- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.2.16-8.2.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了从图拉真时代的罗马驻军演变为现今自主部族的状况,随后详述了从阿普萨鲁斯到佩特拉的新月形海岸及拉齐卡内陆(斯库姆尼亚、苏阿尼亚、梅斯霍伊人等)的地理。他进而论述了作为洲界划分的法西斯河,并考辨了金羊毛神话的真实性。
λέγουσι μὲν οὖν ὡς κατὰ τοὺς Τραϊανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος χρόνους κατάλογοι Ῥωμαίων στρατιωτῶν ἐνταῦθά τε καὶ μέχρι ἐς Λαζοὺς καὶ Σαγίνας ἵδρυντο.
人们说,在罗马皇帝图拉真时代,罗马士兵的驻军曾驻扎在此,并一直延伸到拉齐人和萨吉纳人那里。
τὰ δὲ νῦν ἄνθρωποι ἐνταῦθα οἰκοῦσιν οὔτε τοῦ Ῥωμαίων οὔτε τοῦ Λαζῶν βασιλέως κατήκοοι ὄντες, πλήν γε δὴ ὅτι Χριστιανοῖς οὖσιν οἱ Λαζῶν ἐπίσκοποι τοὺς ἱερεῖς καθίστανται σφίσι.1
然而现在,定居在这里的人们既不臣属于罗马王,也不臣属于拉齐王,仅仅是因为他们是基督徒,拉齐人的主教们才为他们指派祭司。
καὶ αὐτοὶ ἔνσπονδοί τε καὶ φίλοι ἀμφοτέροις ἐθέλοντες εἶναι, τοὺς ἐξ ἑκατέρων παρὰ τοὺς ἑτέρους ἀεὶ στελλομένους παραπέμψειν διηνεκῶς ὡμολόγησαν· ὃ δὴ φαίνονται καὶ ἐς ἐμὲ δρῶντες.
他们自己既愿意与双方结盟并保持友好,便同意持续护送由彼此派往对方的人员;而这确也是他们直到我的时代仍在做的事。
ἀκάτοις γὰρ ἰδίαις τοὺς παρὰ θατέρου βασιλέως ἐς τὸν ἕτερον στελλομένους ἀγγέλους ναυτιλλόμενοι παραπέμπουσι. φόρου μέντοι ὑποτελεῖς οὐδαμῆ γεγένηνται ἐς τόδε τοῦ χρόνου.
因为他们使用自己的小艇,以水路护送由两位国王之一派往另一方的使者。然而直到今天,他们绝未缴纳过任何贡赋。
τούτων δὲ τῶν χωρίων ἐν δεξιᾷ ὄρη τε λίαν ἀπότομα ἀποκρέμαται καὶ χώρα ἔρημος ἐπὶ πλεῖστον διήκει. καὶ αὐτῆς ὕπερθεν οἱ Περσαρμένιοι καλούμενοι ᾤκηνται, καὶ Ἀρμένιοι οἳ Ῥωμαίων κατήκοοί εἰσι μέχρι ἐς τοὺς Ἰβηρίας ὅρους διήκοντες.
在这些地区的右侧,极为陡峭的群山高耸悬绝,荒无人烟的土地延展得极广。在它的上方定居着所谓的波斯亚美尼亚人,以及臣属于罗马人的亚美尼亚人,一直延伸到伊比利亚的疆界。
Ἐκ δὲ Ἀψαροῦντος πόλεως ἐς Πέτραν τε πόλιν καὶ τοὺς Λαζῶν ὅρους, οὗ δὴ τελευτᾷ ὁ Εὔξεινος Πόντος, μιᾶς ἐστὶν ἡμέρας ὁδός. ἀπολήγων δὲ ὁ Πόντος ἐνταῦθα μηνοειδῆ τίθεται τὴν ἀκτήν.
从阿普萨鲁斯城到佩特拉城以及拉齐人的疆界——欧克辛庞托斯海正是在那里终止——只有一天的路程。而庞托斯海在此终结处,使其海岸呈现出新月的形状。
καὶ ὁ μὲν τοῦ μηνοειδοῦς τούτου διάπλους ἐς πεντήκοντά τε καὶ πεντακοσίους μάλιστα σταδίους διήκει, τὰ δὲ αὐτοῦ ὄπισθεν ξύμπαντα Λαζική τέ ἐστι καὶ ὠνόμασται.
