← 普罗科皮乌斯

战史

§8.29.1-8.29.12

塔吉奈的对峙与要地小丘之争

托蒂拉与纳尔塞斯的大军进抵亚平宁山中塔吉奈附近扎营对峙;纳尔塞斯遣使劝和并要求定下决战日期,托蒂拉虽佯称八天后交战却在次日发起突袭,双方遂为争夺一座关键的小土丘展开对峙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.29.1

Τῷ μὲν οὖν Ῥωμαίων στρατῷ τά γε ἀμφὶ τῇ πορείᾳ ταύτῃ πη εἶχε. Τουτίλας δὲ πεπυσμένος ἤδη τὰ ἐν Βενετίαις ξυνενεχθέντα Τεΐαν μὲν τὰ πρῶτα καὶ τὴν ξὺν αὐτῷ στρατιὰν προσδεχόμενος ἐν τοῖς ἐπὶ Ῥώμης χωρίοις ἡσυχῆ ἔμενεν.

罗马军队的行军情况大致如此。托蒂拉此时已得知威尼西亚发生之事,起初驻留在罗马周边的地区按兵不动,等待泰亚斯及其所率军队的到来。

§8.29.2

ἐπειδὴ δὲ παρῆσαν, μόνοι τε δισχίλιοι ἱππεῖς ἐλείποντο ἔτι, τούτους δὴ οὐκ ἀναμείνας ὁ Τουτίλας, ἀλλὰ παντὶ ἄρας τῷ ἄλλῳ στρατῷ ὡς τοῖς πολεμίοις ἐν ἐπιτηδείῳ ὑπαντιάσων ᾔει.

当他们赶到,仅余两千骑兵尚未抵达时,托蒂拉不再等待这些人,而是率领其余全军开拔,意图在有利地形迎击敌军。

§8.29.3

ἐν δὲ τῇ ὁδῷ ταύτῃ τά τε τῷ Οὐσδρίλᾳ συμπεπτωκότα καὶ Ἀρίμηνον τοὺς πολεμίους διαβεβηκέναι μαθών, ὅλην μὲν Τουσκίαν ἀμείψας, ἐν ὄρει δὲ τῷ Ἀπεννίνῳ καλουμένῳ γενόμενος, αὐτοῦ ἐνστρατοπεδευσάμενος, ἔμενεν ἄγχιστα κώμης ἥνπερ οἱ ἐπιχώριοι Ταγίνας καλοῦσιν.

在行军途中,他获悉了乌斯德里拉斯的遭遇以及敌军已通过阿里米努姆的消息,于是穿过整个图斯基亚,来到被称为亚平宁的山地扎营驻扎,就停留在一个当地人称为塔吉奈的村落极近之处。

§8.29.4

ἥ τε Ῥωμαίων στρατιὰ Ναρσοῦ ἡγουμένου οὐ πολλῷ ὕστερον ἐν τῷ ὄρει καὶ αὐτοὶ τῷ Ἀπεννίνῳ ἐνστρατοπεδευσάμενοι ἔμενον,1 σταδίους ἑκατὸν μάλιστα τοῦ τῶν ἐναντίων στρατοπέδου διέχοντες, ἐν χωρίῳ ὁμαλῷ μέν, λόφους δὲ ἄγχιστά πη περιβεβλημένῳ πολλούς, ἵνα δή ποτε στρατηγοῦντα Ῥωμαίων Κάμιλλον τῶν Γάλλων ὅμιλον διαφθεῖραι μάχῃ νενικηκότα φασί.

不久之后,纳尔塞斯统领的罗马军队同样在亚平宁山中设营驻留,距离敌军阵营大约一百斯塔迪昂,地处一片平坦之地,周围紧邻着许多丘陵;相传昔日罗马统帅卡米卢斯曾在此地战胜并歼灭了高卢人的大军。

§8.29.5

φέρει δὲ καὶ εἰς ἐμὲ μαρτύριον τοῦ ἔργου τούτου τὴν προσηγορίαν ὁ χῶρος καὶ διασώζει τῇ μνήμῃ τῶν Γάλλων τὸ πάθος, Βουσταγαλλώρων καλούμενος. βοῦστα γὰρ Λατῖνοι τὰ ἐκ τῆς πυρᾶς καλοῦσι λείψανα.

