- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.30.1-8.30.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
双方在决战前夕分别进行战前动员:纳尔塞斯向全军陈述己方优势与敌军不义以鼓舞士气,托蒂拉则召集心生畏惧的部下,指出这一战必将彻底终结整场战争。
Ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν. ἑκάτεροι δὲ παρεσκευάζοντο εἰς παράταξιν. καὶ Ναρσῆς τὸ στράτευμα ἐν χώρῳ ὀλίγῳ ξυναγαγὼν τοιάδε παρεκελεύσατο· “Τοῖς μὲν ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐς ἀγωνίαν τοῖς πολεμίοις καθισταμένοις παρακελεύσεώς τε ἂν ἴσως δεήσειε πολλῆς καὶ παραινέσεως ἐς τὴν προθυμίαν ὁρμώσης, ὅπως δὴ ταύτῃ τῶν ἐναντίων πλεονεκτοῦντες κατὰ νοῦν μάλιστα τῆς παρατάξεως ἀπαλλάξωσιν· ὑμῖν δέ, ὦ ἄνδρες, οἷς καὶ τῇ ἀρετῇ καὶ τῷ πλήθει καὶ τῇ ἄλλῃ παρασκευῇ πάσῃ πολλῷ τῷ διαλλάσσοντι1 πρὸς καταδεεστέρους ἡ μάχη ἐστίν, οὐδὲν ἄλλο προσδεῖν οἴομαι ἢ τῷ θεῷ ἵλεῳ ἐς ξυμβολὴν τήνδε καθίστασθαι.
事情便这样发展下去。双方都在准备决战。纳尔塞斯将全军召集在狭小的空地上,作了如下的动员:“对于那些在力量旗鼓相当的条件下与敌人交锋的人来说,或许大有必要进行激烈的动员与激发斗志的劝勉,以便在这方面胜过对手,从而尽可能如愿地脱离战场。但对于你们而言,将士们,你们在武勇、数量以及其他一切准备方面,都以极大的优势压倒这些低劣之辈,我认为除了以敬神获佑之心投入这场交战之外,再无需其他任何东西。
εὐχῇ τοίνυν αὐτὸν ἐνδελεχέστατα ἐς ξυμμαχίαν ἐπαγόμενοι πολλῷ τῷ καταφρονήματι ἐπὶ τούτων δὴ τῶν λῃστῶν τὴν ἐπικράτησιν ἵεσθε, οἵ γε δοῦλοι βασιλέως τοῦ μεγάλου τὸ ἐξ ἀρχῆς ὄντες καὶ δραπέται γεγενημένοι τύραννόν τε αὑτοῖς ἀγελαῖόν τινα ἐκ τοῦ συρφετοῦ προστησάμενοι ἐπικλοπώτερον συνταράξαι τὴν Ῥωμαίων ἀρχὴν ἐπὶ καιροῦ τινὸς ἴσχυσαν.
因此,当以持续不断的祈祷争取神明作为同盟,满怀极大的蔑视去制服这些盗匪吧!他们原本是大皇帝的奴隶,沦为逃奴后,又从乌合之众中推举出一个卑贱的僭主,趁机如窃贼般扰乱了罗马帝国的秩序。
καίτοι τούτους γε ἡμῖν οὐδὲ ἀντιπαρατάσσεσθαι νῦν τὰ εἰκότα λογιζομένους ὑπώπτευσεν ἄν τις.
然而,任谁也不会料到,这些人倘若依据常理推断,如今竟会与我们列阵对峙。
οἱ δὲ θράσει θανατῶντες ἀλογίστῳ τινὶ καὶ μανιώδη προπέτειαν ἐνδεικνύμενοι προὖπτον αὐτοῖς θάνατον ἀναιρεῖσθαι τολμῶσιν, οὐ προβεβλημένοι τὴν ἀγαθὴν ἐλπίδα, οὐδὲ τί ἐπιγενήσεται σφίσιν αὐτοῖς ἐκ τοῦ παραλόγου καὶ τοῦ παραδόξου καραδοκοῦντες, ἀλλὰ πρὸς τοῦ θεοῦ διαρρήδην ἐπὶ τὰς ποινὰς τῶν πεπολιτευμένων ἀγόμενοι. ὧν γὰρ ἄνωθέν τι κατεγνώσθη παθεῖν,2 χωροῦσιν ἐπὶ τὰς τιμωρίας αὐτόματοι.
但他们却因盲目的狂妄而自寻死路,表现出狂乱的冒失,敢于自取昭然若揭的灭亡;他们既无良善的希望作为后盾,亦未静候意料之外的变故能带来何种转机,而是明显被神明押解着去为他们的所作所为接受惩罚。因为凡是被上天判决受难之人,皆是自行走向刑罚。
χωρὶς δὲ τούτων ὑμεῖς μὲν πολιτείας εὐνόμου προκινδυνεύοντες καθίστασθε εἰς ξυμβολὴν τήνδε, οἱ δὲ νεωτερίζουσιν ἐπὶ τοῖς νόμοις ζυγομαχοῦντες, οὐ παραπέμψειν τι τῶν ὑπαρχόντων ἐς διαδόχους προσδοκῶντές τινας, ἀλλ’ εὖ εἰδότες ὡς συναπολεῖται αὐτοῖς ἅπαντα καὶ μετ’ ἐφημέρου βιοτεύουσι τῆς ἐλπίδος.
