- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.29.13-8.29.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
纳尔塞斯夜间派遣五十名步兵抢先占领要冲小丘,悉数击退了托蒂拉轮番投入的骑兵冲击。保卢斯和安西拉斯表现尤为英勇,保卢斯更因徒手夺矛的奇功而被纳尔塞斯擢升为私人侍从。
ἀλλὰ προτερήσας Ναρσῆς πεντήκοντα ἐκ καταλόγου πεζοὺς ἀπολέξας ἀωρὶ νύκτωρ ὡς καταληψομένους τε καὶ καθέξοντας αὐτὸ ἔστειλε.
然而纳尔塞斯抢先一步,从名册中挑选出五十名步兵,在深夜派出他们,意图先发制人占领并守住该地。
καὶ οἱ μὲν οὐδενὸς σφίσι τῶν πολεμίων ἐμποδὼν ἱσταμένου ἐνταῦθα γενόμενοι ἡσυχῆ ἔμενον.
而他们在没有遭到任何敌军阻拦的情况下抵达那里,静静守候。
ἔστι δέ τις χειμάρρους τοῦ γεωλόφου ἐπίπροσθεν, παρὰ μὲν τὴν ἀτραπὸν ἧς ἄρτι ἐμνήσθην, τοῦ δὲ χώρου καταντικρὺ οὗ ἐστρατοπεδεύσαντο Γότθοι, οὗ δὴ οἱ πεντήκοντα ἔστησαν, ἐν χρῷ μὲν ξυνιόντες ἀλλήλοις, ἐς φάλαγγα δὲ ὡς ἐν στενοχωρίᾳ ξυντεταγμένοι.
在小丘前方有一条激流干涸的冲沟,紧邻我刚才提到的那条小道,正对着哥特人扎营之处;五十人便在此处立定,彼此紧紧靠拢,根据狭窄的地势排成步兵方阵。
Μεθ’ ἡμέραν δὲ τὸ γεγονὸς ἰδὼν Τουτίλας ἀπώσασθαι αὐτοὺς ἐν σπουδῇ εἶχεν. ἴλην τε ἱππέων εὐθὺς ἐπ’ αὐτοὺς ἔπεμψεν, ἐξελᾶν ὅτι τάχιστα ἐνθένδε αὐτοὺς ἐπιστείλας.
天亮后托蒂拉见此情景,急于将他们逐退。他随即派遣一队骑兵向他们扑去,命令务必以最快速度将他们从那里驱逐出去。
οἱ μὲν οὖν ἱππεῖς θορύβῳ τε πολλῷ καὶ κραυγῇ ἐπ’ αὐτοὺς ἵεντο, ὡς αὐτοβοεὶ ἐξαιρήσοντες,1 οἱ δὲ εἰς ὀλίγον ξυντεταγμένοι καὶ ταῖς μὲν ἀσπίσι φραξάμενοι, τὰ δὲ δοράτια ἐπανατεινάμενοι ἔστησαν. εἶτα οἱ μὲν Γότθοι σπουδῇ ἐπιόντες ξυνταράξαντες αὑτοὺς ἤλαυνον, οἱ δὲ πεντήκοντα, τῶν τε ἀσπίδων τῷ ὠθισμῷ καὶ τῶν δορατίων τῇ ἐπιβολῇ πυκνοτάτῃ οὔσῃ καὶ οὐδαμῆ ξυγκεχυμένῃ ὡς καρτερώτατα τοὺς ἐπιόντας ἠμύνοντο, ἐξεπίτηδές τε πάταγον ταῖς ἀσπίσιν ἐποίουν, ταύτῃ μὲν τοὺς ἵππους ἀεὶ δεδισσόμενοι, τοὺς δὲ ἄνδρας ταῖς τῶν δορατίων αἰχμαῖς.2
于是骑兵们伴随着巨大的嘈杂与呼喊向他们冲锋,仿佛一击便能将其拿下;而步兵们紧缩阵型,以盾牌遮蔽自身,挺出短矛严阵以待。接着哥特人争先恐后地冲上前去,乱了队形策马狂奔;但这五十人凭借紧密的盾牌挤靠以及密密麻麻、毫不散乱的短矛攒刺,极其顽强地击退了进攻者,并故意用盾牌敲出巨响,借此不断惊吓战马,同时用短矛的锋刃对付敌人。
καὶ οἵ τε ἵπποι ἀνεχαιτίζοντο τῇ τε δυσχωρίᾳ καὶ τῶν ἀσπίδων τῷ πατάγῳ λίαν ἀχθόμενοι καὶ διέξοδον οὐδαμῆ ἔχοντες, οἵ τε ἄνδρες ἀπεκναίοντο, ἀνθρώποις τε οὕτω ξυμφραξαμένοις μαχόμενοι καὶ τρόπῳ οὐδενὶ εἴκουσι, καὶ ἵπποις ἐγκελευόμενοι ὡς ἥκιστα ἐπαΐουσιν. ἀποκρουσθέντες τε τὴν πρώτην ὀπίσω ἐχώρουν.
