← 普罗科皮乌斯

战史

§8.28.1-8.28.13

纳尔塞斯的出击与乌斯德里拉斯之死

纳尔塞斯在拉文纳集结部队后出击,在送来挑衅信的敌将乌斯德里拉斯阵亡后,他未攻阿里米努姆,而是选择绕开佩特拉·佩尔图萨要塞前进。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.28.1

Τοῖς δὲ ἀμφὶ Ναρσῆν ἀφικομένοις ἐς Ῥάβενναν πόλιν ἀνεμίγνυντο Βαλεριανὸς καὶ Ἰουστῖνος οἱ στρατηγοί, καὶ εἴ τι ἄλλο στράτευμα Ῥωμαίων ταύτῃ ἐλέλειπτο.

将领瓦莱里安和查士丁,以及留在该地的所有其他罗马军队,与随同纳尔塞斯抵达拉文纳城的人马会合。

§8.28.2

ἐπειδὴ δὲ αὐτοῖς ἐννέα ἡμερῶν χρόνος ἐς Ῥάβενναν ἐτέτριπτο, Οὐσδρίλας, Γότθος ἀνήρ, διαφερόντως ἀγαθὸς τὰ πολέμια, τοῦ ἐν Ἀριμίνῳ φυλακτηρίου ἄρχων, πρὸς Βαλεριανὸν ἔγραψε τάδε·

当他们在拉文纳驻留了九天时间后,守卫阿里米努姆要塞的长官、一位精于战事的哥特人乌斯德里拉斯给瓦莱里安写了如下这封信:

§8.28.3

“Πάντα ταῖς φήμαις καταλαβόντες, τοῖς τε φάσμασιν ἤδη ξύμπασαν Ἰταλίαν συσχόντες καὶ ὀφρυάσαντες οὐχ ὅσα γε τὰ ἀνθρώπεια, ταύτῃ τε Γότθους, ὥσπερ οἴεσθε, δεδιξάμενοι, εἶτα κάθησθε νῦν ἐν Ῥαβέννῃ τῷ μὲν ἀποκεκρύφθαι ὡς ἥκιστα τοῖς πολεμίοις ἔνδηλοι,1 οἶμαι, ξυμφρουροῦντες ἔτι τὸ φρόνημα τοῦτο, βαρβάρων δὲ παμμίκτῳ ὁμίλῳ τὴν οὐδαμόθεν προσήκουσαν ὑμῖν κατατρίβοντες χώραν. ἀλλ’ ἀνάστητε ὅτι τάχιστα καὶ πολεμίων ἔργων τὸ λοιπὸν ἅπτεσθε, δείξατέ τε ὑμᾶς αὐτοὺς Γότθοις, μηδὲ ἀναρτήσητε μακροτέραις ἐλπίσιν ἡμᾶς, προσδεχομένους ἐκ παλαιοῦ τὸ θέαμα.” ἡ μὲν γραφὴ τοσαῦτα ἐδήλου. Ἐπειδὴ δὲ ταῦτα Ναρσῆς ἀπενεχθέντα εἶδε, Γότθων τῆς ἀλαζονείας γελάσας, καθίστατο εὐθὺς παντὶ τῷ στρατῷ ἐς τὴν ἔξοδον, φρουρὰν ξὺν Ἰουστίνῳ ἐν Ῥαβέννῃ ἀπολιπών.

“你们凭流言占据了一切,以虚妄的幻象笼罩了整个意大利,并摆出超越常人的傲慢姿态,正如你们自以为的那样以此吓阻了哥特人,随后你们如今却龟缩在拉文纳城内,自匿行迹以图对敌人最为隐蔽,依我看,你们依然死守着这份虚妄的气焰,带着混杂的蛮族乌合之众践踏这片绝非归你们所有的土地。赶快行动起来,从今以后投身于交锋的实务吧!向哥特人展现你们自己,不要再让我们在漫长的期盼中悬空空等,我们早就期盼着这场壮观的对决了。” 信件的内容即是如此。纳尔塞斯看到呈送上来的信件后,嘲笑了哥特人的狂妄,随即命查士丁率一部分守军留驻拉文纳,自己则率全军立即开拔启程。

§8.28.5

γενόμενοί τε πόλεως Ἀριμίνου ἄγχιστα, εὗρον οὐκ εὐπετῆ σφίσι τὸ ἐνθένδε τὴν δίοδον οὖσαν, Γότθων περιῃρηκότων τὴν ἐκείνῃ γέφυραν οὐ πολλῷ πρότερον.

