- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.3.1-8.3.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了高加索山的极高地势及其山麓通向里海门等隘口的地理布局,并说明阿兰人与匈奴各部的居所。接着作者论及从该地起源的亚马逊人传说,并赞同一种理性化的解释,即亚马逊人并非天生善战的女性种族,而是随夫出征的蛮族妇女在男子全军覆没后被迫武装自卫的悲剧群体。
Ταύτης δὲ τῆς χώρας καθύπερθεν ὄρος τὸ Καυκάσιόν ἐστι. τοῦτο δὲ τὸ ὄρος, ὁ Καύκασος, ἐς τοσόνδε ὕψος ἀνέχει, ὥστε δὴ αὐτοῦ τῶν μὲν ὑπερβολῶν οὔτε ὄμβρους οὔτε νιφετοὺς ἐπιψαύειν ποτέ·1 τῶν γὰρ νεφελῶν αὐτὰς ἁπασῶν καθυπερτέρας ξυμβαίνει εἶναι. τὰ δὲ μέσα μέχρι τῶν ἐσχάτων χιόνων ἔμπλεα διηνεκές ἐστι.
在这片土地的上方坐落着高加索山。这座山,即高加索,耸立至如此的高度,以至于雨雪从未触及其顶峰;因为它们〔顶峰〕恰好高于所有的云层。而其中部直至山脚则始终堆满白雪。
καὶ ἀπ’ αὐτοῦ οἱ πρόποδες ὑψηλοὶ ἐσάγαν τυγχάνουσιν ὄντες, οὐδέν τι καταδεέστεροι τῶν ἐν τοῖς ὄρεσι τοῖς ἄλλοις σκοπέλων.
从它延伸出的山麓丘陵极高,丝毫不亚于其他山脉中的峰峦。
τῶν δὲ τοῦ Καυκασίου ὄρους προπόδων οἱ μὲν πρός τε βορρᾶν ἄνεμον καὶ ἥλιον δύοντα τετραμμένοι ἔς τε Ἰλλυριοὺς καὶ Θρᾷκας διήκουσιν, οἱ δὲ πρός τε ἀνίσχοντα ἥλιον καὶ ἄνεμον νότον ἐς τὰς διεξόδους ἐξικνοῦνται αὐτὰς αἳ τὰ τῇδε ᾠκημένα Οὐννικὰ ἔθνη ἐς γῆν τήν τε Περσῶν καὶ Ῥωμαίων ἄγουσιν.
在高加索山的山麓中,朝向北风与落日方向的延伸至伊利里亚人和色雷斯人那里,而朝向日出与南风方向的则通达通道本身,这些通道引领定居于此的匈奴诸部族进入波斯人与罗马人的土地。
ὧνπερ ἁτέρα μὲν Τζοὺρ ἐπικέκληται, ἡ δὲ δὴ ἑτέρα Πύλη ἐκ παλαιοῦ Κασπία ἐκλήθη. ταύτην δὲ τὴν χώραν ἣ ἐξ ὄρους τοῦ Καυκάσου ἄχρι ἐς τὰς Κασπίας κατατείνει Πύλας Ἀλανοὶ ἔχουσιν, αὐτόνομον ἔθνος, οἳ δὴ καὶ Πέρσαις τὰ πολλὰ ξυμμαχοῦσιν, ἐπί τε Ῥωμαίους καὶ ἄλλους πολεμίους στρατεύουσι. τὰ μὲν οὖν ἀμφὶ τῷ ὄρει τῷ Καυκασίῳ ταύτῃ πη ἔχει.
其中之一被称为佐尔,而另一处自古便被称为里海门。从高加索山一直延伸到里海门的这片土地由阿兰人占据,这是一个独立的部族,他们多与波斯人结盟,进军攻打罗马人及其他敌人。高加索山一带的大致情况便是如此。
Οὖννοι δέ, οἱ Σάβειροι ἐπικαλούμενοι, ἐνταῦθα ᾤκηνται καὶ ἄλλα ἄττα Οὐννικὰ ἔθνη. ἐνθένδε μὲν τὰς Ἀμαζόνας ὡρμῆσθαί φασιν, ἀμφὶ δὲ τὸ Θεμίσκουρον καὶ ποταμὸν τὸν Θερμώδοντα ἐνστρατοπεδεύσασθαι, ᾗπέρ μοι ἔναγχος εἴρηται, οὗ δὴ πόλις ἐν τῷ παρόντι Ἀμισός ἐστι. τανῦν δὲ οὐδαμῆ τῶν ἀμφὶ τὸ Καυκάσιον ὄρος χωρίων Ἀμαζόνων τις μνήμη ἢ ὄνομα διασώζεται, καίτοι καὶ Στράβωνι καὶ ἄλλοις τισὶ λόγοι ἀμφ’ αὐταῖς πολλοὶ εἴρηνται.
