄνομα, καὶ αὐτὸς ἵππῳ ὀχούμενος.
纳尔塞斯的扈从卫队中立即有一人出来迎击,他是亚美尼亚族人,名叫安扎拉斯,同样骑在马上。
ὁ μὲν οὖν Κόκκας ὁρμήσας πρῶτος ὡς τῷ δόρατι παίσων ἐπὶ τὸν πολέμιον ἵετο, καταστοχαζόμενος τῆς ἐκείνου γαστρός.
科卡斯率先发起冲锋,仿佛要用长矛刺击般扑向敌人,直指对方腹部。
ὁ δ’ Ἀνζαλᾶς ἐξαπιναίως τὸν ἵππον ἐκκλίνας ἀνόνητον αὐτὸν κατεστήσατο γενέσθαι τῆς οἰκείας ὁρμῆς. ταύτῃ τε αὐτὸς ἐκ πλαγίου τοῦ πολεμίου γενόμενος ἐς πλευρὰν αὐτοῦ τὴν ἀριστερὰν τὸ δόρυ ὦσε.
但安扎拉斯突然拨转马头,使对方的冲势落了空;他本人借此行至敌人的侧翼,将长矛刺入其左侧胁肋。
καὶ ὁ μὲν ἐκ τοῦ ἵππου πεσὼν ἐς τὸ ἔδαφος νεκρὸς ἔκειτο· κραυγὴ δὲ ἀπὸ τοῦ Ῥωμαίων στρατοῦ ὑπερφυὴς ἤρθη, οὐδ’ ὣς μέντοι μάχης τινὸς οὐδέτεροι ἦρξαν.
科卡斯坠马倒地,气绝身亡;罗马军中爆发出震天的欢呼,但即便如此,双方仍未开始全军交战。
Τουτίλας δὲ μόνος ἐν μεταιχμίῳ ἐγένετο, οὐ μονομαχήσων, ἀλλὰ τὸν καιρὸν τοῖς ἐναντίοις τοῦτον ἐκκρούσων. Γότθων γὰρ τοὺς ἀπολειπομένους δισχιλίους ἄγχιστά πη προσιέναι μαθὼν ἀπετίθετο ἐς τὴν αὐτῶν παρουσίαν τὴν ξυμβολήν,3 ἐποίει δὲ τάδε.
托蒂拉却独自进入两军之间的空地,并非为了单挑,而是为了为对手打消这一决战的契机。因为他得知掉队的二千名哥特援军已行进至附近某处,便打算将决战拖延至他们抵达,于是采取了如下举动。
πρῶτα μὲν οὐκ ἀπηξίου τοῖς πολεμίοις ἐνδείκνυσθαι ὅστις ποτὲ εἴη. τήν τε γὰρ τῶν ὅπλων σκευὴν κατακόρως τῷ χρυσῷ κατειλημμένην ἠμπίσχετο καὶ τῶν οἱ φαλάρων ὁ κόσμος ἔκ τε τοῦ πίλου καὶ τοῦ δόρατος ἁλουργός τε καὶ ἄλλως βασιλικὸς ἀπεκρέματο θαυμαστὸς ὅσος.4
首先,他毫不隐瞒地向敌人展示自己的身份。因为他身披通体覆满黄金的铠甲,从他的毡帽和长矛上垂挂下的饰带装饰呈现出紫红色,并且在其他各方面皆展现出惊人夺目的王者威仪。
καὶ αὐτὸς ὑπερφυεῖ ὀχούμενος ἵππῳ παιδιὰν ἐν μεταιχμίῳ ἔπαιζε τὴν ἐνόπλιον ἐπισταμένως. τόν τε γὰρ ἵππον ἐν κύκλῳ περιελίσσων, ἐπὶ θάτερά τε ἀναστρέφων αὖθις κυκλοτερεῖς πεποίητο δρόμους.