当他们行抵阿里米努姆城近旁时,发现从此处向前通行的道路并不顺畅,因为哥特人不久前拆毁了那里的桥梁。

§8.28.6

ὁ γὰρ ποταμὸς ὁ τὴν Ἀρίμινον παραρρέων ἀνδρὶ μὲν ἀόπλῳ ἑνὶ πεζῇ ἰόντι μόλις διαβατὸς γίνεται διὰ τῆς γεφύρας πόνῳ τε καὶ ταλαιπωρίᾳ πολλῇ, καὶ ταῦτα μηδενὸς ἐνοχλοῦντος2 ἢ τὴν δίοδον ἀναστέλλοντος· πλήθει δὲ ἀνθρώπων καὶ διαφερόντως ἐξωπλισμένων, ἄλλως τε καὶ πολεμίων ἀντιστατούντων, τρόπῳ ὁτῳοῦν ἐνταῦθα διαπορθμεύσασθαι ἀδύνατά ἐστι.

流经阿里米努姆的那条河流,即使一个手无寸铁的人徒步涉行,借助原桥遗迹渡河也极其艰难困苦,且这还是在无人干扰或阻截通行的情况下;若是大队人马,尤其是全副武装之众,加之敌军当面抗拒,要想以任何方式在此渡河都是绝无可能的。

§8.28.7

διόπερ ὁ Ναρσῆς ἐν τῷ γεφύρας χώρῳ γενόμενος ξὺν ὀλίγοις τισὶν ἀπορούμενος ἐπὶ πλεῖστον διεσκοπεῖτο ὁπόθεν ἄν ποτε πόρον τινὰ τῷ πράγματι εὕροι.

因此纳尔塞斯只带少数随从亲临桥梁所在地,在进退维谷之际,长时间仔细观察如何能为此事觅得通路。

§8.28.8

οὗ δὴ καὶ Οὐσδρίλας τινὰς ἐπαγαγόμενος ἱππέων ἦλθε, μή τι τῶν πρασσομένων αὐτὸν διαλάθοι. τῶν δέ τις Ναρσῇ ἐπισπομένων τὸ τόξον ἐντείνας ἐπ’ αὐτοὺς ἔβαλλεν, ἑνί τε τῶν ἵππων κατατυχὼν εὐθὺς ἔκτεινεν.

此时乌斯德里拉斯也带着数名骑兵赶来,唯恐错失任何动向。然而纳尔塞斯的一名随从拉弓射向他们,正中其中一匹战马并立时将其毙命。

§8.28.9

οἵ τε ἀμφὶ τὸν Οὐσδρίλαν τότε μὲν ἐνθένδε κατὰ τάχος ἀπαλλαγέντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, αὐτίκα δὲ καὶ ἄλλους ἐπαγαγόμενοι τῶν σφίσι μαχιμωτάτων διὰ πύλης ἑτέρας ἐπ’ αὐτοὺς ἵεντο, ὡς ἀπροσδόκητοί τε αὐτοῖς ἐπιπεσόντες καὶ τὸν Ναρσῆν διαχρησόμενοι αὐτίκα δὴ μάλα.

乌斯德里拉斯及其随从当时迅速离开该处退入城墙内,但他立刻带上本部最擅战的一批人,从另一座城门向罗马人猛扑过去,企图乘其不备实施突袭,当场除掉纳尔塞斯。

§8.28.10

ἐπὶ θατερα γὰρ τοῦ ποταμοὗδιερευνώμενος τῇ στρατιᾷ τὴν διάβασιν’ ἤδη ἀφῖκτο. ἀλλὰ τῶν τινὲς Ἐρούλων τύχῃ αὐτοῖς τινὶ ἐνταῦθα ὑπαντιάσαντες κτείνουσί τε τὸν Οὐσδρίλαν, καὶ ὅστις ποτὲ ἦν ἐπιγνωσθέντα παρὰ Ῥωμαίου ἀνδρὸς τὴν κεφαλὴν ἀφαιρούμενοι, ἐς τὸ Ῥωμαίων στρατόπεδον ἦλθον, καὶ Ναρσῇ ἐπιδείξαντες τῇ προθυμίᾳ ἐπέρρωσαν πάντας, τεκμηριουμένους τῷ ξυμβεβηκότι τὰ ἐκ τοῦ θεοῦ Γότθοις πολέμια εἶναι· οἵ γε τῶν πολεμίων τῷ στρατηγῷ ἐνεδρεύσαντες αὐτοὶ οὐκ ἐξ ἐπιβουλῆς ἢ προνοίας τινὸς τὸν ἄρχοντα σφῶν ἐξαπιναίως ἀφῄρηντο.3

因为纳尔塞斯为了探查全军的渡河路线,此时已先期来到了河流的对岸。不料几名赫鲁利人机缘巧合在彼处与他们遭遇,诛杀了乌斯德里拉斯,经一名罗马人辨认出其身份后割下了他的头颅,带回罗马军营。他们将首级展示给纳尔塞斯,极大鼓舞了众人的士气,使大家从这一事件中认定上帝在与哥特人为敌:哥特人本意埋伏敌军主帅,自己反倒在毫无预谋或预知的情况下突遭丧主之痛。

§8.28.11

Ναρσῆς δέ, καίπερ Οὐσδρίλα πεπτωκότος, ὃς τοῦ ἐν Ἀριμήνῳ φυλακτηρίου ἦρχε, πρόσω ἤπειγε τὸ στράτευμα. οὔτε γὰρ Ἀρίμηνον οὔτε ἄλλο τι χωρίον πρὸς τῶν πολεμίων ἐχόμενον ἐνοχλεῖν ἤθελεν, ὡς μή τις αὐτῷ τρίβοιτο χρόνος, μηδὲ τῷ παρέργῳ τῆς χρείας ἡ σπουδαιοτάτη διείργοιτο πρᾶξις.