此外,被称为萨比尔人的匈奴人以及其他某些匈奴部族定居在此。人们说,亚马逊人正是从这里出发,并如我刚才所述,在忒弥斯库拉和忒耳摩冬河一带扎营,那里如今是阿米苏斯城。然而在现今,高加索山周围的地区中,无一处留存有亚马逊人的任何记忆或名字,尽管斯特拉波及其他某些人曾讲述过许多关于她们的故事。
ἀλλά μοι δοκοῦσι μάλιστα πάντων τά γε κατὰ τὰς Ἀμαζόνας ξὺν τῷ ἀληθεῖ λόγῳ εἰπεῖν, ὅσοι ἔφασαν2 οὐ πώποτε γένος γυναικῶν ἀνδρείων γεγονέναι, οὐδ’ ἐν ὄρει μόνῳ τῷ Καυκασίῳ τὴν τῶν ἀνθρώπων φύσιν θεσμῶν τῶν οἰκείων ἐξίστασθαι, ἀλλὰ βαρβάρους ἐκ τῶνδε τῶν χωρίων στρατῷ μεγάλῳ ξὺν γυναιξὶ ταῖς αὐτῶν ἰδίαις ἐπὶ τὴν Ἀσίαν στρατεῦσαι, στρατόπεδόν τε ἀμφὶ ποταμὸν Θερμώδοντα ποιησαμένους ἐνταῦθα μὲν τὰς γυναῖκας ἀπολιπεῖν, αὐτοὺς δὲ γῆν τῆς Ἀσίας τὴν πολλὴν καταθέοντας, ὑπαντιασάντων σφίσι τῶν τῇδε ᾠκημένων, ἅπαντας ἐξ ἀνθρώπων ἀφανισθῆναι, οὐδένα τε αὐτῶν τὸ παράπαν ἐπανήκειν ἐς τῶν γυναικῶν τὸ χαράκωμα, καὶ τὸ λοιπὸν ταύτας δὴ τὰς γυναῖκας, δέει τῶν περιοίκων καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ἀναγκασθείσας, τό τε ἀρρενωπὸν ἀμφιέσασθαι οὔτι ἐθελουσίας καὶ ἀνελομένας τὴν πρὸς τῶν ἀνδρῶν ἐν τῷ στρατοπέδῳ ἀπολελειμμένην τῶν ὅπλων σκευήν, καὶ ταύτῃ ἐξοπλισαμένας ὡς ἄριστα ἔργα ἀνδρεῖα ξὺν ἀρετῇ ἐπιδείξασθαι, διωθουμένης ἐς τοῦτο αὐτὰς τῆς ἀνάγκης, ἕως δὴ ἁπάσαις διαφθαρῆναι ξυνέπεσε.
但在我看来,凡是主张从未存在过勇悍的女性部族、人的天性也未曾仅仅在高加索山背离其本有法则的人,在谈及亚马逊人一事时,最为切合真实的言说;他们认为,实乃出自这些地区的蛮族率大军偕同他们自己的妻子出征亚洲,在忒耳摩冬河一带设立营地并将妇女留在那处,而男子们席卷亚洲的大部分土地,在当地居民出迎对阵之下全军覆没,竟无一人回到妇女们的营垒中;此后,这些妇女因对邻人的畏惧及物资的匮乏所迫,绝非出于自愿地穿上男装,拿起男子留在营地中的盔甲装备,借此尽力全副武装,并在形势的逼迫下以英勇展现出男子般的壮举,直至所有人都遭遇灭亡。
ταῦτα δὲ ὧδέ πη γεγονέναι καὶ ξὺν τοῖς ἀνδράσι τὰς Ἀμαζόνας στρατεύσασθαι καὶ αὐτὸς οἴομαι, τεκμηριούμενος οἷς δὴ καὶ χρόνῳ τῷ κατ’ ἐμὲ ξυνηνέχθη γενέσθαι.
这些事情大约是如此发生的,且亚马逊人曾与男子一同出征,这也是我自己的看法,我是根据甚至在我的时代恰巧发生的事情推断出来的。
- 8.3.1αὐτοῦ τῶν μὲν ὑπερβολῶν οὔτε ὄμβρους οὔτε νιφετοὺς ἐπιψαύειν ποτέ
动词 ἐπιψαύειν(触及)支配表示接触对象的属格,因此 τῶν ὑπερβολῶν(顶峰)充当其属格宾语,其前面的 αὐτοῦ 为指代该山的属格定语。在 ὥστε 引导的结果从句中,宾格短语 οὔτε ὄμβρους οὔτε νιφετούς 充当不定式 ἐπιψαύειν 的逻辑主语。
- 8.3.7ἀλλά μοι δοκοῦσι μάλιστα πάντων τά γε κατὰ τὰς Ἀμαζόνας ξὺν τῷ ἀληθεῖ λόγῳ εἰπεῖν, ὅσοι ἔφασαν
该句核心结构是人称句式的 δοκοῦσι ... εἰπεῖν(在我看来……似乎述说了),其主语是由关系代词从句 ὅσοι ἔφασαν(凡是声称……的人)所充当,被倒置在不定式 εἰπεῖν 之后。随后展开的长句包含了一系列由动词 ἔφασαν 所支配的宾格加不定式结构(οὐ πώποτε ... γεγονέναι, οὐδ' ... ἐξίστασθαι, ἀλλὰ ... στρατεῦσαι, ἀπολιπεῖν, ἀφανισθῆναι, ἐπανήκειν, ἀμφιέσασθαι, ἐπιδείξασθαι)。