他本人骑在一匹极其硕大的骏马上,在两军之间的空地上熟练地表演了一出全副武装的武艺动作。他驱马盘旋成圈,旋即又折向另一侧,接连跑出规整的圆弧路线。
καὶ ἱππευόμενος μεθίει ταῖς αὔραις τὸ δόρυ, ἀπ’ αὐτῶν τε κραδαινόμενον ἁρπασάμενος εἶτα ἐκ χειρὸς ἐς χεῖρα παραπέμπων συχνὰ ἐφ’ ἑκάτερα, καὶ μεταβιβάζων ἐμπείρως, ἐφιλοτιμεῖτο τῇ ἐς τὰ τοιαῦτα μελέτῃ, ὑπτιάζων καὶ ἰσχιάζων καὶ πρὸς ἑκάτερα ἐγκλινόμενος, ὥσπερ ἐκ παιδὸς ἀκριβῶς τὰ ἐς τὴν ὀρχήστραν δεδιδαγμένος.
他在骑行中将长矛掷向空中,待其在风中颤动落下时将其接住,随后频繁地在两手之间向左右交替传递,熟练地变换手法,夸示着在这些技艺上的操练,忽而后仰,忽而屈膝,忽而左右倾斜,宛如从小在舞场上受过严格训练一般。
ταῦτά τε ποιῶν πᾶσαν κατέτριψε τὴν δείλην πρωΐαν. ἐπὶ πλεῖστον δὲ τὴν τῆς μάχης ἀναβολὴν μηκύνειν ἐθέλων ἔπεμψεν ἐς τὸ Ῥωμαίων στρατόπεδον, φάσκων ἐθέλειν αὐτοῖς ἐς λόγους ξυμμῖξαι. Ναρσῆς δὲ φενακίζειν αὐτὸν ἰσχυρίζετο, εἴ γε πολεμησείων τὰ πρότερα, ἡνίκα τοῦ προτείνεσθαι λόγους ἐξουσία εἴη, νῦν ἐν μεταιχμίῳ γενόμενος ἐς τοὺς διαλόγους χωροίη.5
他通过做出这些动作,耗尽了整个上午。由于他意图尽可能延长战斗的推迟,便派人前往罗马军营,声称希望与他们会谈。纳尔塞斯却断定他纯属欺诈,因为他此前在尚有机会提出和谈时一心求战,如今却来到两军阵前空地转向对话。
- 8.31.6ἐγγώνιον
作表语或副词性用法,意为“呈折角地”或“成直角地”。用于修饰或说明左翼末端(τὸ πέρας)的布阵形态,指纳尔塞斯并未将左端直线延伸,而是折成带角度的弯钩状配置。
- 8.31.7ἀμφιβόλους ποιήσασθαι
形容词 ἀμφίβολος 在此具被动含义,意为“腹背受敌的”、“遭到两面夹击的”。整句指那一千名骑兵通过迂回到敌步兵身后,使其处于被前后夹攻的境地。
- 8.31.17ἀπέτιθετο ἐς τὴν αὐτῶν παρουσίαν τὴν ξυμβολήν
动词 ἀποτίθημι 意为“搁置、推迟”。与介词短语 ἐς τὴν αὐτῶν παρουσίαν(“直到他们到来”)连用,未完成过去时表示托蒂拉正在主动将交战推迟到援军抵达之时。
- 8.31.18θαυμαστὸς ὅσος
这是 θαυμαστὸν ὅσον 经格同化而来的习语表达,相当于“极其、惊人地”。在此修饰紧接在其前的形容词 ἁλουργός τε καὶ ἄλλως βασιλικός(“紫红色的,并在其他方面具有王者之气的”),用以强调其惊人的华美。
- 8.31.21εἴ γε πολεμησείων τὰ πρότερα... νῦν... χωροίη
间接引语中依附于 ἰσχυρίζετο 的条件/原因从句。包含意向动词 πολεμησείω(“求战、欲战”)的分词 πολεμησείων,而谓语动词 χωροίη 采用斜格祈愿语气(代替直陈语气)。意指托蒂拉此前一意求战,如今却转而寻求谈判,这显然是欺诈。