尽管管辖阿里米努姆守备军的乌斯德里拉斯已经阵亡,纳尔塞斯却仍催促大军继续前进。因为他既不想围攻阿里米努姆,也不想惊扰敌军控制的其他要塞,以免耗费宝贵的光阴,使最关键的大业受累于旁枝末节。

§8.28.12

τῶν δὲ πολεμίων ἅτε πεπτωκότος σφίσι τοῦ ἄρχοντος ἡσυχαζόντων τε καὶ οὐκέτι ἐμποδίων καθισταμένων ὁ Ναρσῆς ἀδεέστερον γεφύρᾳ τὸν ποταμὸν ζεύξας διεβίβασε πόνῳ οὐδενὶ τὸν στρατὸν ἅπαντα.

由于敌军首领阵亡而龟缩息鼓,不再构成阻碍,纳尔塞斯得以更加安心地在河上架桥,毫无困难地将全军渡过了对岸。

§8.28.13

ὁδοῦ δὲ τῆς Φλαμηνίας ἐνθένδε ἀφέμενος ἐν ἀριστερᾷ ᾔει. Πέτρας γὰρ τῆς Περτούσης καλουμένης, ἧσπέρ μοι τὸ τοῦ ὀχυρώματος καρτερὸν χωρίου φύσει ἐν τοῖς ἔμπροσθεν δεδιήγηται λόγοις, κατειλημμένης τοῖς ἐναντίοις πολλῷ πρότερον, ἀπόρευτα Ῥωμαίοις καὶ παντάπασιν ἀδιέξοδα, ὅσα γε κατὰ τὴν Φλαμηνίαν ὁδόν, ὄντα ἐτύγχανεν.4 ὁδὸν οὖν ὁ Ναρσῆς διὰ ταῦτα τὴν ἐπιτομωτέραν ἀφεὶς τὴν βάσιμον ᾔει.

纳尔塞斯从此处放弃了弗拉米尼亚大道,折向左侧前进。因为被称为佩特拉·佩尔图萨的要塞——其依凭天然地形的险固程度我在前文中已有叙述——早已被敌军占领,致使就弗拉米尼亚大道而言,罗马人根本无法逾越且完全陷入绝路。因此纳尔塞斯放弃了更捷近的道路,取道可行之路前行。

语法注4 条
  1. 8.28.3τῷ μὲν ἀποκεκρύφθαι ὡς ἥκιστα τοῖς πολεμίοις ἔνδηλοι

    带冠词的完成时不定式 τῷ ἀποκεκρύφθαι 用作方式或手段与格(“通过隐匿自身”)。主格复数形容词 ἔνδηλοι 作为主语补足语,与 κάθησθε 的主语(“你们”)一致,构成“对敌人最不显眼”的含义。

  2. 8.28.6καὶ ταῦτα μηδενὸς ἐνοχλοῦντος

    短语 καὶ ταῦτα 是副词性宾格习语,意为“而且那还是在……的情况下”,修饰其后的属格独立结构(μηδενὸς ἐνοχλοῦντος ἢ τὴν δίοδον ἀναστέλλοντος),用以强调即使在完全无人阻截、和平无碍的条件下涉渡也已极其困难。

  3. 8.28.10τὸν ἄρχοντα σφῶν ἐξαπιναίως ἀφῄρηντο

    动词 ἀφαιρέω 通常接双宾格(剥夺某人的某物)。此处使用过去完成时被动/间接中动态,被剥夺的对象 τὸν ἄρχοντα σφῶν 保留为宾格,意为“他们自己反而突遭夺去其统领”。

  4. 8.28.13ἀπόρευτα Ῥωμαίοις καὶ παντάπασιν ἀδιέξοδα, ὅσα γε κατὰ τὴν Φλαμηνίαν ὁδόν, ὄντα ἐτύγχανεν

    紧接前文的属格独立结构(Πέτρας... κατειλημμένης),主要动词 ἐτύγχανεν 与分词 ὄντα 构成迂回句式(τυγχάνω + 分词)。中性复数表语形容词 ἀπόρευτα... καὶ ἀδιέξοδα 与充当主语短语的 ὅσα γε κατὰ τὴν Φλαμηνίαν ὁδόν(“凡涉及弗拉米尼亚大道者”)在性数上保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.28.1-8.28.13