横跨这一新月形海湾的航程大约延展五百五十斯塔狄昂,其背后的所有土地都是拉齐卡,并以此得名。
μετὰ δὲ αὐτοὺς κατὰ τὴν μεσόγαιαν Σκυμνία τε καὶ Σουανία ἐστί. ταῦτα δὲ τὰ ἔθνη Λαζῶν κατήκοα τυγχάνει ὄντα. καὶ ἄρχοντας μὲν οἱ τῇδε ἄνθρωποι τῶν ὁμογενῶν τινὰς ἔχουσιν, ἐπειδὰν δὲ τῶν ἀρχόντων τινὶ ἐπιγένηται ἡ τέλειος ἡμέρα τοῦ βίου, ἕτερον αὐτοῖς ἀντικαθίστασθαι πρὸς τοῦ Λαζῶν βασιλέως ἐς ἀεὶ εἴθισται.
在他们之后,沿着内陆分布着斯库姆尼亚和苏阿尼亚。这些部族恰好臣属于拉齐人。当地的人们由本族人担任统治者,但每当统治者之一的生命终期来临,拉齐王依惯例便会始终为他们指派另一人予以更替。
ταύτης δὲ τῆς χώρας ἐκ πλαγίου μὲν παρ’ αὐτὴν μάλιστα τὴν Ἰβηρίαν Μέσχοι Ἰβήρων ἐκ παλαιοῦ κατήκοοι ᾤκηνται, τὰ οἰκία ἐν ὄρεσιν ἔχοντες. ὄρη δὲ τὰ Μέσχων οὐ σκληρὰ οὐδὲ καρπῶν ἄφορά ἐστιν, ἀλλ’ εὐθηνοῦσιν ἀγαθοῖς ἅπασιν, ἐπεὶ καὶ οἱ Μέσχοι γεωργοὶ δεξιοὶ καὶ ἀμπελῶνες τυγχάνουσιν ἐκεῖ ὄντες.
在这个地区的侧翼,紧靠着伊比利亚本土,自古定居着臣属于伊比利亚人的梅斯霍伊人,他们在山里安家。但梅斯霍伊人的山脉既不贫瘠,也不乏产物,反而充盈着各种美好的物资,因为梅斯霍伊人是熟练的农夫,且那里恰好也有葡萄园。
ταύτῃ δὲ τῇ χώρᾳ ὄρη ἐπίκεινται ἄγαν τε ὑψηλὰ καὶ ἀμφιλαφῆ καὶ δεινῶς ἄβατα. καὶ ταῦτα μὲν ἄχρι ἐς τὰ Καυκάσια ὄρη διήκει· ὄπισθεν δὲ αὐτῶν πρὸς ἀνίσχοντα ἥλιον Ἰβηρία ἐστί, μέχρι ἐς Περσαρμενίους διήκουσα.
在这片土地上方矗立着极其高峻、树木茂密且极为险阻难以通行的山脉。这些山脉一直延伸到高加索群山;而在它们背后朝向日出的方向则是伊比利亚,一直延伸至波斯亚美尼亚人那里。
Διὰ δὲ τῶν ὀρῶν ἃ ταύτῃ ἀνέχει, Φᾶσις ποταμὸς κάτεισιν, ἐκ τῶν Καυκασίων ἀρχόμενος καὶ κατὰ μέσον τὸ μηνοειδὲς τοῦ Πόντου ἐκβάλλει.
穿过在这一带耸立的山脉,法西斯河流淌而下,它发源于高加索,汇入庞托斯海新月形的中部。
ταύτῃ τε ἤπειρον ἑκατέραν αὐτὸν διορίζειν τινὲς οἴονται. τὰ μὲν γὰρ ἐν ἀριστερᾷ κατιόντος τοῦ ῥοῦ Ἀσία ἐστί,2 τὰ δὲ ἐν δεξιᾷ Εὐρώπη ὠνόμασται.
有些人认为它在这一处分开了两大陆。因为沿着水流向下的左手边是亚洲,右手边则被称为欧洲。
κατὰ μὲν οὖν τὴν τῆς Εὐρώπης μοῖραν ξύμπαντα Λαζῶν τὰ οἰκία ξυμβαίνει εἶναι, ἐπὶ θάτερα δὲ οὔτε πόλισμα οὔτε ἄλλο τι ὀχύρωμα οὔτε κώμην τινὰ λόγου ἀξίαν Λαζοὶ ἔχουσι, πλήν γε δὴ ὅτι Πέτραν Ῥωμαῖοι ἐνταῦθα ἐδείμαντο πρότερον.
因此,在欧洲这一辖区内恰好坐落着拉齐人的所有居所;而在另一侧,拉齐人既无城镇,亦无任何其他筑垒,更没有任何值得一提的村庄,仅仅是罗马人早先曾在那里修建了佩特拉。
κατὰ ταύτην δέ που τὴν Λαζικῆς μοῖραν ἀπέκειτο, ὥσπερ οἱ ἐπιχώριοι λέγουσι, καὶ τὸ δέρας ἐκεῖνο, οὗπερ ἕνεκα οἱ ποιηταὶ τὴν Ἀργὼ ἀποτετορνεῦσθαι μυθολογοῦσι. λέγουσι δὲ ταῦτα, ἐμὴν γνώμην, ἀληθιζόμενοι ἥκιστα.