战马因地形险恶与盾牌的巨响而极度烦躁,前蹄腾空直立,无路可走;骑士们也筋疲力尽,不仅要与如此紧密相护、寸步不让的人作战,还必须驱策根本不听使唤的马匹。初次受挫后,他们只得后撤。
καὶ αὖθις ἀποπειρασάμενοι καὶ ταὐτὰ πάσχοντες ἀνεπόδιζον. πολλάκις τε οὕτως ἀπαλλάξαντες οὐκέτι ἠνώχλουν, ἀλλ’ ἑτέραν ἴλην Τουτίλας ἐς τὸ ἔργον τοῦτο ἀντικαθίστη.
再度尝试时,他们又遭遇同样的挫败而败退。在屡次落得如此下场后,他们不再进击,托蒂拉便换上另一队骑兵来执行这项任务。
ὧνπερ ὁμοίως τοῖς προτέροις ἀπαλλαγέντων ἕτεροι ἐς τὴν πρᾶξιν καθίσταντο. πολλάς τε ἴλας ὁ Τουτίλας οὕτως ἀμείψας ἐπὶ πάσαις τε ἄπρακτος γεγονὼς εἶτα ἀπεῖπεν.
在这些人同样如前队般被击退后,又有另一队被派上阵去。托蒂拉就这样轮番更换了许多骑兵队,但全都无功而返,最终只得作罢。
Οἱ μὲν οὖν πεντήκοντα κλέος ὑπὲρ ἀρετῆς ἀπήνεγκαν μέγα, δύο δὲ αὐτῶν διαφερόντως ἐν τῷ πόνῳ τούτῳ ἠρίστευσαν, Παῦλός τε καὶ ʼΑνσίλας, οἳ δὴ ἐκπεπηδηκότες τῆς φάλαγγος δήλωσιν ἀρετῆς μάλιστα πάντων πεποίηνται.
这五十人固然因其英勇而赢得了巨大的声誉,但其中两人在这场苦斗中表现得尤为杰出,即保卢斯和安西拉斯,他们一跃冲出方阵,比任何人都更显著地展现了英勇。
τοὺς μὲν γὰρ ἀκινάκας σπασάμενοι κατέθεντο εἰς τὸ ἔδαφος, τὰ δὲ τόξα ἐντεινάμενοι ἔβαλλον ἐπικαιριώτατα στοχαζόμενοι τῶν πολεμίων.
因为他们拔出短剑置于地上,张开弓弩,以极其精准的射击瞄准敌军放箭。
καὶ πολλοὺς μὲν ἄνδρας, πολλοὺς δὲ ἵππους διεχρήσαντο, ἕως ἔτι εἶχον τοὺς ἀτράκτους αὐτοῖς αἱ φαρέτραι. ἐπειδὴ δὲ ἅπαντα αὐτοὺς τὰ βέλη ἤδη ἐπιλελοίπει, οἱ δὲ τά τε ξίφη ἀνελόμενοι καὶ τὰς ἀσπίδας προβεβλημένοι κατὰ μόνας τοὺς ἐπιόντας ἠμύνοντο.