甚至直到我的时代,这片土地仍以其名称见证着这一功绩,并保留着高卢人惨祸的记忆,被称为“高卢焚骨地”。因为拉丁人把火葬柴堆遗留的残骸称为busta。

§8.29.6

τύμβοι τε τῇδε γεώλοφοι τῶν νεκρῶν ἐκείνων παμπληθεῖς εἰσίν. Αὐτίκα δὲ στείλας ἐνθένδε Ναρσῆς τῶν οἱ ἐπιτηδείων τινὰς παραίνεσιν ἐπήγγελλε ποιεῖσθαι τῷ Τουτίλᾳ καταθέσθαι μὲν τὰ πολέμια, βουλεύεσθαι δὲ εἰρηναῖά ποτε, διαριθμουμένῳ ὅτι δὴ αὐτός, ἀνθρώπων ἄρχων ὀλίγων τέ τινων καὶ ὑπόγυον νόμῳ οὐδενὶ ξυνειλεγμένων, πάσῃ τῇ Ῥωμαίων ἀρχῇ ἐπὶ πλεῖστον διαμάχεσθαι οὐκ ἂν δύναιτο.

那里至今仍有那些死者的极多大土冢。纳尔塞斯随即从此处派遣几位亲信,嘱咐他们劝告托蒂拉放下武器、从长计议和平,并衡量他自己仅统领着少数人,且这些人是不久前未经合法秩序纠集起来的乌合之众,绝无可能与整个罗马帝国的全部力量对抗到底。

§8.29.7

ἔφη δὲ αὐτοῖς καὶ τοῦτο, ὥστε δὴ αὐτόν, εἰ πολεμησείοντα ἴδοιεν, μελλήσει οὐδεμιᾷ ἐγκελεύεσθαι2 τακτὴν διορίσαι τινὰ ἡμέραν τῇ μάχῃ.

纳尔塞斯还向他们交代道:若见托蒂拉求战心切,便毫不迟疑地要求他约定交战的具体日期。

§8.29.8

ἐπειδὴ γοῦν οἱ πρέσβεις οὗτοι τῷ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, τὰ ἐπιτεταγμένα ἐποίουν. καὶ ὁ μὲν νεανιευόμενος ἐκομψεύετο ὡς τρόπῳ αὐτοῖς παντὶ πολεμητέον εἴη, οἱ δὲ ὑπολαβόντες “Ἀλλ̓, ὦ γενναῖε” ἔφασαν “ῥητόν τινα καιρὸν τῇ ξυμβολῇ τίθει.” καὶ ὃς αὐτίκα “ὀκτὼ ἡμερῶν3 ξυμμίξωμεν” ἔφη.

这些使者来到托蒂拉面前后,如实执行了所受的指示。托蒂拉少年气盛地夸言无论如何都必须决战,使者们顺势回应道:“那么,阁下,请为交锋指定一个确切的日子吧。”托蒂拉随即说道:“八天后交战。”

§8.29.9

οἱ μὲν οὖν πρέσβεις παρὰ τὸν Ναρσῆν ἐπανήκοντες τὰ ξυγκείμενα σφίσιν ἐπήγγελλον, ὁ δὲ Τουτίλαν δολώσεις ὑποτοπάζων ἐπινοεῖν παρεσκευάζετο ὡς τῇ ὑστεραίᾳ μαχούμενος.