除此以外,你们是以身涉险,为了秩序良好的城邦体制投入这场决战,而他们则是在作乱犯上、抗拒法律;他们既无望将现有财产传给任何后嗣,又深知一切都将随他们化为乌有,只靠着朝不保夕的微茫希望苟活。
ὥστε καταφρονεῖσθαι τὰ μάλιστά εἰσιν ἄξιοι. τῶν γὰρ οὐ νόμῳ καὶ ἀγαθῇ πολιτείᾳ ξυνισταμένων ἀπολέλειπται μὲν ἀρετὴ πᾶσα, διακέκριται δέ, ὡς τὸ εἰκός, ἡ νίκη, οὐκ εἰωθυῖα ταῖς ἀρεταῖς ἀντιτάσσεσθαι.” τοιαύτην μὲν ὁ Ναρσῆς τὴν παρακέλευσιν ἐποιήσατο. Καὶ Τουτίλας δὲ τεθηπότας τὴν Ῥωμαίων στρατιὰν τούς οἱ ἑπομένους ὁρῶν ξυγκαλέσας καὶ αὐτὸς ἅπαντας ἔλεξε τάδε. “Ὑστάτην ὑμῖν παραίνεσιν ποιησόμενος ἐνταῦθα ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ξυνήγαγον.
因此,他们最理应受到鄙视。因为凡非依凭法律与良善体制而聚结之人,早已丧失了一切美德,而胜利理所当然地与他们决裂,盖因胜利绝不惯于与美德作对。”纳尔塞斯作了如上的训话。而托蒂拉看到跟随他的人对罗马军队感到震惊恐惧,也把众人召集起来,发表了如下讲话:“战友们,我把你们召集在此,是要向你们作出最后的规劝。
ἄλλης γάρ, οἶμαι, παρακελεύσεως μετὰ τήνδε τὴν ξυμβολὴν οὐκέτι δεήσει, ἀλλὰ τὸν πόλεμον ἐς ἡμέραν μίαν ἀποκεκρίσθαι ξυμβήσεται πάντως.
因为我想,在这场交战之后,便再也不需要其他的动员了,这场战争必定会在一日之内决出胜负。
οὕτω γὰρ ἡμᾶς τε καὶ βασιλέα Ἰουστινιανὸν ἐκνενευρίσθαι τετύχηκε καὶ περιῃρῆσθαι δυνάμεις ἁπάσας, πόνοις τε καὶ μάχαις καὶ ταλαιπωρίαις ὡμιληκότας ἐπὶ χρόνου παμμέγεθες μῆκος, ἀπειρηκέναι τε πρὸς τὰς τοῦ πολέμου ἀνάγκας, ὥστε, ἢν τῇ ξυμβολῇ τῇ νῦν τῶν ἐναντίων περιεσόμεθα, οὐδαμῶς ἀναποδιεῖν τὸ λοιπὸν ἕξουσιν, ἢν δὲ ἡμεῖς τι προσπταίσωμεν ἐν ταύτῃ τῇ μάχῃ, ἐλπὶς οὐδεμία εἰς τὸ ἀναμαχήσεσθαι λελείψεται Γότθοις, ἀλλὰ τὴν ἧσσαν ἑκατέροις σκῆψιν ἐς τὴν ἡσυχίαν εὐπρόσωπον διαρκῶς ἕξομεν.3
因为漫长岁月以来的辛劳、征战与苦难,恰好使得我们与查士丁尼皇帝皆已筋疲力尽,被剥夺了一切实力,在战争的重负面前消耗殆尽;以至于,如果我们在此次交锋中压倒对手,他们今后将绝无翻盘之机;而若我们在这场战斗中稍有挫折,哥特人亦不再存有重整旗鼓的任何指望,相反,失败对双方而言,都将长久成为谋求安宁的冠冕堂皇的借口。”
- 8.30.1πολλῷ τῷ διαλλάσσοντι
表示差异程度的与格 πολλῷ 修饰带冠词的中性分词 τῷ διαλλάσσοντι(存在差距),构成副词性短语,意为“以极大的差距/压倒性优势”,并与 πρὸς καταδεεστέρους(相较于劣势者)相连,强调己方相较于敌人的巨大优越程度。
- 8.30.4ὧν γὰρ ἄνωθέν τι κατεγνώσθη παθεῖν
在非人称被动动词 κατεγνώσθη(被判处)结构中,关系代词 ὧν 包含了先行词(ἐκείνων),作 καταγιγνώσκω 所支配的表示被判处之人的属格。与充当真正主语的不定式短语 τι παθεῖν(遭受某种苦难)结合,构成“那些被上天判定受难之人”的句式。
- 8.30.9τὴν ἧσσαν ἑκατέροις σκῆψιν ἐς τὴν ἡσυχίαν εὐπρόσωπον διαρκῶς ἕξομεν
在以主动词 ἕξομεν 为核心的结构中,τὴν ἧσσαν(失败)作直接宾语,σκῆψιν εὐπρόσωπον(合情合理的借口)充当补足语(谓语宾格)。ἑκατέροις(对于双方而言/无论是哪一方)为关涉与格,整体表示“对于无论哪一方,失败都将成为走向持久和平(ἡσυχία)的体面借口”。