当地人说,诗人以神话传颂的、因其而精心打造阿尔戈号的那张著名的金羊毛,大约正存放于拉齐卡的这一辖区。但在我看来,他们所说的这些绝非事实。
οὐ γὰρ ἄν, οἶμαι, λαθὼν τὸν Αἰήτην Ἰάσων ἐνθένδε ἀπηλλάσσετο ξὺν τῇ Μηδείᾳ τὸ δέρας ἔχων, εἰ μὴ τά τε βασίλεια καὶ τὰ ἄλλα τῶν Κόλχων οἰκία τοῦ χωρίου διείργετο Φάσιδι ποταμῷ,3 ἵνα δὴ τὸ δέρας ἐκεῖνο κεῖσθαι ξυνέβαινεν, ὃ δὴ καὶ οἱ ποιηταὶ παραδηλοῦσιν οἱ τὰ τοιαῦτα ἀναγραψάμενοι.
因为我认为,如果王宫和科尔基斯人的其他居所没有被法西斯河与恰好放置那张金羊毛的地区隔开,伊阿宋便不可能避过埃厄忒斯的耳目,携带着金羊毛与美狄亚从这里逃脱——这确也是记载此类故事的诗人们所暗示的。
ὁ μὲν οὖν Φᾶσις τῇδε φερόμενος, ᾗπέρ μοι δεδιήγηται, ἐς αὐτόν που λήγοντα ἐκβάλλει τὸν Εὔξεινον Πόντον. τοῦ δὲ μηνοειδοῦς κατὰ μὲν τὴν μίαν ἀρχήν, ἣ τῆς Ἀσίας ἐστί, Πέτρα ἡ πόλις ἐτύγχανεν οὖσα, ἐν δὲ δὴ τῇ ἀντιπέρας ἀκτῇ κατὰ τὴν τῆς Εὐρώπης μοῖραν Ἀψιλίων ἡ χώρα ἐστί· Λαζῶν δὲ κατήκοοί εἰσι καὶ Χριστιανοὶ γεγόνασιν ἐκ παλαιοῦ οἱ Ἀψίλιοι, ὥσπερ καὶ τἄλλα ξύμπαντα ἔθνη ὧνπερ ἐμνήσθην ἐς τόδε τοῦ λόγου.
于是,法西斯河便顺此方向奔流,正如我所记述的那样,汇入欧克辛庞托斯海大致终结之处。在新月湾属于亚洲的一端,曾恰好是佩特拉城;而在属于欧洲区域的对岸,则是阿普西利人的土地;阿普西利人臣属于拉齐人,且自古便已成为基督徒,正如我在这段叙述中直到现在所提及的所有其他部族一样。
- 8.2.17πλήν γε δὴ ὅτι Χριστιανοῖς οὖσιν οἱ Λαζῶν ἐπίσκοποι τοὺς ἱερεῖς καθίστανται σφίσι
Χριστιανοῖς οὖσιν 为与后文 σφίσι 一致的与格分词短语,表示原因(“因为他们是基督徒”)。动词 καθίστανται 为中间态,表示拉齐人的主教们以官方或关照的方式“为他们指定/设立”司祭,σφίσι 在句中充当利益与格。
- 8.2.28τὰ μὲν γὰρ ἐν ἀριστερᾷ κατιόντος τοῦ ῥοῦ Ἀσία ἐστί
κατιόντος τοῦ ῥοῦ 是独立属格结构,用以限定方位介词短语 ἐν ἀριστερᾷ 的参照基准(“顺流而下时的左侧”),句中隐含了顺流而下的观察者视角。
- 8.2.31οὐ γὰρ ἄν, οἶμαι, λαθὼν τὸν Αἰήτην Ἰάσων ἐνθένδε ἀπηλλάσσετο ξὺν τῇ Μηδείᾳ τὸ δέρας ἔχων, εἰ μὴ τά τε βασίλεια καὶ τὰ ἄλλα τῶν Κόλχων οἰκία τοῦ χωρίου διείργετο Φάσιδι ποταμῷ
针对过去的与事实相反的条件句(反事实条件句)。归结句使用 ἄν 搭配未完成过去时(ἀπηλλάσσετο),条件从句使用 εἰ μή 搭配未完成过去时(διείργετο)。使用未完成过去时而非不定过去时,是为了表达持续的状态(河流持续将两地相隔)以及逃离的过程。先行的分词 λαθών 表示伴随状态或手段(“避开”)。
