← 普罗科皮乌斯

战史

§8.30.10-8.30.20

托蒂拉督促决战并阐述敌军弱点

托蒂拉告诫士兵此次会战乃背水一战,敦促全军全力以赴,并指明由多族雇佣兵组成的敌军貌合神离的弱点,号召全军出击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.30.10

ἀπολέγοντες γὰρ ἄνθρωποι πρὸς τῶν πραγμάτων τὰ πονηρότατα ἐς αὐτὰ ἐπανιέναι οὐκέτι τολμῶσιν, ἀλλὰ καὶ σφόδρα ἴσως διωθουμένης αὐτοὺς ἐπὶ ταῦτα τῆς χρείας ταῖς γνώμαις ἀναχαιτίζονται, δεδισσομένης αὐτοῖς τὰς ψυχὰς τῆς τῶν κακῶν μνήμης.

因为人们一旦对情势的最坏结局感到绝望,便再无勇气重蹈覆辙;即使逼迫可能强烈地驱使他们走向这些事,但由于对灾难的记忆威吓着他们的灵魂,他们在心意上也会退缩不前。

§8.30.11

τοσαῦτα, ὦ ἄνδρες, ἀκηκοότες ἀνδραγαθίζεσθε μὲν τῷ παντὶ σθένει, μηδεμίαν ἐς ἄλλον τινὰ χρόνον ἀποτιθέμενοι τῆς ψυχῆς ἀρετήν, ταλαιπωρεῖσθε δὲ ἀλκῇ τῇ πάσῃ, μηδὲ τὸ σῶμα ταμιευόμενοι ἐς κίνδυνον ἄλλον.

将士们,既已听闻此言,便当竭尽全力奋勇作战,切不可将灵魂的武勇留待他时,且当以全部的刚毅忍受艰辛,绝不要为另一次危险而爱惜自身。

§8.30.12

ὅπλων δὲ ὑμῖν γινέσθω καὶ ἵππων μηδεμία φειδώ, ὡς οὐκέτι χρησίμων ἐσομένων ὑμῖν. ἅπαντα γὰρ προκατατρίψασα τὰ ἄλλα ἡ τύχη, μόνην τῆς ἐλπίδος τὴν κεφαλὴν εἰς τὴν ἡμέραν ἐφύλαξε ταύτην.

你们对武器与战马切莫有丝毫吝惜,就当它们今后对你们再无用处。因为命运已然预先消耗了其余一切,唯将希望的本钱保留到了今日。

§8.30.13

τὴν εὐψυχίαν τοίνυν ἀσκεῖτε καὶ πρὸς εὐτολμίαν παρασκευάζεσθε. οἷς γὰρ ἐπὶ τριχὸς ἡ ἐλπίς, ὥσπερ τανῦν ὑμῖν, ἕστηκεν, οὐδὲ χρόνου τινὰ βραχυτάτην ῥοπὴν ἀναπεπτωκέναι ξυνοίσει.

因此,当磨砺坚毅的气魄,做好勇毅果敢的准备。因为对于如你们如今这般、希望悬于一发之人而言,哪怕松懈最短暂的一瞬也毫无益处。

§8.30.14

παρεληλυθυίας γὰρ τῆς ἀκμῆς τοῦ καιροῦ ἀνόνητος ἡ σπουδὴ τὸ λοιπὸν γίνεται, κἂν διαφερόντως ὑπέρογκος ᾖ, οὐκ ἐνδεχομένης τῶν πραγμάτων τῆς φύσεως ἀρετὴν ἕωλον,1 ἐπεὶ παρελθούσης τῆς χρείας ἔξωρα καὶ τὰ ἐπιγινόμενα ἐπάναγκες εἶναι.

因为一旦时机的顶峰过去,此后的热忱即便格外浩大,也变得徒劳无功,盖因事物的本性不容许昨日陈腐的德性,既然需要已成过往,接踵而至者必然不合时宜。

§8.30.15

οἶμαι τοίνυν προσήκειν ὑμᾶς ἐπικαιριώτατα ἐν ἔργῳ λαβεῖν τὴν ἀγώνισιν, ὡς ἂν δυνήσεσθε καὶ τοῖς αὐτῆς ἀγαθοῖς χρῆσθαι. ἐξεπίστασθέ τε ὡς ἐν τῷ παρόντι ἀξιώλεθρος μάλιστα ἡ φυγὴ γίνεται.

因此,我认为你们理当在最切合时机之时以行动投入决战,以便你们亦能尽享其胜果。你们务必深知,在眼下关头,溃逃最为致命。

§8.30.16

φεύγουσι γὰρ ἄνθρωποι λιπόντες τὴν τάξιν οὐκ ἄλλου του ἕνεκα ἢ ὅπως βιώσονται· ἢν δὲ θάνατον ἡ φυγὴ προὖπτον ἐπάγεσθαι μέλλῃ, ὁ τὸν κίνδυνον ὑποστὰς τοῦ φυγόντος πολλῷ ἔτι μᾶλλον ἐν ἀσφαλεῖ ἔσται.