使者们返回纳尔塞斯处,通报了商定的内容;然而纳尔塞斯猜疑托蒂拉在构谋欺诈,便做好了次日接战的一切准备。

§8.29.10

καὶ ἔτυχέ γε τῆς τῶν πολεμίων ἐννοίας. ἡμέρᾳ γὰρ τῇ ἐπιγενομένῃ αὐτάγγελος4 παντὶ τῷ στρατῷ παρῆν ὁ Τουτίλας. ἤδη δὲ ἀλλήλοις ἑκάτεροι ἀντεκάθηντο, οὐ πλέον ἢ δυοῖν διέχοντες τοξευμάτων βολαῖν.

他果然料中了敌人的意图。因为就在次日,托蒂拉便自作信使率全军突然杀到。此刻双方相对扎营,相隔不超过两箭之遥。

§8.29.11

Ἦν γέ τι γεώλοφον ἐνταῦθα βραχύ, ὃ δὴ καταλαβεῖν ἀμφότεροι διὰ σπουδῆς εἶχον, ἐν ἐπιτηδείῳ σφίσιν οἰόμενοι κεῖσθαι, ὅπως τε βάλλειν τοὺς ἐναντίους ἐξ ὑπερδεξίων ἔχοιεν καὶ ὅτι χῶροι λοφώδεις, ᾗπέρ μοι δεδήλωται, ἐνταῦθά πη ἦσαν, ταύτῃ τοι κυκλώσασθαί τινας τὸ Ῥωμαίων στρατόπεδον κατὰ νώτου ἰόντας ἀμήχανον ἧν, ὅτι μὴ διὰ μιᾶς τινὸς ἀτραποῦ, ἣ παρὰ τὸ γεώλοφον ἐτύγχανεν οὖσα. διὸ δὴ περὶ πλείονος αὐτὸ ποιεῖσθαι ἀμφοτέροις ἐπάναγκες ἦν, Γότθοις μέν, ὅπως ἐν τῇ ξυμβολῇ κυκλωσάμενοι τοὺς πολεμίους ἐν ἀμφιβόλῳ ποιήσονται,5 Ῥωμαίοις δέ, ὅπως δὴ ταῦτα μὴ πάθοιεν.

那里有一座小土丘,双方都急于将其占领,皆认为此地居于要冲:既能居高临下向敌军放箭,又因为正如我先前所述,此处周围丘陵起伏,除了一条恰好紧邻该土丘的小道外,任何人都不可能绕至罗马阵营后方进行包围。因此双方都必须对这处土丘志在必得:哥特人企图在激战中迂回包抄敌军并将其夹攻于两面受敌之境,而罗马人则是为了防止自己陷入此种困境。

语法注5 条
  1. 8.29.4καὶ αὐτοὶ τῷ Ἀπεννίνῳ ἐνστρατοπεδευσάμενοι ἔμενον

    虽然语法主语为单数集合名词 ἥ τε Ῥωμαίων στρατιά,但述谓部分采用了意义构词法(constructio ad sensum),以阳性复数主格代词与分词 καὶ αὐτοὶ ... ἐνστρατοπεδευσάμενοι 指代军中将士,并支配复数谓语动词 ἔμενον。

  2. 8.29.7ὥστε δὴ αὐτόν... ἐγκελεύεσθαι

    承接前文的 ἔφη δὲ αὐτοῖς καὶ τοῦτο,连词 ὥστε 引出不定式结构 ἐγκελεύεσθαι,用以表述基于主句动词 ἔφη 的指示或结果内容,其逻辑主语为受命派遣的使者们。

  3. 8.29.8ὀκτὼ ἡμερῶν

    表示时间的属格(genitive of time within which),意为“八日之内”或“八天之后”,表示设定交战发生的时间限度。

  4. 8.29.10αὐτάγγελος

    用作谓语性形容词,意为“自作信使”或“亲自报信”,以副词性修饰托蒂拉未派使者而直接亲自率全军突降的情状。

  5. 8.29.12ἐν ἀμφιβόλῳ ποιήσονται

    惯用习语,意为“使……陷入受夹击之境”或“两面夹攻”,介词短语 ἐν ἀμφιβόλῳ 作宾语 τοὺς πολεμίους 的宾语补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.29.1-8.29.12