只要箭筒里尚有箭矢,他们便消灭了众多敌兵与许多战马。当所有的箭矢都已告罄时,他们便捡起利剑,挺起盾牌,仅凭两人之力抵御来犯之敌。
ἐπειδάν τε ἱππευόμενοι τῶν ἐναντίων τινὲς ξὺν τοῖς δόρασιν ἐπ’ αὐτοὺς ἴοιεν, οἱ δὲ τοῖς ξίφεσι παίοντες ἀπεκαύλιζον τῶν δοράτων εὐθὺς τὰς αἰχμάς.
每当有敌方骑兵持矛冲向他们时,他们就挥剑斩击,立即削断矛头。
πολλάκις δὲ αὐτῶν οὕτω δὴ ἀναστελλόντων τὰς τῶν πολεμίων ἐπιδρομὰς ξυνηνέχθη τὸ θατέρου ξίφος ʽἦν δὲ οὗτος ἀνὴρ Παῦλος ὀνόματἰ συγκεκάμφθαι τῇ ἐς τὰ ξύλα συνεχεῖ τομῇ καὶ τὸ παράπαν ἀχρεῖον εἶναι. ὅπερ αὐτίκα μὲν προσουδίζει χαμαί, χερσὶ δὲ ἀμφοτέραις ἐπιλαβόμενος τῶν δοράτων ἀφῃρεῖτο τοὺς ἐπιόντας. τέτταρά τε δόρατα οὕτω τοὺς πολεμίους διαφανῶς ἀφελόμενος αἰτιώτατος γέγονε τοῦ τὴν πρᾶξιν αὐτοὺς ἀπογνῶναι.3
在他们多次如此遏止敌人的突击之际,其中一人——此人名叫保卢斯——的利剑因不断劈砍木质矛柄而卷刃弯折,变得完全无法使用。他当即将其摔在地上,双手抓住长矛,从扑上来的敌人手中硬生生将其夺过。他以这种方式在众目睽睽之下公然夺取了敌人的四根长矛,成了迫使敌人放弃这次行动的首要功臣。
διὸ δὴ αὐτὸν ὑπασπιστὴν αὑτοῦ ἴδιον ἀπὸ τοῦ ἔργου τούτου Ναρσῆς τὸ λοιπὸν κατεστήσατο.
因此,纳尔塞斯在这场战事之后,自此将他收为自己的私人亲卫侍从。
- 8.29.17αὐτοβοεὶ ἐξαιρήσοντες
副词 αὐτοβοεί(凭一声呐喊、一举)与将来时分词 ἐξαιρήσοντες 及 ὡς 连用,构成表示主语主观意图或预期的目的表达(“仿佛一鼓作气便能攻克”)。
- 8.29.18ταύτῃ μὲν τοὺς ἵππους ἀεὶ δεδισσόμενοι, τοὺς δὲ ἄνδρας ταῖς τῶν δορατίων αἰχμαῖς
分词 δεδισσόμενοι 直接支配前半句的 τοὺς ἵππους,而对后半句的 τοὺς δὲ ἄνδρας 则省略了相应的动词(如“对抗”、“抵御”),构成结合修辞法(zeugma)或语境补足的省略结构。
- 8.29.27τέτταρά τε δόρατα οὕτω τοὺς πολεμίους διαφανῶς ἀφελόμενος αἰτιώτατος γέγονε τοῦ τὴν πρᾶξιν αὐτοὺς ἀπογνῶναι
前半句中分词 ἀφελόμενος 支配人(τοὺς πολεμίους)与物(τέτταρα δόρατα)的双宾格。后半句 τοῦ τὴν πρᾶξιν αὐτοὺς ἀπογνῶναι 为带冠词属格的不定式短语,依附于最高级形容词 αἰτιώτατος,表原因(“成为促使他们放弃行动的首要原因”)。