因为人们抛弃阵地逃跑,无非是为了苟全性命;然而,如果逃跑势必招致不可避免的死厄,那么迎击危险之人将比逃跑之人安全得多。

§8.30.17

τοῦ δὲ τῶν πολεμίων ὁμίλου ὑπερφρονεῖν ἄξιον, ἐξ ἐθνῶν ξυνειλεγμένων ὅτι μάλιστα πλείστων. ξυμμαχία γὰρ πολλαχόθεν ἐρανισθεῖσα οὔτε τὴν πίστιν οὔτε τὴν δύναμιν ἀσφαλῆ φέρεται, ἀλλὰ σχιζομένη τοῖς γένεσι μερίζεται καὶ ταῖς γνώμαις εἰκότως.

此外,敌人的乌合之众亦当受人鄙视,因其乃是从尽可能多的各个部族中拼凑而成。从各处募凑而来的同盟,既无可靠的忠诚,亦无稳固的力量,反而在族类上支离破碎,心意自然亦四分五裂。

§8.30.18

μηδὲ γὰρ οἴεσθε Οὔννους τε καὶ Λαγγοβάρδας καὶ Ἐρούλους ποτέ, χρημάτων αὐτοῖς μεμισθωμένους οὐκ οἶδα ὁπόσων, προκινδυνεύσειν αὐτῶν ἄχρι ἐς θάνατον.

切莫以为匈人、伦巴第人和赫鲁利人因从他们那里收受了不知多少金钱被雇佣而来,便会为他们冒死作战直至捐躯。

§8.30.19

οὐ γὰρ οὕτως αὐτοῖς ἡ ψυχὴ ἄτιμος ὥστε καὶ ἀργυρίου τὰ δευτερεῖα παρ’ αὐτοῖς φέρεσθαι, ἀλλ’ εὖ οἶδα ὡς μάχεσθαι τὰ ἐς τὴν ὄψιν ποιούμενοι ἐθελοκακήσουσιν αὐτίκα δὴ μάλα, ἢ κεκομισμένοι τὴν μίσθωσιν, ἢ τὴν ἐπίταξιν ὑποτετελεκότες τῶν ἐν σφίσιν ἀρχόντων.

在他们眼里,生命绝非轻贱到甚至要居于白银之后;我深知,他们不过做做打仗的表面文章,无论是在拿到报酬之后,还是在履行了本族领袖的差遣之后,便会立即故意怠战示弱。

§8.30.20

τοῖς γὰρ ἀνθρώποις καὶ τὰ τῶν πραγμάτων τερπνότατα δοκοῦντα εἶναι μὴ ὅτι πολέμια,2 ἢν μὴ κατὰ γνώμην αὐτοῖς πράσσηται, ἀλλὰ βιασθεῖσιν ἢ μισθαρνήσασιν ἢ ἄλλῳ τῳ ἀναγκασθεῖσιν, οὐκέτι αὐτοῖς ἐπὶ τὸ καταθύμιον ἀποκεκρίσθαι ξυμβήσεται, ἀλλὰ τῷ ἀναγκαίῳ μοχθηρὰ φαίνεται. ὧν ἐνθυμηθέντες προθυμίᾳ τῇ πάσῃ ὁμόσε τοῖς πολεμίοις χωρήσωμεν.”

因为对于人类而言,凡非出于自愿之事,即使是看来最为怡人之事——更不用说战争事务了——若是被迫、受雇或因某种其他缘由而勉强为之,便再也不能产生合乎心意的结果,反而因出于强求而显得痛苦可悲。念及于此,让我们满怀全部斗志,与敌人短兵相接吧!”

语法注2 条
  1. 8.30.14οὐκ ἐνδεχομένης τῶν πραγμάτων τῆς φύσεως ἀρετὴν ἕωλον

    表原因的属格绝对结构。分词 ἐνδεχομένης 的逻辑主语为 τῆς φύσεως,所属属格 τῶν πραγμάτων 前置于 τῆς φύσεως。宾格短语 ἀρετὴν ἕωλον 充当分词的直接宾语。

  2. 8.30.20μὴ ὅτι πολέμια

    表示“更不用说……”或“遑论……”的惯用省略短语(省略了 ὅτι 之前的动词,如 μὴ εἴπω)。它承接前文的最高级 τὰ τῶν πραγμάτων τερπνότατα(“事务中最令人愉快者”),并将严酷得多的“战争事务”作为更甚者加以对比排除与强调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.30.10-8.30.20